<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:211-215</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:211-215</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="211"><p>μεθαρμοσάμενος καὶ μετασκευασάμενος, ὅσα τῷ δοκεῖν, ἀκολούθησον τὸ
πρῶτον οἷς ἂν ἐθέλῃ καὶ πρὸς μηδὲν ἐναντιωθεὶς ὁμολόγησον τὰ αὐτὰ
φιλεῖν τε καὶ μισεῖν· οὕτω γὰρ ἐξευμενισθήσεται. πραϋνθέντος δὲ
ἀποθήσῃ τὴν ὑπόκρισιν, καὶ μηδὲν ἔτι προσδοκῶν ἐξ ἐκείνου κακὸν <lb n="15"/>
πείσεσθαι μετὰ ῥᾳστώνης ἐπανελεύσῃ πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="212"><p>εἰσάγεται γὰρ διὰ τοῦτο Χαρρὰν θρεμμάτων μὲν ἀνάπλεως, οἰκήτορσι
δὲ κεχρημένη κτηνοτρόφοις· τί γὰρ ἂν εἴη χωρίον ἀλόγῳ φύσει καὶ
τοῖς τὴν ἐπιμέλειαν καὶ προστασίαν αὐτῆς ἀνειληφόσιν ἐπιτηδειότερον
 τῶν ἐν ἡμῖν αἰσθήσεων;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="213"><p>πυθομένου γοῦν τοῦ ἀσκητοῦ „πόθεν <milestone unit="altpage1" n="p. 470 M."/>  ἐστέ“
ἀποκρίνονται τἀληθὲς οἱ ποιμένες ὅτι „ἐκ Χαρράν“ (Gen. 29, 4)·  ἐκ
γὰρ αἰσθήσεως αἱ ἄλογοι ὡς ἐκ διανοίας αἱ λογικαὶ δυνάμεις εἰσί.
προσπυθομένου δέ, εἰ γινώσκουσι Λάβαν, φασὶν εἰκότως εἰδέναι (Gen.
29, 5)·  γνωρίζει γὰρ τὸ χρῶμα καὶ πᾶσαν ποιότητα αἴσθησις, ὡς
 οἴεται, χρωμάτων δὲ καὶ ποιοτήτων ὁ Λάβαν σύμβολον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="214"><p>καὶ αὐτὸς δὲ <lb n="25"/>
ἐπειδὰν ἤδη τελειωθῇ, τὸν μὲν τῶν αἰσθήσεων οἶκον ἀπολείψει, τὸν
δὲ τῆς ψυχῆς ὡς ψυχῆς ἱδρύεται, ὃν ἔτι ὢν ἐν τοῖς πόνοις καὶ ταῖς
ἀσκήσεσιν ἀναζωγραφεῖ· λέγει γάρ· „πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;“
<note xml:lang="mul" type="footnote"><lb/>2 ἑαυτῶν Α τράπηται] δραπετεύῃ coni. Mang.
<lb/>4 τοῦ κρείττονος AP2 
<lb/>6 κἀξηγριωμένον P ἠγριωμένον L
<lb/>7 ὃ] ὃν MP1
<lb/>8 ἀτίθασσος v ζωπυρεῖ coni. Mang. αὐτῶ Α
<lb/>9 δήξηται Α καταψήχων M
<lb/>10 τιθασσὸν v
<lb/>11 βλάψαι scripsi: βλάψοι codd. τιθασσείας v
<lb/>12 τὸ δοκεῖν Α 12.
<lb/>13 τῶ πρώτω Α
<lb/>13 ἐθέλοι Α ἐναντιωθῆς Η 
<lb/>18 χωρίον om. A
<lb/>19 ἐστὶν 11-
<lb/>22 γιγνώσκουσι M
<lb/>24 τὸ] πᾶν conicio ποιότητος H, ποιό ττ P αἴσθησιν HP1
<lb/>25 οἴονται coni. Mang. ποιο ττ, H, ποιό ττ P, ποιότητος Turn.
<lb/>26 ἀπολήψει Α
<lb/>27 ἱδρύσεται Mang. ὃν om. Α
<lb/>28 ἀσκήσεσιν Mang. : αἰσθήσεσιν codd. ἀναζωγραφοῖ HP</note>  

<pb n="v.2.p.311"/>
(Gen. 30, 30). πότε τῶν αἰσθητῶν καὶ αἰσθήσεων ὑπεριδὼν νοῦν καὶ
διάνοιαν οἰκήσω, λόγῳ θεωρητοῖς πράγμασι συντρεφόμενος καὶ συνδιαιτώμενος,
καθάπερ αἱ ζητητικαὶ τῶν ἀφανῶν ψυχαί — μαίας αὐτὰς
ἔθος ὀνομάζειν — ;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="215"><p>καὶ γὰρ αὗται ποιοῦσι σκεπάσματα οἰκεῖα καὶ <lb n="5"/> φυλακτήρια φιλαρέτοις ψυχαῖς· τὸ δὲ εὐερκέστατον οἰκοδόμημα ἦν ὁ
θεοῦ φόβος τοῖς φρουρὰν καὶ τεῖχος αὐτὸν ἀκαθαίρετον πεποιημένοις.
„ἐπειδὴ“ γάρ φησιν „ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς
οἰκίας“ (Exod. 1,21).</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>