<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:71-75</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:71-75</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="71"><p>ἔοικεν, ὁ δὲ ἀπορροῇ, <lb n="10"/>
πηγῇ μὲν ὁ ἐν διανοίᾳ, προφορὰ δὲ ἡ διὰ στόματος καὶ γλώττης ἀπορροῇ.
ἑκάτερον δὲ εἶδος λόγου βελτιωθῆναι πολὺς πλοῦτος, διάνοιαν μὲν
εὐλογιστίᾳ πρὸς πάντα μικρὰ καὶ μείζω χρωμένην, προφορὰν δὲ ὑπὸ
 παιδείας ὀρθῆς ἡνιοχουμένην.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="72"><p>πολλοὶ γὰρ λογίζονται μὲν τὰ βέλτιστα,
ὑπὸ δὲ ἑρμηνέως κακοῦ προὐδόθησαν, λόγου, μουσικὴν τὴν ἐγκύκλιον οὐκ <lb n="15"/>
ἐκπονήσαντες· οἱ δὲ ἔμπαλιν ἑρμηνεῦσαι μὲν ἐγένοντο δυνατώτατοι, βουλεύσασθαι
δὲ φαυλότατοι, καθάπερ οἱ λεγόμενοι σοφισταί· τούτων γὰρ
ἀχόρευτος μὲν καὶ ἄμουσος ἡ διάνοια, πάμμουσοι δὲ αἱ διὰ τῶν φωνητηρίων
 ὀργάνων διέξοδοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="73"><p>χαρίζεται δὲ ὁ θεὸς τοῖς ὑπηκόοις ἀτελὲς
οὐδέν, πλήρη δὲ καὶ τέλεια πάντα· διὸ καὶ νῦν τὴν εὐλογίαν οὐχ ἑνὶ <lb n="20"/>
λόγου τμήματι, τοῖς δὲ μέρεσιν ἀμφοτέροις ἐπιπέμπει δικαιῶν τὸν εὐεργετούμενον
καὶ ἐνθυμεῖσθαι τὰ βέλτιστα καὶ ἐξαγγέλλειν τὰ νοηθέντα
δυνατῶς· ἡ γὰρ τελειότης δι’ ἀμφοῖν, ὡς ἔοικε, τοῦ τε ὑποβάλλοντος
 τὰ ἐνθυμήματα καθαρῶς καὶ τοῦ διερμηνεύοντος αὐτὰ ἀπταίστως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="74"><p>ἢ
οὐχ ὁρᾷς τὸν Ἄβελ — ὄνομα δέ ἐστι τὰ θνητὰ πενθοῦντος καὶ τὰ ἀθάνατα <lb n="25"/>
εὐδαιμονίζοντος —, ὡς ἀνεπιλήπτῳ μὲν κέχρηται διανοίᾳ, τῷ δὲ
μὴ γεγυμνάσθαι περὶ λόγους ἥττηται πρὸς δεινοῦ παλαῖσαι Κάιν τέχνῃ
 μᾶλλον ἢ ῥώμῃ περιγενέσθαι δυναμένου;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="75"><p>διὸ καὶ θαυμάζων τῆς περὶ
τὴν φύσιν εὐμοιρίας τὸν τρόπον αἰτιῶμαι τοσοῦτον, ὅτι προκληθεὶς εἰς
<note xml:lang="mul" type="footnote"><lb/>1 τῶ ante θλαδίαν add. H2 1.
<lb/>2 ἀποκεκομμένην Α
<lb/>2 τὸν Α: τὸ P, τῶ H, om. M, τῷ τὸν ν
<lb/>5 ἐπιγραφόμενος scripsi (cf. Clem.): αἰνιττόμενος codd.
<lb/>7 δέ ἐστιν M
<lb/>8 πρότερον Η
<lb/>10 ἐπ’ ἀρετῆς] ἐπαινετόν Mang. ἔοικεν om. Α 
<lb/>11 προφορὰ H2: προφορὰ MH1P, προφοραὶ Α διὰ] ἀπὸ Η 11.
<lb/>12 ἀπορροὴ H: ἀπορροὴ MAP
<lb/>12 διάνοια HP
<lb/>13 μεῖζον HP χρωμένην Turn.: χρωμένη codd. προφορὰ H
<lb/>14 ἡνιοχουμένη HP βέλτια P
<lb/>18 διὰ om. M
<lb/>21 ἐπινέμει coni. Μang.
<lb/>23 τε Cohn: γε codd.
<lb/>25 ἐστι τοῦ τὰ H2 
<lb/>27 Κάιν Μang.: καὶ codd.
<lb/>28 ante τῆς add. αὐτὸν H2
<lb/>29 τοῦτον H2</note>  

<pb n="v.2.p.283"/>
ἅμιλλαν λόγων ἧκεν ἀγωνιούμενος, δέον ἐπὶ τῆς συνήθους ἠρεμίας στῆναι
πολλὰ χαίρειν φράσαντα τῷ φιλονείκῳ, εἰ δ’ ἄρα ἐβούλετο πάντως διαγωνίσασθαι,
 μὴ πρότερον κονίσασθαι ἢ τοῖς  <milestone unit="altpage2" n="p. 448 M."/> τεχνικοῖς παλαίσμασιν ἐνασκηθῆναι·
τῶν γὰρ ἀγροικοσόφων οἱ τὰ πολιτικὰ κεκομψευμένοι μάλιστά
<lb n="5"/> πως εἰώθασι περιεῖναι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>