<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:76-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:76-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="76"><p><milestone unit="altref" n="14"/> διὸ καὶ Μωυσῆς ὁ πάνσοφος παραιτεῖται μὲν εἰς τὴν τῶν εὐλόγων καὶ πιθανῶν ἐπίσκεψιν ἐλθεῖν, ἀφ’ οὗ τὸ ἀληθείας
φέγγος ἤρξατο ὁ θεὸς ἐναστράπτειν αὐτῷ διὰ τῶν ἐπιστήμης καὶ
σοφίας αὐτῆς ἀθανάτων λόγων, ἄγεται δὲ οὐδὲν ἧττον πρὸς τὴν θέαν
αὐτῶν οὐχ ἕνεκα τοῦ πλειόνων ἔμπειρος γενέσθαι πραγμάτων — ἀποχρῶσι
<lb n="10"/> γὰρ αἱ περὶ θεοῦ καὶ τῶν ἱερωτάτων αὐτοῦ δυνάμεων ζητήσεις
τῷ φιλοθεάμονι —, ἀλλ’ ὑπὲρ τοῦ περιγενέσθαι τῶν ἐν Αἰγύπτῳ σοφιστῶν,
οἷς αἱ μυθικαὶ πιθανότητες πρὸ τῆς τῶν ἀληθῶν ἐναργείας τετίμηνται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="77"><p>ὅταν μὲν οὖν τοῖς τοῦ πανηγεμόνος ἐμπεριπατῇ πράγμασιν ὁ νοῦς, οὐδενὸς ἑτέρου προσδεῖται πρὸς τὴν θεωρίαν, ἐπειδὴ τῶν νοητῶν
<lb n="15"/> μόνη διάνοια ὀφθαλμὸς ὀξυωπέστατος· ὅταν δὲ καὶ τοῖς κατὰ αἴσθησιν
ἢ πάθος ἢ σῶμα, ὧν ἐστιν ἡ Αἰγύπτου χώρα σύμβολον, δεήσεται καὶ
τῆς περὶ λόγους τέχνης ὁμοῦ καὶ δυνάμεως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="78"><p>οὗ χάριν ἐπάγεσθαι τὸν Ἀαρὼν αὐτῷ διείρηται, τὸν προφορικὸν λόγον· „οὐκ ἰδοὺ“ φησίν „Ἀαρὼν
ὁ ἀδελφός σου“; μιᾶς γὰρ ἀμφοῖν τῆς λογικῆς φύσεως μητρὸς οὔσης
<lb n="20"/> ἀδελφὰ δήπου τὰ γεννήματα. „ἐπίσταμαι, ὅτι λαλήσει“· διανοίας μὲν
γὰρ τὸ καταλαμβάνειν, προφορᾶς δὲ τὸ λαλεῖν ἴδιον. „λαλήσει“ φησίν
„αὐτός σοι“· τὰ γὰρ ἐν αὐτῷ ταμιευόμενα μὴ δυνάμενος ὁ νοῦς ἀπαγγεῖλαι
τῷ πλησίον ἑρμηνεῖ χρῆται λόγῳ πρὸς τὴν ὧν πέπονθε δήλωσιν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="79"><p>εἶτ’ ἐπιλέγει· „ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι“, ἐπειδὴ τῷ <lb n="25"/> ὄντι ὁ λόγος τοῖς ἐνθυμήμασιν ὑπαντῶν, ῥήματα καὶ ὀνόματα προστιθεὶς
χαράττει τὰ ἄσημα, ὡς ἐπίσημα ποιεῖν. καὶ „ἰδών σε“ φησί „χαρήσεται
ἐν αὐτῷ“ (Exod. 4, 14)· γήθει γὰρ ὁ λόγος καὶ εὐφραίνεται, ὅταν
μὴ ἀμυδρὸν ᾖ τὸ ἐνθύμημα, διότι τηλαυγοῦς ὄντος ἀπταίστῳ καὶ εὐτρόχῳ
διερμηνεύσει χρῆται κυρίων καὶ εὐθυβόλων καὶ γεμόντων πολλῆς ἐμφάσεως
<lb n="30"/> εὐπορῶν ὀνομάτων· </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="80"><p><milestone unit="altref" n="15"/> ἐπειδὰν γοῦν ἀδηλότερά πως ᾖ τὰ νοήματα, κατὰ κενοῦ βαίνει καὶ ὀλισθὼν πολλάκις μέγα πτῶμα ἔπεσεν,
<note xml:lang="mul" type="footnote"><lb/>1 λόγων om. Α συνηθείας L ἠρεμίας om. HP
<lb/>8 αὐτῆς om. HP λέγεται H δ’ H 9.
<lb/>10 ἀποχρῶσαι A
<lb/>12 οἶς αἱ Mang.: ὅσαι codd. πρὸς H1
<lb/>15 ὀξυδερκέστατος Α κατ’ Η2
<lb/>18 διήρηται Α
<lb/>19 post ἀμφοῖν add. οὔσης HP
<lb/>20 λαλήσει M: λαλεῖ AHP
<lb/>22 αὑτῷ 2 
<lb/>23 πέπονθεν M
<lb/>24 σοι M: σου AHP
<lb/>27 γηθεῖ v εὐφραίνεται Mang. : εὐφορεῖ MHP, εὐφορία A
<lb/>30 ἀπορῶν Α</note>  

<pb n="v.2.p.284"/>
ὡς μηκέτι ἀναστῆναι δύνασθαι. „καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ
ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ“, ἴσον τῷ ὑπηχήσεις αὐτῷ τὰ ἐνθυμήματα,
ἃ ῥημάτων καὶ λόγων ἀδιαφορεῖ θείων· ἄνευ γὰρ τοῦ ὑποβολέως
 οὐ φθέγξεται ὁ λόγος, ὑποβολεὺς δὲ λόγου νοῦς, ὡς νοῦ θεός.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>