<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:91-95</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:91-95</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="91"><p>μὴ γὰρ ὅτι ἡ ἑβδόμη δυνάμεως μὲν τῆς περὶ τὸ
ἀγένητον, ἀπραξίας δὲ τῆς περὶ τὸ γενητὸν δίδαγμά ἐστι, τὰ ἐπ’ αὐτῇ
νομοθετηθέντα λύωμεν, ὡς πῦρ ἐναύειν ἢ γεωπονεῖν ἢ ἀχθοφορεῖν ἢ
ἐγκαλεῖν ἢ δικάζειν ἢ παρακαταθήκας ἀπαιτεῖν ἢ δάνεια ἀναπράττειν <lb n="10"/>
 ἢ τὰ ἄλλα ποιεῖν, ὅσα κἀν τοῖς μὴ ἑορτώδεσι καιροῖς ἐφεῖται·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="92"><p>μηδ’
ὅτι ἡ ἑορτὴ σύμβολον ψυχικῆς εὐφροσύνης ἐστὶ καὶ τῆς πρὸς θεὸν εὐχαριστίας,
ἀποταξώμεθα ταῖς κατὰ τὰς ἐτησίους ὥρας πανηγύρεσι· μηδ’
ὅτι τὸ περιτέμνεσθαι ἡδονῆς καὶ παθῶν πάντων ἐκτομὴν καὶ δόξης
ἀναίρεσιν ἀσεβοῦς ἐμφαίνει, καθ’ ἣν ὑπέλαβεν ὁ νοῦς ἱκανὸς εἶναι γεννᾶν <lb n="15"/>
δι’ ἑαυτοῦ, ἀνέλωμεν τὸν ἐπὶ τῇ περιτομῇ τεθέντα νόμον· ἐπεὶ καὶ τῆς
περὶ τὸ ἱερὸν ἁγιστείας καὶ μυρίων ἄλλων ἀμελήσομεν, εἰ μόνοις προσέξομεν
 τοῖς δι’ ὑπονοιῶν δηλουμένοις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="93"><p>ἀλλὰ χρὴ ταῦτα μὲν σώματι
ἐοικέναι νομίζειν, ψυχῇ δὲ ἐκεῖνα· ὥσπερ οὖν σώματος, ἐπειδὴ <milestone unit="altpage1" n="p. 451 M."/>  ψυχῆς
ἐστιν οἶκος, προνοητέον, οὕτω καὶ τῶν ῥητῶν νόμων ἐπιμελητέον· <lb n="20"/>
φυλαττομένων γὰρ τούτων ἀριδηλότερον κἀκεῖνα γνωρισθήσεται, ὧν εἰσιν
οὗτοι σύμβολα, πρὸς τῷ καὶ τὰς ἀπὸ τῶν πολλῶν μέμψεις καὶ κατηγορίας
 ἀποδιδράσκειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="94"><p>οὐχ ὁρᾷς, ὅτι καὶ Ἀβραὰμ τῷ σοφῷ καὶ μεγάλα
ἀγαθὰ καὶ μικρὰ προσεῖναί φησι, καὶ καλεῖ τὰ μὲν μεγάλα ὑπάρχοντα
καὶ ὑπαρκτά, ἃ τῷ γνησίῳ κληρονομεῖν ἐφεῖται μόνῳ, τὰ δὲ μικρὰ <lb n="25"/>
δόματα, ὧν οἱ νόθοι καὶ ἐκ παλλακῶν ἀξιοῦνται (Gen. 25,5. 6)· ἐκεῖνα
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="95"><p> μὲν οὖν ἔοικε τοῖς φύσει, ταῦτα δὲ τοῖς θέσει νομίμοις. <milestone unit="altref" n="17"/> ἄγαμαι
καὶ τῆς παναρέτου Λείας, ἥτις ἐπὶ τῆς Ἀσὴρ γενέσεως, ὅς ἐστι τοῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 δέ M 2.
<lb/>3 μήτε κώμην om. P
<lb/>3 οἰκείαν H1
<lb/>4 τὴν] ἢ τὴν Α ἑαυτῆς Turn.: ἑαυτῇ Η2, ἑαυτοὺς MAPH1
<lb/>5 ῥητῆς coni. Mang.
<lb/>6 ἢ] οἱ Α 
<lb/>8 ἀγέννητον ΑΗ γεννητὸν ΑΗ
<lb/>9 πῦρ ἐναύειν Mang.: πῦρ ἐναυγεῖν MAP2, πυρεναυσεῖν H(P1?) γεηπονεῖν Α
<lb/>11 μὴ HP: μὴ ἐν MAL 
<lb/>12 τῆ ἑορτὴ M εὐφροσύνης] ἑορτῆς Α
<lb/>13 ταῖς] ἔταις Η
<lb/>14 ἡδονῶν 2 
<lb/>15 ἐμφαίνειν Α ὑπέβαλεν A
<lb/>16 ἀνελάβομεν Α
<lb/>17 ἀγιστίας Α ἀμελήσωμεν A
<lb/>21 τούτων H2: om. ceteri
<lb/>21 γνωσθήσεται HP
<lb/>22 τῷ] τὸ Α
<lb/>23 ὁ Ἁβραὰμ AHP
<lb/>23 σοφῶ μεγάλα Α
<lb/>25 καὶ] ἢ conicio
<lb/>26 δόγματα Α
<lb/>27 νομίμως Α
<lb/>28 τὴν πανάρετον Λείαν ι Mang.</note>  

<pb n="v.2.p.287"/>
αἰσθητοῦ καὶ νόθου σύμβολον πλούτου, φησί· „μακαρία ἐγώ, ὅτι μακαριοῦσί
με αἱ γυναῖκες“ (Gen. 30, 13)· στοχάζεται γὰρ ὑπολήψεως
ἐπιεικοῦς, δικαιοῦσα μὴ μόνον ὑπὸ ἀρρένων καὶ ἀνδρείων ὡς ἀληθῶς
λόγων ἐπαινεῖσθαι, παρ’ οἷς ἡ ἀλώβητος φύσις καὶ τὸ ἀληθὲς ἀδέκαστον
<lb n="5"/> τετίμηται, ἀλλὰ καὶ πρὸς τῶν θηλυτέρων, οἳ τῶν φαινομένων πάντα
τρόπον ἥττηνται μηδὲν ἔξω τούτων θεωρητὸν νοῆσαι δυνάμενοι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>