<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:66-70</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:66-70</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="66"><p>ἔνιοι
δὲ προσυπερβάλλοντες οὐ μόνον τῷ τῆς ἐπιθυμίας ἐχρήσαντο γένει, ἀλλὰ <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 κατὰ] καὶ τὰ L
<lb/>3 post ἀδελφαὶ vid. add. κακίαι vel κῆρες
<lb/>4 ὁ ὀρθὸς H2: ὀρθὸς ὁ ceteri
<lb/>6 ἀγαθῶν ι vel διὸ ι pro ᾦ conicio ᾦ] ἐφ’ ᾧ vel Mang.
<lb/>8 ὀλίγον Α οὖν om. Α
<lb/>9 6 om. Α
<lb/>15 τῶ MH2: τῶν AH1P
<lb/>20 πολυπληθῆ (sic!) φησι MA: φησί, πολυπληθεῖ HP ἐν scripsi: ἐπὶ codd.
<lb/>21 ἕρπουσιν addidi βδέλυγμά conicio
<lb/>22 ἀλλ’] ἄρ’ conicio μὴ MA: ἡ H2, om. H1P ἀλλὰ MAP: ἀλλ’ ἡ H
<lb/>23 τῆς γῆς coni. Mang. τὰ τοῦ σώματος HP 23.
<lb/>24 πολιχνέύουσα H
<lb/>26 δὲ HP
<lb/>27 ἣν γῆν HP τὸ om. A</note>  

<pb n="v.2.p.281"/>
καὶ τὸ ἀδελφὸν αὐτῇ πάθος, τὸν θυμόν, προσεκτήσαντο, βουληθέντες
ὅλον τὸ τῆς ψυχῆς ἄλογον ἐκζωπυρῆσαι μέρος, τὸν δὲ νοῦν διαφθεῖραι·
τὸ γὰρ εἰρημένον λόγῳ μὲν ἐπὶ ὄφεως, ἔργῳ δὲ ἐπὶ παντὸς ἀλόγου καὶ
φιλοπαθοῦς ἀνθρώπου χρησμὸς ὡς ἀληθῶς ἐστι θεῖος· „ἐπὶ τῷ στήθει
<lb n="5"/> καὶ τῇ κοιλίᾳ πορεύσῃ“ (Gen. 3, 14)· περὶ μὲν γὰρ τὰ στέρνα ὁ θυμός,
τὸ δὲ ἐπιθυμίας εἶδος ἐν κοιλίᾳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="67"><p>πορεύεται δὲ ὁ ἄφρων δι’ ἀμφοτέρων, θυμοῦ τε καὶ ἐπιθυμίας, ἀεὶ μηδένα διαλείπων χρόνον, τὸν ἡνίοχον καὶ
βραβευτὴν νοῦν ἀποβαλών· ὁ δ’ ἐναντίος τούτῳ θυμὸν μὲν καὶ ἐπιθυμίαν
ἐκτέτμηται, κυβερνήτην δὲ ἐπιγέγραπται λόγον θεῖον, καθὰ καὶ
<lb n="10"/> Μωυσῆς ὁ θεοφιλέστατος, ὅς, ὅταν τὰς ὁλοκαύτους τῆς ψυχῆς ἱερουργῇ
θυσίας, „τὴν μὲν κοιλίαν ἐκπλυνεῖ“ (Lev. 8, 21), τουτέστιν ὅλον τὸ
ἐπιθυμίας εἶδος ἐκνίψεται, τὸ δὲ „στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως
ἀφελεῖ“ (Lev. 8, 29), σύμπαντα δήπου τὸν πολεμικὸν θυμόν, ἵνα
τὸ λοιπὸν μέρος καὶ ἄμεινον τῆς ψυχῆς, τὸ λογικόν, μηδενὸς ἀντισπῶντος
<lb n="15"/> ἔτι καὶ μεθέλκοντος ἐλευθέροις καὶ εὐγενέσι τῷ ὄντι χρήσηται πρὸς τὰ
καλὰ πάντα ὁρμαῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="68"><p>οὕτως γὰρ εἴς τε πλῆθος καὶ μέγεθος ἐπιδώσει· λέγεται γάρ· „ἕως τίνος παροξυνοῦσιν ὁ λαὸς οὗτος; καὶ ἕως τίνος οὐ
πιστεύσουσί μοι ἐν πᾶσι τοῖς  σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς; πατάξω
αὐτοὺς θανάτῳ  καὶ ἀπολῶ αὐτούς, καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ
<lb n="20"/> πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ ἢ τοῦτο“ (Num. 14, 11. 12)·
ἐπειδὰν γὰρ ὁ θυμῷ καὶ ἐπιθυμίᾳ χρώμενος πολὺς ὅμιλος καταλυθῇ
τῆς ψυχῆς, πάντως εὐθὺς ὁ τῆς λογικῆς φύσεως διεξηρτημένος ἀνίσχει
καὶ ἀνατέλλει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="69"><p>ὥσπερ δὲ τὸ πολύπουν καὶ ἄπουν, ἐναντία ὄντα ἐν τῷ  γένει τῶν ἑρπετῶν, ἀκάθαρτα  <milestone unit="altpage2" n="p. 447 M."/> ἀναγράφεται, οὕτως καὶ ἡ ἄθεος καὶ
<lb n="25"/> πολύθεος ἀντίπαλοι ἐν ψυχῇ δόξαι βέβηλοι. σημεῖον δέ· ἀμφοτέρας ὁ
<note xml:lang="mul" type="footnote"><lb/>6 ἕδος coni. Mang.
<lb/>8 βραβευτὴν] κυβερνήτην coni. Mang. νοῦν] λόγον Η ύτω H: τούτων MAP
<lb/>9 θεῖον λόγον HP
<lb/>12 εἶδος om. Α, ἕδος Mang. <lb n="13"/> ἀφελῆ Α δήπου MA: δὴ HP
<lb/>15 post εὐγενέσιν add. ὀφθαλμοῖς 2 ὁρμαῖς (lin. 16) hic posuit Mang.
<lb/>16 ὁρμαῖς] ὁρᾶν H
<lb/>22 τῆς ψυχῆς om. MA 
<lb/>25 ἀντίπαλος P ψυχαῖς Α</note> <note xml:lang="mul" type="footnote"><lb/>23 sqq. Clemens Protrept. §
<lb/>25 p.
<lb/>21 P: ἀκρότητες ἄρα ἀμαθίας ἀθεότης καὶ δεισιδαιμονία, ὧν ἐκτὸς μένειν σπουδαστέον. οὐχ ὁρᾷς τὸν ἱεροφάντην τῆς ἀληθείας Μωυσέα προστάττοντα θλαδίαν καὶ ἀποκεκομμένον μὴ ἐκκλησιάζειν καὶ προσέτι τὸν ἐκ πόρνης; αἰνίττεται δὲ διὰ μὲν τῶν προτέρων τὸν ἄθεον τρόπον τὸν τῆς θείας καὶ γονίμου δυνάμεως ἐστερημένον, διὰ δὲ τοῦ λοιποῦ τοῦ τρίτου τὸν πολλοὺς ἐπιγραφόμενον ψευδωνύμους θεοὺς ἀντὶ τοῦ μόνου ὄντος θεοῦ, ὥσπερ ὁ ἐκ τῆς πόρνης τοὺς πολλοὺς ἐπιγράφεται πατέρας ἀγνοίᾳ τοῦ πρὸς ἀλήθειαν πατρός.</note>  

<pb n="v.2.p.282"/>
νόμος ἐκκλησίας ἱερᾶς ἀπελήλακε, τὴν μὲν ἄθεον θλαδίαν καὶ ἀποκεκομμένον
εἴρξας ἐκκλησιάζειν, τὴν δὲ πολύθεον τὸν ἐκ πόρνης ὁμοίως
κωλύσας ἀκούειν ἢ λέγειν (Deut. 23, 1. 2)· ἄθεος μὲν γὰρ ὁ ἄγονος,
πολύθεος δὲ ὁ ἐκ πόρνης τυφλώττων περὶ τὸν ἀληθῆ πατέρα καὶ διὰ
τοῦτο πολλοὺς ἀνθ’ ἑνὸς γονεῖς ἐπιγραφόμενος.</p><lb n="5"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="70"><p><milestone unit="altref" n="13"/> Δύο μὲν αὗται δωρεαὶ προείρηνται, θεωρητικοῦ τε ἐλπὶς βίου
καὶ πρὸς πλῆθος καὶ μέγεθος τῶν καλῶν ἐπίδοσις. τρίτη δ’ ἐστὶν εὐλογία,
ἧς ἄνευ βεβαιώσασθαι τὰς προτέρας χάριτας οὐκ ἔστι· λέγει γάρ·
„καὶ εὐλογήσω σε“, τουτέστιν ἐπαινετὸν λόγον δωρήσομαι· τὸ γὰρ εὖ
 πάντως ἐπ’ ἀρετῆς· λόγος δὲ ὁ μὲν πηγῇ</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>