<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:13-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:13-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="13"><p>ἐὰν οὖν μηδενὶ τῶν ἔξωθεν ἐπιφοιτώντων ἢ ἔνδον ταμιευομένων
πραγμάτων ὁ νοῦς ἀξιώσῃ προσομιλεῖν, ἀλλ’ ἠρεμίαν ἀγαγὼν
καὶ ἡσυχάσας πρὸς τὸν λέγοντα ἑαυτὸν ἀποτείνῃ, σιωπήσας κατὰ τὸ
Μωυσέως παράγγελμα δυνήσεται μετὰ τῆς πάσης προσοχῆς ἀκροάσασθαι, <lb n="5"/>
 ἑτέρως δ’ οὐκ ἂν ἰσχύσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="14"><milestone unit="altref" n="4"/><p>τοῖς μὲν οὖν ἀμαθέσι συμφέρον
ἡσυχία, τοῖς δὲ ἐπιστήμης ἐφιεμένοις καὶ ἅμα φιλοδεσπότοις ἀναγκαιότατον
ἡ παρρησία κτῆμα. λέγεται γοῦν ἐν Ἐξαγωγῇ· „κύριος πολεμήσει
ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε“, καὶ χρησμὸς εὐθὺς ὑπόκειται τοιόσδε·
„καὶ εἶπε <milestone unit="altpage1" n="p. 475 M."/>  κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρὸς μέ“ (Exod. 14, 14. 15) ;
ὡς δέον καὶ σιωπᾶν τοὺς μηδὲν ἄξιον ἀκοῆς ἐροῦντας καὶ λέγειν τοὺς <lb n="11"/>
ἔρωτι σοφίας θείῳ πεπιστευκότας καὶ μὴ μόνον λέγειν σὺν ἠρεμίᾳ,
ἀλλὰ καὶ μετὰ κραυγῆς μείζονος ἐκβοᾶν, οὐ στόματι καὶ γλώττῃ, δι’
ὧν ἀέρα λόγος ἔχει σφαιρούμενον αἰσθητὸν ἀκοῇ γίνεσθαι, ἀλλὰ τῷ
παμμούσῳ καὶ μεγαλοφωνοτάτῳ ψυχῆς ὀργάνῳ, οὗ θνητὸς μὲν ἀκροατὴς <lb n="15"/>
 οὐδὲ εἷς, ὁ δὲ ἀγένητος καὶ ἄφθαρτος μόνος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="15"><p>τὸ γὰρ νοητῆς ἁρμονίας
εὐάρμοστον καὶ σύμφωνον μέλος ὁ νοητὸς μουσικὸς μόνος καταλαβεῖν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνδράσιν OAB εστι Pap, εἰσίν D δὲ codd. D
<lb/>2 ἔνεισιν] εἰσίν D post ἔξωθεν add. τῶν OAB
<lb/>3 ἠρέμιον G ἀνάγων OAB, ἀναγαγὼν G
<lb/>4 ἑαυτὸν ἀποτείνῃ ante πρὸς transpos. codd. 4.
<lb/>5 κατὰ—προσοχῆς om. Pap
<lb/>5 Μωσέως codd. ἀκροᾶσθαι Pap ὁ ἑταίρων Pap, ἑτέρων L δὲ codd. ἴσχυσαι Pap: ἰσχύσει Η2, ἰσχύσῃ ceteri
<lb/>7 δὲ Pap G: δ’ ceteri φιλοδεσπόταις G
<lb/>8 κτῆμα om. Η ουν Pap ἐξαγ(ωγῇ) Pap (cf. tabulam phototypicam apud Scheilium, qui non recte legit εξαρω): ἐξόδω codd.
<lb/>9 ὑμῶν Pap PH1: ἡμῶν ceteri σιωπήσεσθε Pap
<lb/>10 εἶπεν Pap Μωσῆν GHP βόα Pap
<lb/>12 ἐρῶντι coni. Mang. θείω Pap (idem ipse conieceram): θεῶ codd. συνηρεμουντα Pap, συνηρεμοῦντας coni. Cohn
<lb/>15 ψύχης Pap: φωνῆς codd.
<lb/>16 οὐδεὶς L1 ἀγέννητος codd. (Pap?) μόνον O</note> <note xml:lang="mul" type="footnote"><lb/>10 Origenis fragm. ex codice affert Mang.: καὶ Μωυσῆς ἐβόα σιγῶν, καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ θεὸς ἔφη· τί βοᾷς πρὸς μέ, Orig. Hom. in Exod. V4 p. 146: quomodo clamat? nulla eius vox clamoris auditur, et tamen dicit ad eum deus: quid clamas ad me? velim scire, quomodo sancti sine voce clamant ad deum . . . per silentium sanctorum clamor auditur. Comment. in loann. VI
<lb/>10 p. 119: ἐὰν
<lb/>51 μὴ μὴν conicio) παντελῶς ᾖ ἡ νοητὴ τῶν εὐχομένων φωνὴ μεγάλη καὶ οὐ βραχεῖα, οὐδὲ ἄν αὐξήσωσι τὴν βοὴν καὶ τὴν κραυγήν, ἀκούει τῶν οὕτως εὐχομένων ὁ θεὸς ὁ λέγων πρὸς Μωσέα· „τί βοᾶς πρὸς μέ“; οὐκ αἰσθητῶς βεβοηκότα — οὐ γὰρ ἀναγέγραπται τοῦτο ἐν τῇ Ἐξόδῳ μεγάλως δὲ τὴν ἀκουομένην μόνω θεῷ φωνὴν βεβοηκότα διὰ τῆς εὐχῆς. cf. Theodoretum in psalm. 5,2 (p. 635).</note>  

<pb n="v.3.p.5"/>
ἱκανός, τῶν δὲ ἐν αἰσθήσει φυρομένων οὐδὲ εἷς. ὅλου δὴ τοῦ διανοίας
ὀργάνου κατὰ τὴν διὰ πασῶν ἢ δὶς διὰ πασῶν συμφωνίαν ἐξηχοῦντος ὁ
<lb n="6"/> ἀκροατὴς ὡσανεὶ πυνθάνεται πρὸς ἀλήθειαν οὐ πυνθανόμενος —
πάντα γὰρ γνώριμα θεῷ — „τί βοᾷς πρὸς μέ“; καθ’ ἱκεσίαν
<lb n="5"/>κακῶν ἀποτροπῆς ἢ κατ’ εὐχαριστίαν μετουσίας ἀγαθῶν ἢ κατὰ ἀμφότερα;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="16"><p><milestone unit="altref" n="5"/> λάλος δὲ οὕτως ὁ ἰσχνόφωνος καὶ βραδύγλωσσος καὶ ἄλογος εἶναι δοκῶν ἀνευρίσκεται, ὥστε πῇ μὲν οὐ μόνον λέγων ἀλλὰ καὶ βοῶν εἰσάγεται,
ἑτέρωθι δὲ ἀπαύστῳ καὶ ἀδιαστάτῳ χρώμενος λόγων ῥύμῃ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="17"><p>„Μωυσῆς“ γάρ φησιν „ἐλάλει, καὶ ὁ θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ“ <lb n="10"/> (Exod. 19, 19), οὐ κατὰ συντέλειαν ἐλάλησεν, ἀλλὰ κατὰ μηκυνομένην
παράτασιν ἐλάλει, καὶ ὁ θεὸς οὐ κατὰ συντέλειαν ἐδίδαξεν, ἀλλ’ αἰεὶ
καὶ συνεχῶς ἀπεκρίνετο. ὅπου δὲ ἀπόκρισις, ἐκεῖ πάντως ἐρώτησις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="18"><p>ἐρωτᾷ δὲ ἕκαστος ὃ μὴ ἐπίσταται, μαθεῖν ἀξιῶν γνούς τε τῶν εἰς
ἐπιστήμην ὠφελιμώτατον ἔργον εἶναι ζητεῖν, ἐρωτᾶν, πυνθάνεσθαι,
<lb n="15"/> μηδὲν δοκεῖν εἰδέναι μηδέ τι οἴεσθαι παγίως κατειληφέναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="19"><p>σοφοὶ μὲν οὖν ὑφηγητῇ καὶ διδασκάλῳ χρῶνται θεῷ, οἱ δ’ ἀτελέστεροι τῷ σοφῷ.
διὸ καὶ λέγουσι· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός,
μή ποτε ἀποθάνωμεν“ (Exod. 20, 19). τοσαύτῃ δ’ ἄρα χρῆται παρρησίᾳ
ὁ ἀστεῖος, ὥστε οὐ μόνον λέγειν καὶ βοᾶν, ἀλλ’ ἤδη καὶ καταβοᾶν ἐξ
<lb n="20"/> ἀληθοῦς πίστεως καὶ ἀπὸ γνησίου τοῦ πάθους θαρρεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="20"><p>τὸ γὰρ „εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς
βίβλου σου ἧς ἔγραψας“ (Exod. 32, 32) καὶ τὸ „μὴ ἐγὼ ἐν γαστρὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἱκανός] δυνατός Ο αισθηει Pap φερομένων OAB
<lb/>2 ἡ Pap: καὶ codd.
<lb/>3 οὐ om. OAB
<lb/>4 γάρ om. OAB βόα πρὸς με Pap, πρὸς μὲ βοᾶς HP
<lb/>5 κατὰ] κατ’ OHP ὁ οὕτως Pap HP1: οὗτος GL, οὐδὲν ἧττον AOBP2
<lb/>7 ἀλλὰ om. GH1P1
<lb/>9 Μωσῆς codd. ὁ om. OAB απεκρινετο Pap: ἀπεκρίνατο codd. φωνῆι Pap: ἐν φωνὴ codd.
<lb/>11 παράστασιν GP1H1 ὁ om. Ο ἐδίδασκεν HP ἀίει Pap: ἀεὶ codd. 
<lb/>12 ἀπεκρίνετο Pap GP: ἀπεκρίνατο ceteri
<lb/>13 δὲ] καὶ Β ἀξιῶν om. Pap γνοὺς Mang. (τε ex Pap addidi): γνησιωστε Pap, γνησίων GHP, γνησίων δὲ περὶ 
<lb/>14 ἐπιστήμην Pap HP1: ἐπιστήμης GP2, ἐπιστήμας OAB ὠφελιμώτατον Pap: ὠφελιμωτάτων codd. D
<lb/>15 δοκεῖν] ἀδικεῖν G μηδ’ εἴ τι οἴεται OAB παγίως Pap H2: πλαγίως ceteri
<lb/>16 θεῷ om. Pap δὲ OGHPN
<lb/>17 λέγουσιν Pap 
<lb/>18 ποτε om. Pap δὲ N
<lb/>19 ἀλλὰ καὶ N
<lb/>21 μὲν post τὸ (lin. 20) transpos. codd. N ἀφεὶς Pap GP: ἁφῆς ceteri N
<lb/>22 σου om. Pap N μη εγγαστρει Pap</note> <note xml:lang="mul" type="footnote">13—15 DR fol. 203v Φίλωνος ἐκ τῶν μετονομαζομένων: τῶν εἰς ἐπιστήμην ἔργων ζητεῖν καὶ πυνθάνεσθαι κάλλιστον, μηδὲν δὲ δοκεῖν εἰδέναι μηδὲ οἴεσθαι κατειληφέναι καλλιστότερον. 15—6,17 σοφοὶ—οἰκεῖον N fol. 165r.</note>  

<pb n="v.3.p.6"/>
ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτόν, ὅτι λέγεις μοι·
λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα;”
(Num. 11, 12) καὶ τὸ „πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ,
ὅτι κλαίουσιν ἐπ’ ἐμοί; μὴ πρόβατα καὶ βόες σφαγήσονται ἢ πᾶν τὸ
ὄψος τῆς θαλάσσης συναχθήσεται καὶ ἀρκέσει;” (Num. 11, 13. 22) <lb n="5"/>
καὶ τὸ „κύριε, διὰ τί <milestone unit="altpage1" n="p. 476 Μ."/>  ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἵνα τί ἀπέσταλκάς
με; καὶ ἀφ’ οὗ πεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι,
ἐκάκωσε τὸν λαόν, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου” (Exod. 5, 22. 23),
ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἔδεισεν ἄν τις καὶ πρὸς ἕνα τῶν ἐν μέρει
 βασιλέων εἰπεῖν· ὁ δ’ ἀποφαίνεσθαι καὶ πρὸς θεὸν ἐθάρρησεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="21"><p>τοῦτο <lb n="10"/>
δ’ ἄρα πέρας ἦν οὐ τόλμης ἁπλῶς, ἀλλ’ εὐτολμίας αὐτῷ, διότι οἱ
σοφοὶ πάντες φίλοι θεοῦ, καὶ μάλιστα κατὰ τὸν ἱερώτατον νομοθέτην.
παρρησία δὲ φιλίας συγγενές· ἐπεὶ πρὸς τίνα ἄν τις ἢ πρὸς τὸν ἑαυτοῦ
φίλον παρρησιάσαιτο; παγκάλως οὖν ἐν τοῖς χρησμοῖς φίλος ᾄδεται
Μωυσῆς (Exod. 33, 11), ἵν’ ὅσα ἐπὶ θάρσει παρακεκινδυνευμένα <lb n="15"/>
διεξέρχεται, φιλίᾳ μᾶλλον ἢ αὐθαδείᾳ προφέρεσθαι δοκῇ. θρασύτης μὲν
γὰρ αὐθάδους, φίλου δὲ θαρραλεότης οἰκεῖον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="22"><p><milestone unit="altref" n="6"/>Ἀλλὰ σκόπει πάλιν, ὅτι εὐλαβείᾳ τὸ θαρρεῖν ἀνακέκραται.
τὸ μὲν γὰρ „τί μοι δώσεις;” (Gen. 15, 2) θάρσος ἐμφαίνει, τὸ δὲ
„δέσποτα” εὐλάβειαν. εἰωθὼς δὲ χρῆσθαι μάλιστα διτταῖς ἐπὶ τοῦ <lb n="20"/>
αἰτίου προσρήσεσι, τῇ θεὸς καὶ τῇ κύριος, οὐδετέραν νῦν παρείληφεν,
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτὸν om. Pap
<lb/>2 αὐτὸν om. IIP ὤσει ἄραι Pap: καθὰ αἴρει G, καθὰ ἄρη ceteri Ν τιθηνη Pap
<lb/>4 κλαίουσιν Pap: κλαίει codd. N 4.
<lb/>5 τὸ (τ del.) ὄψος Pap: τὸ ὄψον codd. N
<lb/>7 αφ οὐ ἐγὼ πορεύομαι Pap προς Φαραω λαλήσαι Pap: λαλήσαι κλῇσαι N) πρός Φαραὼ codd. N τὼ ὀνόματι σου Pap 
<lb/>8 ἐκάκωσας N tco λαὼ G ἐρύσω Pap HP
<lb/>9 ταῦτ’ ἄρα καὶ conicio γὰρ] οὑν N 9.
<lb/>10 τῶν βασιλέων εαμμερει Pap
<lb/>10 δ’ Pap: τὸ δ’ codd. ἀποφαίνεται Pap πρὸς] πρὸ Pap θαρρῆσαι codd. λαλῆσαι 0) 10.
<lb/>11 τοῦτον ἄρα Pap
<lb/>11 ἄρ’ ἢν N πέρας Η: περ ceteri et Pap, om. N ἀπλῶς OABP2: αὐτὸ GHP1, αὐτῶ N, om. Pap ἀλλὰ ABH αὐτῷ om. N διὰ τί; ὅτι OABGN
<lb/>12 πάντα N τὸν ἱερώτατον νομοθέτην scripsi: τὸ τὸν Pap) ἱερώτατον νομοθέτημα Pap et codd. N
<lb/>13 πρὸς prius] πρὸ Pap πρὸς alterura om. Pap, fort. recte
<lb/>14 ἐν om. N <add>θεοῦ</add> φίλος conicio φίλος om H1P
<lb/>15 Μωυσῆς Pap G: Μωσῆς ceteri N ἵνα OAB θάρρει Pap
<lb/>16 προφέρεσθαι Pap: προσφέρεσθαι codd. Ν δοκεῖ Β
<lb/>17 φίλους Pap 
<lb/>18 θαρροῦν codd.
<lb/>20 δεσποτα Pap: ὦ δέσποτα codd. εὐλάβεια Pap χρήσασθαι Pap, fort. recte μάλιστα διτταῖς Pap: διτταῖς αἰτίαις codd.
<lb/>21 αἰτίου Pap (Mang.): αἰτίου καὶ codd. προσρήσεσιν Pap τῆ τε τοῦ θεοῦ καὶ Tfj τοῦ κυρίου codd.</note> <note xml:lang="mul" type="footnote">11.
<lb/>12 DR fol. 261v DV p. 693 Φίλωνος: πᾶς σοφὸς θεοῦ φίλος ἐστίν (τῷ ὄντι add. DV).</note>  

<pb n="v.3.p.7"/>
ἀλλὰ τὴν δεσπότου, λίαν εὐλαβῶς καὶ σφόδρα κυρίως· καίτοι συνώνυμα
ταῦτ’ εἶναι λέγεται, κύριος καὶ δεσπότης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="23"><p>ἀλλ’ εἰ καὶ τὸ ὑποκείμενον ἓν καὶ ταὐτόν ἐστιν, ἐπινοίαις αἱ κλήσεις διαφέρουσι· κύριος μὲν γὰρ
παρὰ τὸ κῦρος, ὃ δὴ βέβαιόν ἐστιν, εἴρηται, κατ’ ἐναντιότητα ἀβεβαίου
<lb n="5"/> καὶ ἀκύρου, δεσπότης δὲ παρὰ τὸν δεσμόν, ἀφ’ οὗ τὸ δέος οἶμαι — ὥστε
τὸν δεσπότην κύριον εἶναι καὶ ἔτι ὡσανεὶ φοβερὸν κύριον, οὐ μόνον τὸ
κῦρος καὶ τὸ κράτος ἀνημμένον ἁπάντων, ἀλλὰ καὶ δέος καὶ φόβον
ἱκανὸν ἐμποιῆσαι —, τάχα μέντοι καὶ ἐπειδὴ τῶν ὅλων δεσμός ἐστι
συνέχων αὐτὰ ἄλυτα καὶ σφίγγων διαλυτὰ ὄντα ἐξ ἑαυτῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="24"><p>ὁ δὴ <lb n="10"/> φάσκων „δέσποτα, τί μοι δώσεις“ δυνάμει ταῦτα διεξέρχεται· οὐκ ἀγνοῶ
σου τὸ ὑπερβάλλον κράτος, ἐπίσταμαι τὸ φοβερὸν τῆς δυναστείας, δεδιὼς
καὶ τρέμων ἐντυγχάνω καὶ πάλιν θαρρῶ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="25"><p>σὺ γὰρ ἐθέσπισάς μοι μὴ φοβεῖσθαι, σύ μοι γλῶσσαν παιδείας ἔδωκας τοῦ γνῶναι ἡνίκα δεῖ
φθέγξασθαι, σὺ τὸ στόμα ἀπερραμμένον ἐξέλυσας, σὺ διοίξας ἐπὶ πλέον
<lb n="15"/> ἤρθρωσας, σὺ τὰ λεκτέα συνεβίβασας εἰπεῖν τὸν χρησμὸν βεβαιούμενος
ἐκεῖνον· „ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλλεις
  <milestone unit="altpage2" n="p. 477 M."/> λαλήσειν“ (Exod. 4,12).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="26"><p>τίς γὰρ ἐγενόμην, ἵνα σύ μοι λόγου μεταδῷς, ἵνα μισθὸν ὁμολογῇς, χάριτος καὶ δωρεᾶς ἀγαθὸν τελεώτερον; οὐ τῆς πατρίδος
εἰμὶ μετανάστης; οὐ τῆς συγγενείας ἀπελήλαμαι; οὐ τῆς πατρῴας οἰκίας
<lb n="20"/> ἠλλοτρίωμαι; οὐκ ἀποκήρυκτον καὶ φυγάδα πάντες ἔρημον καὶ ἄτιμον ὀνομάζουσιν;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="27"><p>ἀλλὰ σύ μοι, δέσποτα, ἡ πατρίς, σὺ ἡ συγγένεια, σὺ ἡ πατρῴα ἑστία, σὺ ἡ ἐπιτιμία, ἡ παρρησία, ὁ μέγας καὶ ἀοίδιμος καὶ ἀναφαίρετος πλοῦτος.
<note xml:lang="mul" type="footnote"><lb/>1 τὴν] τὴν τοῦ OAB δέσποτα P εὐλαβῶς Pap G, prius H: εὐσεβῶς ceteri καιρίως Pap HP
<lb/>2 ταῦτ’ Pad G: ταῦτα ceteri εἶναι Pap G: om. ceteri ὁ δεσπότης Mang. per errorem τὸ om. OAB
<lb/>3 αἱ κλήσεις] κεκλῆσθαι Pap διαφέρουσιν H
<lb/>4 βεβαίου ΑΒ
<lb/>5 τὸ Pap: om. codd.
<lb/>7 ἀνημμένον ἀπάντων Pap GHP: ἀνειμένον (post εἰ ras.) ἀπάντων Ο, ἀπάντων ἀνειμμένον ΑΒ (ει in ras. Α)
<lb/>8 δεσμός Mang.: δεσμῶν Pap, δεσπότης codd.
<lb/>9 διαλυτὰ ὄντα scripsi: ἃ διαλύεται G (sed ἃ supra scr. G2), διαλύοντα ceteri et Pap αὐτῶν OAB ὁ δὴ] ὦ δὴ H, οδεδε Pap, ὁ δὲ Mang.
<lb/>12 τυγχάνω vel ἐντυγχάνω <add>σοι</add> Cohn
<lb/>12 ἐθέσπισας OAB (Pap)?: θεσπίσας G1H1P, ὁ θεσπίσας G2H2
<lb/>13 εδωκας Pap: δέδωκας codd. ἡνίκα om. Α1Β, ἃ Α2
<lb/>14 φθεγξ(ασθαι) Pap: φθέγγεσθαι codd. ἀπεραμμένον Pap OB διήνοιξας OAB ἐπιπλέον codd.: επιπλειστον Pap
<lb/>15 ἀρθρώσας G Χρήμων Pap
<lb/>16 ἐκεῖνον om. OAB σε om. G 
<lb/>17 λαλήσειν] ποιῆσαι OAB λόγον ABG1, λόγων G2
<lb/>18 ἀγαθῶν H τελεώτερον Pap: τελειότερον codd.
<lb/>20 alterum καὶ] τε καὶ OAB 20.
<lb/>21 νομίζουσιν coni. Mang.
<lb/>21 alterum σὺ om. Pap 21.
<lb/>22 tertium σὺ ἡ — παρρησία om. Pap 
<lb/>22 περιουσία coni. Mang. αναι(ρε)τος Pap πλοῦτος] κλῆρος Pap</note> <note xml:lang="mul" type="footnote">8.
<lb/>9 Platonis Tim. p.
<lb/>41 Α.</note>  

<pb n="v.3.p.8"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="28"><p><milestone unit="altref" n="7"/> διὰ τί οὖν οὐχὶ θαρρήσω λέγειν ἃ φρονῶ; διὰ τί δ’ οὐ πεύσομαι μαθεῖν τι πλέον ἀξιῶν; ἀλλ’ ὁ λέγων ἐγὼ θαρρεῖν πάλιν ὁμολογῶ δεδιέναι καὶ καταπεπλῆχθαι, καὶ οὐκ ἔχει τὴν ἄμικτον ἐν ἐμοὶ μάχην φόβος τε καὶ θάρσος, ὡς ἴσως ὑπολήψεταί τις, ἀλλὰ τὴν ἀνακεκραμένην
 συμφωνίαν. ἀπλήστως οὖν εὐωχοῦμαι τοῦ κράματος, ὅ με ἀναπέπεικε μήτε ἄνευ εὐλαβείας παρρησιάζεσθαι μήτε ἀπαρρησιάστως εὐλαβεῖσθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>