<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:81-85</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:81-85</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="81"><p>„καὶ
αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἔσται σου στόμα· σὺ <lb n="5"/>
δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν“ (Exod. 4, 15. 16)· ἐμφαντικώτατα τό
τε „προσλαλήσει σοι“ φάναι, οἷον διερμηνεύσει τὰ σά, καὶ ὅτι „ἔσται
σου <milestone unit="altpage1" n="p. 449 Μ."/>  στόμα“· διὰ γὰρ γλώττης καὶ στόματος φερόμενον τὸ τοῦ λόγου
νᾶμα συνεκφέρει τὰ νοήματα. ἀλλ’ ὁ μὲν λόγος ἑρμηνεὺς διανοίας πρὸς
ἀνθρώπους, ἡ δὲ διάνοια γίνεται τῷ λόγῳ τὰ πρὸς τὸν θεόν, ταῦτα δέ <lb n="10"/>
 ἐστιν ἐνθυμήματα, ὧν μόνος ὁ θεὸς ἐπίσκοπος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="82"><p>ἀναγκαῖον οὖν ἐστι τῷ
μέλλοντι πρὸς ἀγῶνα σοφιστικὸν ἀπαντᾶν ἐπιμεμελῆσθαι λόγων ἐρρωμένως
οὕτως, ὡς μὴ μόνον ἐκφεύγειν τὰ παλαίσματα, ἀλλὰ καὶ ἀντεπιτιθέμενον
 ἀμφοτέροις, τέχνῃ τε καὶ δυνάμει, περιεῖναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="83"><p>ἢ οὐχ ὁρᾷς τοὺς
ἐπαοιδοὺς καὶ φαρμακευτὰς ἀντισοφιστεύοντας τῷ θείῳ λόγῳ καὶ τοῖς <lb n="15"/>
παραπλησίοις τολμῶντας ἐγχειρεῖν, οὐχ οὕτως ἐπὶ τῷ τὴν ἰδίαν ἐπιστήμην
ἀποφῆναι περιβόητον, ὡς ἐπὶ τῷ διασῦραι καὶ χλευάσαι τὰ γινόμενα;
καὶ γὰρ τὰς βακτηρίας εἰς δρακόντων μεταστοιχειοῦσι φύσεις, καὶ
τὸ ὕδωρ εἰς αἵματος χρόαν μετατρέπουσι, καὶ τῶν βατράχων τὸ ὑπολειφθὲν
ἐπῳδαῖς ἀνέλκουσιν ἐπὶ γῆν (Exod. 7, 12. 22. 8, 7), καὶ πάντα <lb n="20"/>
οἱ κακοδαίμονες τὰ πρὸς τὸν οἰκεῖον ὄλεθρον συναύξοντες ἀπατᾶν
 δοκοῦντες ἀπατῶνται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="84"><p>πρὸς οὓς πῶς ἐνῆν ἀπαντῆσαι μὴ τὸν ἑρμηνέα
διανοίας λόγον, Ἀαρὼν ἐπίκλησιν, ἑτοιμασάμενον; ὃς νῦν μὲν εἴρηται
στόμα, αὖθις δὲ καὶ προφήτης κεκλήσεται, ὅταν καὶ ὁ νοῦς ἐπιθειάσας
προσρηθῇ θεός· „δίδωμι γάρ σε“ φησί „θεὸν Φαραώ, καὶ Ἀαρὼν ὁ <lb n="25"/>
ἀδελφός σου ἔσται σου προφήτης“ (Exod. 7, 1). ὢ ἀκολουθίας ἐναρμονίου·
τὸ γὰρ ἑρμηνεῦον τὰ θεοῦ προφητικόν ἐστι γένος ἐνθέῳ κατοκωχῇ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="85"><p>τε καὶ μανίᾳ χρώμενον. τοιγαροῦν „ἡ ῥάβδος ἡ Ἀαρὼν κατέπιε τὰς
<note xml:lang="mul" type="footnote"><lb/>2 ὑπηχήσεις H: ὑφηχήσεις MA, ἐπηχήσεις P
<lb/>3 ἄνευ] ἐκ Α
<lb/>4 λόγου] λόγχης Α
<lb/>5 post προσλαλήσει add. καὶ M σου] σοι HP1 σὺ] σοὶ H
<lb/>6 αὐτὸς Α ἐμφατικώτατα M
<lb/>7 σοι om. P
<lb/>7 διερμηνεύσει τὰ σά HP: διερμηνεέσεται M, διερμηνεὺς Α
<lb/>12 ἐπιμεμελῆσθαι MP: ἐπιμελεῖσθαι AH 12.
<lb/>13 ἐρρωμένος Α
<lb/>19 τρέπουσι v
<lb/>20 ἀνέχουσιν Α 
<lb/>24 στόμα Mang. : σόφισμα codd. κληθήσεται Α
<lb/>25 προρηθῆ M ὁ θεός Α σε] σοι Α
<lb/>6 Ἀαρὼν
<lb/>6 Α
<lb/>26 έσται σου om. P
<lb/>27 ἐν θεῶ ΑΗ κατοκωχῇ scripsi : κατακωχῆ codd.
<lb/>28 ἡ Ἀαρὼν M: Ἀαρὼν ceteri</note> <note xml:lang="lat" type="footnote">21.
<lb/>22 cf. Rh. Mus. XLIX p. 309.</note>  

<pb n="v.2.p.285"/>
ἐκείνων ῥάβδους“ (Exod. 7,12), ὡς δηλοῖ τὸ λόγιον· ἐγκαταπίνονται γὰρ
καὶ ἀφανίζονται πάντες οἱ σοφιστικοὶ λόγοι τῇ τῆς φύσεως ἐντέχνῳ
ποικιλίᾳ, ὡς ὁμολογεῖν ὅτι „δάκτυλος θεοῦ“ (Exod. 8, 19) τὰ γινόμενά
ἐστιν, ἴσον τῷ γράμμα θεῖον διαγορεῦον ἀεὶ σοφιστείαν ὑπὸ σοφίας
<lb n="5"/> ἡττᾶσθαι· δακτύλῳ γὰρ θεοῦ καὶ τὰς πλάκας, ἐν αἷς ἐστηλιτεύθησαν
οἱ χρησμοί, φησὶν ὁ ἱερὸς λόγος γραφῆναι (Exod. 32, 16). διόπερ
οὐκέτι δύνανται οἱ φαρμακευταὶ στῆναι ἐναντίον Μωυσεῖ, πίπτουσι δ’ ὡς
ἐν ἀγῶνι ῥώμῃ τοῦ ἀντιπάλου νικηθέντες καρτερᾷ (Exod. 8, 18).
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>