<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:26-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:26-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="26"><p><milestone unit="altref" n="6"/> καὶ τί θαυμάζομεν, εἰ τὸν ὑπηγμένον κράτει πάθους ἀλόγου προτρέπει <lb n="25"/>  μὴ ἐνδιδόναι μηδὲ τῇ ῥύμῃ τῆς ἐκείνου φορᾶς κατασυρῆναι,
βιάσασθαι δὲ ἀντισχόντα κἄν, εἰ μὴ δύναιτο, ἀποδρᾶναι; δευτέρα γὰρ
ἔφοδος εἰς σωτηρίαν τοῖς ἀμύνεσθαι μὴ δυναμένοις δρασμός ἐστιν· ὁπότε
<note xml:lang="mul" type="footnote"><lb/>1 θαυμαστώσας Α ἦν om. Η μέγα] μέρος Η
<lb/>4 ἐλθόντος L 
<lb/>5 ἀδελφοῖς MA: ἀνθρώποις HP
<lb/>6 οἰομένοις Η
<lb/>9 τῶν om. Α
<lb/>10 τὸ aate Αἴγυπτον fort. add. 11.
<lb/>12 ἀνέχεσθαι, ἐνθάπεσθαι, παρέπεσθαι Mang.: ανέχεται, ἐνθάπτεται, παρέπεται codd.
<lb/>11 οὐδὲν θάπτεται Α
<lb/>12 κεχωρηκὼς coni. Mang. vel ὀστᾶ add.
<lb/>13 οὗτος καὶ τιθηνὸς HP
<lb/>15 διακρίνει Cohn: διακρίνεται codd. 15.
<lb/>16 παρελθόντα, fortasse servato διακρίνεται legendum παρ’ ἐλπίδα (cf. lin. 23), πρλυNντα coni. Mang. 16.
<lb/>17 ἀφαυανθέντα coni. Mang.
<lb/>17 προτρέπει HP
<lb/>18 μητέρα <add>Αἴγυπτον</add> probahiliter coni. Mang. 19—21 ὑπερβάλλοντας τάχει χρώμενος (corr. ex χρωμένους) ὁ νοῦς τήν τε L (om. χρωμένους — συντόνῳ) 
<lb/>19 δεῖν om. H
<lb/>20 δ’ ἔστιν Α ἶνα M, ἣν L
<lb/>21 ἀνενδότῳ Mang.
<lb/>22 ποιεῖται L καὶ] εἰς coni. Mang.
<lb/>23 εὐχαριστείαν Η ἐξειλατο Α
<lb/>26 εἰ μὴ κρατεῖν δύναιτο vel εἰ μὴ ἀμύναιτο conicio</note>  

<pb n="v.2.p.274"/>
καὶ τὸν ἀγωνιστὴν φύσει καὶ μηδέποτε παθῶν δοῦλον γεγενημένον, ἀεὶ
δὲ ἀθλοῦντα τοὺς πρὸς ἕκαστον αὐτῶν ἄθλους, οὐκ ἐᾷ μέχρι παντὸς
τοῖς παλαίσμασι χρήσασθαι, μή ποτε τῷ συνεχεῖ τῆς εἰς ταὐτὸ συνόδου
χαλεπὴν ἀπ’ ἐκείνων κῆρα ἀναμάξηται· πολλοὶ γὰρ ἤδη καὶ ἀντιπάλου
 κακίας ἐγένοντο μιμηταί, ὡς ἀρετῆς ἔμπαλιν ἕτεροι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="27"><p>διὸ λόγιον ἐχρήσθη <lb n="5"/>
τοιόνδε· „ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν
σου, καὶ ἔσομαι μετὰ σοῦ“ (Gen. 31, 3), ἴσον τῷ γέγονας μὲν ἀθλητὴς
τέλειος καὶ βραβείων καὶ στεφάνων ἠξιώθης ἀγωνοθετούσης ἀρετῆς καὶ
προτεινούσης ἆθλά σοι τὰ νικητήρια· κατάλυσον δὲ ἤδη τὸ φιλόνεικον,
ἵνα μὴ πάντοτε πονῇς, ἀλλὰ καὶ τῶν πονηθέντων ἀπόνασθαι δυνηθῇς. <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="28"><p>τοῦτο δὲ ἐνταυθοῖ καταμένων οὐδέποτε εὑρήσεις τοῖς αἰσθητοῖς ἔτι
συνοικῶν καὶ ταῖς σωματικαῖς ἐνδιατρίβων ποιότησιν, ὧν Λάβαν ἐστὶν
ἔξαρχος — ὄνομα δὲ ποιότητος τοῦτ’ ἐστίν —, ἀλλὰ μετανάστην χρὴ
γενέσθαι εἰς τὴν πατρῴαν γῆν τὴν ἱεροῦ λόγου καὶ τρόπον τινὰ τῶν
ἀσκητῶν πατρός· ἡ δ’ ἐστὶ σοφία, τῶν φιλαρέτων ψυχῶν ἄριστον <lb n="15"/>
 ἐνδιαίτημα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="29"><p>ἐν ταύτῃ τῇ χώρᾳ καὶ γένος ἐστί σοι τὸ αὐτομαθές, τὸ
αὐτοδίδακτον, τὸ νηπίας καὶ γαλακτώδους τροφῆς ἀμέτοχον, τὸ χρησμῷ
θείῳ καταβαίνειν εἰς Αἴγυπτον κεκωλυμένον (Gen. 26, 2) καὶ τῆς σαρκὸς
 ἐντυγχάνειν δελεαζούσαις ἡδοναῖς, ἐπίκλησιν Ἰσαάκ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="30"><p>οὗ τὸν κλῆρον
παραλαβὼν ἐξ ἀνάγκης ἀποθήσῃ τὸν πόνον· αἱ γὰρ ἀφθονίαι τῶν ἑτοίμων <lb n="20"/>
καὶ κατὰ χειρὸς ἀγαθῶν <milestone unit="altpage1" n="p. 441 M"/>  ἀπονίας αἴτιαι. πηγὴ δέ, ἀφ’ ἧς ὀμβρεῖ
τὰ ἀγαθά, ἡ τοῦ φιλοδώρου θεοῦ σύνοδός ἐστιν· οὗ χάριν ἐπισφραγιζόμενος
τὰ τῶν εὐεργεσιῶν φησιν· „ἔσομαι μετὰ σοῦ“.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>