<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:141-145</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:141-145</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="141"><p>„ἔτεκον γὰρ υἱόν“, οὐχ ὡς γυναῖκες Αἰγύπτιαι κατὰ τὴν τοῦ σώματος ἀκμήν
(Exod. 1, 19), ἀλλ’ ὡς αἱ Ἑβραῖαι ψυχαί, „ἐν τῷ γήρᾳ μου“ (Gen.
<lb n="25"/> 21, 7), ὅτε τὰ μὲν ὅσα αἰσθητὰ καὶ θνητὰ μεμάρανται, τὰ δὲ νοητὰ
καὶ ἀθάνατα ἀνήβηκεν, ἃ γέρως καὶ τιμῆς ἐστιν ἐπάξια.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="142"><p>καὶ ἔτεκον μαιευτικῆς τέχνης οὐ προσδεηθεῖσα· τίκτομεν γὰρ καὶ πρὶν εἰσελθεῖν
τινας ἐπινοίας καὶ ἐπιστήμας ἀνθρώπων πρὸς ἡμᾶς ἄνευ τῶν ἐξ ἔθους
συνεργούντων, σπείροντος καὶ γεννῶντος θεοῦ τὰ ἀστεῖα γεννήματα, ἃ
<lb n="30"/> τῷ δόντι προσηκόντως κατὰ τὸν ἐπ’ εὐχαριστίᾳ τεθέντα νόμον ἀποδίδοται·
„τὰ γὰρ δῶρά μου, δόματά μου, καρπώματά μου“ φησί
<note xml:lang="mul" type="footnote"><lb/>5 ἐρευνήσατε καὶ γνῶτε Α
<lb/>8 γενήσεσθε Α δὴ] ἤδη Α
<lb/>16 ἀπανθήσαντα L ὃν MA: ὃ HP (ὅπως P)
<lb/>17 ἡ om. v
<lb/>18 τοῦ συμβάντος ἀγαθοῦ τὴν ἄγνοιαν HP
<lb/>19 Ἁβραάμ HP ἀπιστοῦντι Mang. : ἀπειθοῦντι codd. 
<lb/>20 Σάρραν coni. Mang.
<lb/>21 δέ MA
<lb/>23 αἱ Αἰγύπτιαι H2 
<lb/>29 ἃ om. H1P1
<lb/>30 δόντι Mang.: ἰδόντι MAH1P, διδόντι Η2 εὐχαριστεία H
<lb/>31 φησίν HP</note>  

<pb n="v.2.p.296"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="143"><p> „διατηρήσατε προσφέρειν ἐμοί“ (Num. 28, 2). <milestone unit="altref" n="26"/> τοῦτ’ ἐστὶ τὸ
τέλος τῆς ὁδοῦ τῶν ἑπομένων λόγοις καὶ προστάξεσι νομίμοις καὶ ταύτῃ
βαδιζόντων, ᾗ ἂν ὁ θεὸς ἀφηγῆται· ὁ δὲ ὑπενδοὺς ὑπὸ τοῦ πεινῶντος
ἡδονῆς καὶ λίχνου παθῶν, ὄνομα Ἀμαλὴκ — ἑρμηνεύεται γὰρ λαὸς
 ἐκλείχων —, ἐκτετμήσεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="144"><p>μηνύουσι δὲ οἱ χρησμοὶ ὅτι λοχῶν ὁ <lb n="5"/>
τρόπος οὗτος, ἐπειδὰν τὸ ἐρρωμενέστερον τῆς ψυχικῆς δυνάμεως κατίδῃ
περαιωθέν, ὑπανιστάμενος τῆς ἐνέδρας τὸ κεκμηκὸς μέρος ὡς „οὐραγίαν
κόπτει“ (Deut. 25, 17. 18). κάματος δ’ ὁ μέν ἐστιν εὐένδοτος ἀσθένεια
λογισμοῦ μὴ δυναμένου τοὺς ὑπὲρ ἀρετῆς ἀχθοφορῆσαι πόνους,
ἐν ἐσχατιαῖς οὗτος εὑρισκόμενος εὐαλωτότατος, ὁ δέ ἐστιν ὑπομονὴ <lb n="10"/>
τῶν καλῶν, τὰ μὲν καλὰ ἀθρόα ἐρρωμένως ἀναδεχομένος, μηδὲν δὲ
τῶν φαύλων, κἂν εἰ κουφότατον εἴη, βαστάσαι δικαιῶν, ἀλλ’ ὡς βαρύτατον
 ἄχθος ἀπορρίπτων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="145"><p>διὸ καὶ τὴν ἀρετὴν ὁ νόμος εὐθυβόλῳ
προσεῖπεν ὀνόματι Λείαν, ἥτις ἑρμηνευθεῖσα λέγεται κοπιῶσα· τὸν γὰρ
τῶν φαύλων βίον ἐπαχθῆ καὶ βαρὺν ὄντα φύσει κοπώδη προσηκόντως <lb n="15"/>
αὕτη νενόμικε καὶ οὐδὲ προσιδεῖν ἀξιοῖ, τὰς ὄψεις πρὸς μόνον τὸ καλὸν
 ἀποκλίνουσα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>