<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:21-25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:21-25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="21"><p>τὸ ἐμπαίζειν ἐπιθυμιῶν καὶ πάντων παθῶν ἀμετρίαις, τὸ
φοβεῖσθαι τὸν θεόν (Gen. 42, 18), εἰ καὶ μηδέπω γέγονεν ἀγαπᾶν ἱκανός,
τὸ ζωῆς ἐν Αἰγύπτῳ μεταποιεῖσθαι τῆς ἀληθοῦς — <milestone unit="altref" n="5"/>ὃ δὴ
<note xml:lang="mul" type="footnote"><lb/>2 τὸ] τῶ Α
<lb/>5 σπονδὴν Α: σπουδὴν MHP
<lb/>6 σπονδὴν Mang. : σπουδὴν codd., etiam M ut vid.
<lb/>9 κενοδόξων Α
<lb/>10 ὡσὰν AP ἐνύπνιον PL ὄντα <add> τῶν ἀληθῶς ὄντων</add> conicio διακρίνῃ καὶ διαστείλῃ Α
<lb/>11 μὲν om. H1P1
<lb/>12 ἀσαφεῖς] ψευδεῖς coni. Mang. κατὰ] καὶ κατὰ A
<lb/>13 μήπου Α κεκαθαρμένον conicio
<lb/>14 τὸ μὴ ὑπήκοον om. Α
<lb/>15 ἀλλὰ M
<lb/>16 τῷ] τὸ Α γένει H Ἑβραῖον vel γένους conicio
<lb/>18 ὅτι om. H1P 
<lb/>19 σπουδαζομένων sciipsi: σπουδαζόντων codd., σπουδασθέντων Mang.
<lb/>21 ἐπισυμῶν A</note> <note xml:lang="mul" type="footnote"><lb/>19 Origenes, Selecta in Gene.tim p. 44: τὸ μηδέν ἐπιχωρίων Λἰγυπίων ποιεῖν αἰνίσσετα διὰ τοῦ „ὧδε οὐκ ἐποίησα οὐδέν“.
<lb/>23 — 273,2 Origenes, Selecta in Genesim (ad Gen. 46,30) p. 50: θαυμαστόν ἐστι τὸν γενόμενον ἐν Αἰγύπτω̣ μὴ βλαβῆναι ἀπὸ τῶν Αἰγυmίων καὶ μεῖναι ἐν τῇ κατὰ θεόν ζωῇ. διόπερ θαυμάζων ὁ Ἱακὼβ εἶπε τῷ Ἰωρὴφ τὸ „ἔτι γὰρ σὺ ζῇς“. cf. Homil. in Genes. XV
<lb/>3 p. 100.</note>  

<pb n="v.2.p.273"/>
θαυμάσας ὁ ὁρῶν, καὶ γὰρ ἄξιον ἦν καταπλαγῆναι, φησί· „μέγα μοί
ἐστιν, εἰ ἔτι ὁ υἱός μου Ἰωσὴφ ζῇ“ (Gen. 45, 28), ἀλλὰ μὴ κεναῖς
δόξαις καὶ τῷ νεκροφορουμένῳ σώματι συντέθνηκε —,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="22"><p>τὸ ὁμολογεῖν ὅτι „τοῦ θεοῦ ἐστι“ (Gen. 50, 19), τῶν δ’ εἰς γένεσιν ἐλθόντων οὐδενός,
<lb n="5"/> τὸ γνωριζόμενον τοῖς ἀδελφοῖς πάντας τοὺς φιλοσωμάτους κινῆσαι καὶ
σαλεῦσαι τρόπους ἑστάναι παγίως ἐπὶ τῶν ἰδίων οἰομένους δογμάτων καὶ
ἀνὰ κράτος ἀπώσασθαι (Gen. 45, 1. 2), τὸ φάναι μὴ πρὸς ἀνθρώπων
ἀπεστάλθαι, ὑπὸ δὲ τοῦ θεοῦ κεχειροτονῆσθαι (Gen. 45, 7. 8) πρὸς τὴν
τοῦ σώματος καὶ τῶν ἐκτὸς ἔννομον ἐπιστασίαν,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="23"><p>πολλὰ δὲ καὶ ἄλλα <lb n="10"/> τούτοις ὁμοιότροπα τῆς ἀμείνονος καὶ ἱερωτέρας ὄντα τάξεως, Αἴγυπτον
τὸν σωματικὸν οἶκον οἰκεῖν οὐκ ἀνέχεσθαι οὐδ’ ἐνθάπτεσθαι σορῷ τὸ
παράπαν, ἔξω δὲ παντὸς τοῦ θνητοῦ  <milestone unit="altpage2" n="p.440 M."/> κεχωρηκότα παρέπεσθαι θεσμοθέτῃ
λόγῳ Μωυσῇ ποδηγετοῦντι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="24"><p>τροφεὺς γὰρ καὶ τιθηνὸς οὗτος ἀστείων ἔργων, λόγων, βουλευμάτων, ἅ, κἂν τοῖς ἐναντίοις ἀνακραθῇ ποτε διὰ
<lb n="15"/> τὴν ὑποσύγχυτον τοῦ θνητοῦ πολυμιγίαν, οὐδὲν ἧττον διακρίνει παρελθών,
ἵνα μὴ μέχρι παντὸς τὰ καλοκἀγαθίας σπέρματα καὶ φυτὰ ἀφανισθέντα
οἴχηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="25"><p>καὶ προτρέπεται μάλα ἐρρωμένως ἀπολιπεῖν τὴν παντὸς ἀτόπου χρηματίζουσαν μητέρα, μὴ μέλλοντας καὶ βραδύνοντας,
ἀλλ’ ὑπερβάλλοντι τάχει χρωμένους· φησὶ γὰρ μετὰ σπουδῆς δεῖν θύειν
<lb n="20"/> τὸ Πάσχα (Exod. 12, 11), τὸ δέ ἐστιν ἑρμηνευθὲν διάβασις, ἵν’
ἀνενδοιάστῳ γνώμῃ καὶ προθυμίᾳ συντόνῳ χρώμενος ὁ νοῦς τήν τε
ἀπὸ τῶν παθῶν ἀμεταστρεπτὶ  ποιῆται διάβασιν καὶ τὴν πρὸς τὸν σωτῆρα
θεὸν εὐχαριστίαν, ὃς εἰς ἐλευθερίαν οὐ προσδοκήσαντα αὐτὸν ἐξείλετο.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>