<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="121"><p>τῷ γὰρ ὄντι ἔρεισμα τοῦ γένους τῶν ἀνθρώπων ἐστὶν ὁ δίκαιος, καὶ ὅσα
 μὲν αὐτὸς ἔχει, προφέρων εἰς μέσον ἐπ’ ὠφελείᾳ τῶν  <milestone unit="altpage2" n="p. 455 M."/> χρησομένων
ἄφθονα δίδωσιν, ὅσα δ’ ἂν μὴ εὑρίσκῃ παρ’ ἑαυτῷ, τὸν μόνον πάμπλουτον
<lb n="25"/> αἰτεῖται θεόν· ὁ δὲ τὸν οὐράνιον ἀνοίξας θησαυρὸν ὀμβρεῖ καὶ
ἐπινίφει τὰ ἀγαθὰ ἀθρόα, ὡς τῶν περιγείων ἁπάντων τὰς δεξαμενὰς
πλημμυρούσας ἀναχυθῆναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="122"><p>ταῦτα δὲ τὸν ἱκέτην ἑαυτοῦ λόγον οὐκ ἀποστραφεὶς εἴωθε δωρεῖσθαι· λέγεται γὰρ ἑτέρωθι Μωυσέως ἱκετεύσαντος·
„ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου“ (Num. 14, 20)· τοῦτο
<lb n="30"/> δέ, ὡς ἔοικεν, ἰσοδυναμεῖ τῷ „ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ
τῆς γῆς.“ οὗ χάριν καὶ ὁ σοφὸς Ἀβραὰμ πεπειραμένος τῆς ἐν ἅπασι
<note xml:lang="mul" type="footnote"><lb/>2 φαῶν] φίλω MA ἀνόθων L
<lb/>4 μὴ δὲ νοῦν Α
<lb/>5 τὰς] ταῖς <lb n="2"/> διεξόδοις Η2
<lb/>6 διάνοιαν A: διανοία M(?)HP
<lb/>8 συντυγχάνει Η
<lb/>11 εὐλογίας coni. Mang.
<lb/>14 αὑτὸν v
<lb/>15 ὅσα αἰσθητικὰ Η
<lb/>18 προμηθουμένων Α
<lb/>19 ἀπέλαυσαν M
<lb/>20 ἀνταγώνιστον H1P
<lb/>21 ξύλων ἢ ὕλην Α 
<lb/>26 ἐπιγείων P
<lb/>27 ἀναχεθῆναι Η1
<lb/>28 Μωυσέως M: Μωυσέος AHP 
<lb/>30 ἰσοδυναμοῖ M
<lb/>31 Ἁβρὰμ HP</note>  

<pb n="v.2.p.292"/>
τοῦ θεοῦ χρηστότητος πεπίστευκεν ὅτι, κἂν πάντα τὰ ἄλλα ἀφανισθῇ,
μικρὸν δέ τι λείψανον ἀρετῆς ὥσπερ ἐμπύρευμα διασῴζηται, διὰ τὸ
βραχὺ τοῦτο κἀκεῖνα οἰκτείρει, ὡς πεπτωκότα ἐγείρειν καὶ τεθνηκότα
 ζωπυρεῖν (Gen. 18, 24 sqq.).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="123"><p>σπινθὴρ γὰρ καὶ ὁ βραχύτατος ἐντυφόμενος,
ὅταν καταπνευσθεὶς ζωπυρηθῇ, μεγάλην πυράν· ἐξάπτει καὶ τὸ <lb n="5"/>
βραχύτατον οὖν ἀρετῆς, ὅταν ἐλπίσι χρησταῖς ὑποθαλπόμενον ἀναλάμψῃ,
καὶ τὰ τέως μεμυκότα καὶ τυφλὰ ἐξωμμάτωσε καὶ τὰ ἀφαυανθέντα
ἀναβλαστεῖν ἐποίησε καὶ ὅσα ὑπὸ ἀγονίας ἐστείρωτο εἰς εὐφορίαν εὐτοκίας περιήγαγεν. οὕτω τὸ σπάνιον ἀγαθὸν ἐπιφροσύνῃ θεοῦ πολὺ γίνεται
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="124"><p> χεόμενον, ἐξομοιοῦν τὰ ἄλλα ἑαυτῷ. <milestone unit="altref" n="22"/> εὐχώμεθα οὖν τὸν ὡς <lb n="10"/>
ἐν οἰκίᾳ στῦλον νοῦν μὲν ἐν ψυχῇ, ἄνθρωπον δὲ ἐν τῷ γένει τῶν
ἀνθρώπων τὸν δίκαιον διαμένειν εἰς τὴν τῶν νόσων ἄκεσιν· τούτου γὰρ
ὑγιαίνοντος τὰς εἰς παντελῆ σωτηρίαν οὐκ ἀπογνωστέον ἐλπίδας, διότι
οἶμαι ὁ σωτὴρ θεὸς τὸ πανακέστατον φάρμακον, τὴν ἵλεω δύναμιν, τῷ
ἱκέτῃ καὶ θεραπευτῇ προτείνας ἑαυτοῦ χρῆσθαι πρὸς τὴν τῶν καμνόντων <lb n="15"/>
σωτηρίαν ἐπιτρέπει, καταπλάττοντι τῶν ψυχῆς τραυμάτων, ἅπερ
ἀφροσύναι καὶ ἀδικίαι καὶ ὁ ἄλλος τῶν κακιῶν ὅμιλος ἀκονηθεὶς διεῖλεν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="125"><p>ἐναργέστατον δὲ παράδειγμα Νῶε ὁ δίκαιος, ὃς τῷ μεγάλῳ κατακλυσμῷ
τῶν τοσούτων μερῶν τῆς ψυχῆς ἐγκαταποθέντων ἐρρωμένως ἐπικυματίζων
καὶ ἐπινηχόμενος ὑπεράνω μὲν ἔστη τῶν δεινῶν ἁπάντων, διασωθεὶς <lb n="20"/>
δὲ μεγάλας καὶ καλὰς ἀφ’ αὑτοῦ ῥίζας ἐβάλετο, ἐξ ὧν οἷα φυτὸν
τὸ σοφίας ἀνεβλάστησε γένος· ὅπερ ἡμεροτοκῆσαν τοὺς τοῦ ὁρῶντος,
Ἰσραήλ, τριττοὺς ἤνεγκε καρπούς, αἰῶνος μέτρα, τὸν Ἀβραάμ, τὸν
 Ἰσαάκ, τὸν Ἰακώβ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="126"><p>καὶ γὰρ ἔστι καὶ ἔσται καὶ γέγονεν ἐν τῷ παντὶ
ἀρετή, ἣν ἀκαιρίαι μὲν ἴσως ἀνθρώπων ἐπισκιάζουσιν, ὁ δὲ ὀπαδὸς <lb n="25"/>
θεοῦ καιρὸς ἀποκαλύπτει πάλιν, ἐν ᾧ καὶ ἡ φρόνησις ἀρρενογονεῖ
Σάρρα, οὐ κατὰ τὰς χρονικὰς τοῦ ἔτους ὥρας, ἀλλὰ κατὰ τὰς ἀχρόνους
ἀκμὰς καὶ εὐκαιρίας ἐπανθοῦσα· λέγεται γάρ· <milestone unit="altpage1" n="p. 456 M."/>  „ἐπαναστρέφων ἥξω
πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή
σου“ (Gen. 18,10).</p><lb n="30"/><note xml:lang="mul" type="footnote"><lb/>2 διὰ HP: δὴ M, om. Α
<lb/>3 οἰκτείρῃ PH1, οἰκτερεῖ Mang.
<lb/>4 καὶ] κἄν coni. Mang.
<lb/>8 ἀγονίας Mang. : ἀγνοίας codd.
<lb/>9 ἐπιφροσύνη M: ἐπ’ εὐφροσύνη AHP 
<lb/>13 διότι scripsi: δι’ οὗ ἔτι codd., διὰ τί; ὅτι coni. Cohn
<lb/>15 οἰκέτῃ A 
<lb/>16 τῆς ψυχῆς HP
<lb/>18 ὃς M: ὁ AHP
<lb/>21 ἀφ’ MA: ὑφ’ HP αὐτοῦ M ἐβάλλετο V
<lb/>22 τῆς σοφίας P ἐβλάστησε HP
<lb/>23 περιττοὺς P Ἁβραάμ HP
<lb/>25 ἣν] ὃν A
<lb/>26 θεοῦ P: θεῶ MAH
<lb/>29 τὸν H2: om. ceteri</note><pb n="v.2.p.293"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="127"><p><milestone unit="altref" n="23"/> Περὶ μὲν οὖν τῶν δωρεῶν, ἃς καὶ τοῖς γενησομένοις τελείοις καὶ δι’ αὐτοὺς ὁ θεὸς ἑτέροις εἴωθε χαρίζεσθαι, δεδήλωται. λέγεται
δὲ ἑξῆς ὅτι „ἐπορεύθη Ἀβραὰμ καθάπερ ἐλάλησεν αὐτῷ κύριος“ (Gen.
12, 4).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="128"><p>τοῦτο δέ ἐστι τὸ παρὰ τοῖς ἄριστα φιλοσοφήσασιν ᾀδόμενον <lb n="5"/> τέλος, τὸ ἀκολούθως τῇ φύσει ζῆν· γίνεται δέ, ὅταν ὁ νοῦς εἰς τὴν
ἀρετῆς ἀτραπὸν ἐλθὼν κατ’ ἴχνος ὀρθοῦ λόγου βαίνῃ καὶ ἕπηται θεῷ,
τῶν προστάξεων αὐτοῦ διαμεμνημένος καὶ πάσας ἀεὶ καὶ πανταχοῦ
ἔργοις τε καὶ λόγοις βεβαιούμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="129"><p>"ἐπορεύθη γάρ, καθὰ ἐλάλησεν αὐτῷ κύριος“· τοῦτο δέ ἐστι τοιοῦτον· ὡς λαλεῖ ὁ θεὸς — λαλεῖ δὲ
<lb n="10"/> παγκάλως καὶ ἐπαινετῶς —, οὕτως ὁ σπουδαῖος ἕκαστα δρᾷ τὴν ἀτραπὸν
εὐθύνων ἀμέμπτως τοῦ βίου, ὥστε τὰ ἔργα τοῦ σοφοῦ λόγων ἀδιαφορεῖν
θείων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="130"><p>ἑτέρωθι γοῦν φησιν ὅτι ἐποίησεν Ἀβραὰμ „πάντα τὸν νόμον μου“ (Gen. 26, 5)· νόμος δὲ οὐδὲν ἄρα ἢ λόγος θεῖος προστάττων
ἃ δεῖ καὶ ἀπαγορεύων ἃ μὴ χρή, ὡς μαρτυρεῖ φάσκων ὅτι „ἐδέξατο
<lb n="15"/> ἀπὸ τῶν λόγων αὐτοῦ νόμον“ (Deut. 33, 3. 4). εἰ τοίνυν λόγος
μέν ἐστι θεῖος ὁ νόμος, ποιεῖ δ’ ὁ ἀστεῖος τὸν νόμον, ποιεῖ πάντως
καὶ τὸν λόγον· ὥσθ’, ὅπερ ἔφην, τοὺς τοῦ θεοῦ λόγους πράξεις εἶναι
τοῦ σοφοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="131"><p>τέλος οὖν ἐστι κατὰ τὸν ἱερώτατον Μωυσῆν τὸ ἕπεσθαι θεῷ, ὡς καὶ ἐν ἑτέροις φησίν· „ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ“
<lb n="20"/> (Deut. 13,4), <add>οὐ</add> κινήσει χρώμενον τῇ διὰ σκελῶν — ἀνθρώπου μὲν
<note xml:lang="mul" type="footnote"><lb/>1 οὖν om. Α
<lb/>3 Ἀβραὰμ HP
<lb/>6 ἕπηται] ἐπὶ τῶ Α
<lb/>7 ἀεὶ] ὁμοῦ L 
<lb/>8 γάρ ι conicio
<lb/>9 τοιοῦτον Α: τοιοῦτο MHP
<lb/>12 Ἀβραὰμ 
<lb/>13 ἄρα] ἄλλο coni. Cohn
<lb/>17 λόγου Α
<lb/>18 Μωσῆν codd.
<lb/>20 οὐ Turn. om. codd. post κινήσει add. μὲν AH1P χρώμενον MHP: χρώμενος Α</note> <note xml:lang="lat" type="footnote"><lb/>3 sqq. Ambrosius De Abrahum II 2, 5: „exiit Abraham, quemadmodum locutus est ei dominus“. i hinc ferunt gentiles septem sapientum sententiam „sequere deum" inventum suum, cum longe anterior, non dico Abraham, sed Moyses fuerit, per quem lex data est, dicens: „post dominum deum tuum ambulabis" (cf. Philonem lin. 19). cf. ibidem 
<lb/>1 2,4. Clemens Strom. 1169,70 p. 465 P ταύτῃ πλέον ἐπαινετὸς ὁ Ἀβραάμ, ὅτι „ἐπορεύθη καθάπερ ἐλάλησεν αὐτῷ ὁ κύριος“. ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρ’ Ἕλλησι σοφῶν τὸ „ἕπου θεῷ“ ἀπεφθέγξατο. ΙΙ 100 p. 482 P: φησὶ γάρ νόμος· „ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολάς μου φυλάξατε“ . . . . 101 ἐντεῦθεν καὶ οἱ Στωϊκοὶ τὸ ἀκολούθως τῇ φύσει ζῆν τέλος εἶναι ἐδογμάτισαν. V 95.
<lb/>96 p. 703 P: ἑτέρῳ δ’ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἄν παρὰ τῷ Μωυσεῖ ἀκολουθίαν ὀνομαζομένην θείαν. φησὶ γάρ· „ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τἀς ἐντολάς αὐτοῦ φυλάξατε“ . . . . ἐντεῦθεν οἱ μέν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασι . . . . 19—21 i Origenes Contra Celsum VII
<lb/>34 p. 717: τὸ οὑν πρὸς τὸν θεὸν οὐ σωματικῶς προστέτακται ἡμίν τὸ (τῷ?) ι „ὀπίσω κυρίου τοῦ θεοῦ πορεύσῃ“ . . . .</note>  

<pb n="v.2.p.294"/>
γὰρ ὄχημα γῆ, θεοῦ δὲ εἰ καὶ σύμπας ὁ κόσμος, οὐκ οἶδα —, ἀλλ’
ἔοικεν ἀλληγορεῖν τὴν τῆς ψυχῆς πρὸς τὰ θεῖα δόγματα παριστὰς ἀκολουθίαν,
ὧν ἡ ἀναφορὰ πρὸς τὴν τοῦ πάντων αἰτίου γίνεται τιμήν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="132"><p><milestone unit="altref" n="24"/> ἐπιτείνων δὲ τὸν ἀκάθεκτον πόθον τοῦ καλοῦ παραινεῖ καὶ κολλᾶσθαι
αὐτῷ· „κύριον“ γάρ φησι „τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ <lb n="5"/>
λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ“ (Deut. 10, 20). τίς οὖν ἡ
κόλλα; τίς; εὐσέβεια δήπου καὶ πίστις· ἁρμόζουσι γὰρ καὶ ἑνοῦσιν αἱ
ἀρεταὶ ἀφθάρτῳ φύσει διάνοιαν· καὶ γὰρ Ἀβραὰμ πιστεύσας „ἐγγίζειν
 θεῷ“ (Gen. 18, 23) λέγεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="133"><p>ἐὰν μέντοι πορευόμενος μήτε κάμῃ, ὡς
ὑπενδοὺς ὀκλάσαι, μήτε ῥᾳθυμήσῃ, ὡς παρ’ ἑκάτερα ἐκτραπόμενος <lb n="10"/>
πλανᾶσθαι τῆς μέσης καὶ εὐθυτενοῦς διαμαρτὼν ὁδοῦ, μιμησάμενος δὲ
τοὺς ἀγαθοὺς δρομεῖς τὸ στάδιον ἀπταίστως ἀνύσῃ τοῦ βίου, στεφάνων
 καὶ ἄθλων ἐπαξίων τεύξεται πρὸς τὸ τέλος ἐλθών.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="134"><p>ἢ οὐ τοῦτ’ εἰσὶν
οἱ στέφανοι καὶ τὰ ἆθλα, μὴ ἀτυχῆσαι τοῦ <milestone unit="altpage1" n="p. 457 M."/>  τέλους τῶν πονηθέντων,
ἀλλ’ ἐφικέσθαι τῶν δυσεφίκτων φρονήσεως περάτων; τί οὖν τοῦ φρονεῖν <lb n="15"/>
ὀρθῶς ἐστι τέλος; ἀφροσύνην ἑαυτοῦ καὶ παντὸς τοῦ γενητοῦ καταψηφίσασθαι·
τὸ γὰρ μηδὲν οἴεσθαι εἰδέναι πέρας ἐπιστήμης, ἑνὸς ὄντος
 μόνου σοφοῦ τοῦ καὶ μόνου θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="135"><p>διὸ καὶ παγκάλως Μωυσῆς καὶ
πατέρα τῶν ὅλων καὶ ἐπίσκοπον τῶν γενομένων αὐτὸν εἰσήγαγεν εἰπών·
„εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν“ (Gen. 1,31)·
οὐδενὶ γὰρ ἐξῆν τὰ συσταθέντα κατιδεῖν ἄκρως ὅτι μὴ τῷ πεποιηκότι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="136"><p>πάριτε νῦν οἱ τύφου καὶ ἀπαιδευσίας καὶ πολλῆς ἀλαζονείας γέμοντες,
οἱ δοκησίσοφοι καὶ μὴ μόνον ὅ ἐστιν ἕκαστον εἰδέναι σαφῶς ἐπιφάσκοντες,
ἀλλὰ καὶ τὰς αἰτίας προσαποδιδόναι διὰ θρασύτητα τολμῶντες,
ὥσπερ ἢ τῇ τοῦ κόσμου γενέσει παρατυχόντες καὶ ὡς ἕκαστα καὶ ἐξ <lb n="25"/>
ὧν ἀπετελεῖτο κατιδόντες ἢ σύμβουλοι περὶ τῶν κατασκευαζομένων τῷ
 δημιουργῷ γενόμενοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="137"><p>εἶτα τῶν ἄλλων ἅπαξ ἁπάντων μεθέμενοι γνωρίσατε
ἑαυτοὺς καὶ οἵτινές ἐστε σαφῶς εἴπατε, κατὰ τὸ σῶμα, κατὰ τὴν ψυχήν,
κατὰ τὴν αἴσθησιν, κατὰ τὸν λόγον, καθ’ ἕν τι κἂν τὸ βραχύτατον τῶν
εἰδῶν. τί ἐστιν ὅρασις ἀποφήνασθε καὶ πῶς ὁρᾶτε, τί ἀκοὴ καὶ πῶς <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>2 παριστᾶν Α
<lb/>5 φησὶν αὐτῶ τὸν M αὐτῷ] αὐτῷ μόνῳ v
<lb/>7 ἁρμόζονται Α ι αἱ coni. Mang.
<lb/>8 Ἀβραὰμ AHP
<lb/>10 ὡς παρ’] ὥσπερ ἐκτρεπόμενος Α
<lb/>11 εὐθυγενοῦς Α ἁμαρτὼν P
<lb/>12 ἀνύσει M
<lb/>13 ἡ 2 εἰ ceteri τοιοῦτ’ A, τοῦτ’ P
<lb/>16 γεννητοῦ H
<lb/>17 μὴ δὲ M 
<lb/>18 Μωσῆς codd.
<lb/>19 ἐπίκρισιν Η2 23.
<lb/>24 ἐπιφάσκοντες scripsi: ἔτι φάσκοντες codd.
<lb/>24 προσαποδοῦναι H
<lb/>27 γινόμενοι HP ἁπαξαπάντων AHP 
<lb/>29 κἄν HP: καὶ MA τῶν om. L
<lb/>30 ἀποφήνασθαι Α</note>  

<pb n="v.2.p.295"/>
ἀκούετε, τί γεῦσις, τί ἁφή, τί ὄσφρησις καὶ πῶς καθ’ ἑκάστην ἐνεργεῖτε
ἢ τίνες εἰσὶν αἱ τούτων πηγαί, ἀφ’ ὧν καὶ τὸ εἶναι ταῦτα συμβέβηκε.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="138"><p>μὴ γάρ μοι περὶ σελήνης καὶ ἡλίου καὶ τῶν ἄλλων ὅσα κατ’ οὐρανὸν καὶ κόσμον οὕτως μακρὰν διῳκισμένων καὶ τὰς φύσεις διαφερόντων
<lb n="5"/> ἀερομυθεῖτε, ὦ κενοὶ φρενῶν, πρὶν ἑαυτοὺς ἐρευνῆσαι καὶ γνῶναι.
τηνικαῦτα γὰρ ἴσως καὶ περὶ ἑτέρων διεξιοῦσι πιστευτέον· πρὶν δὲ οἵτινές
ἐστε αὐτοὶ παραστῆσαι, μὴ νομίζετε κριταὶ τῶν ἄλλων ἢ μάρτυρες
ἀψευδέστατοί ποτε γενήσεσθαι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="139"><p><milestone unit="altref" n="25"/> τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον τελειωθεὶς ὁ νοῦς ἀποδώσει τὸ τέλος τῷ τελεσφόρῳ θεῷ κατὰ
<lb n="10"/> τὸ ἱερώτατον γράμμα· νόμος γάρ ἐστι τὸ τέλος εἶναι κυρίου (Num.
31, 28 sqq.). πότε οὖν ἀποδίδωσιν; ὅταν „ἐπὶ τὸν τόπον ὃν εἶπεν
αὐτῷ ὁ θεὸς τῇ ἡμέρᾳ τῇ τρίτῃ“ παραγένηται (Gen. 22, 3), παρελθὼν
τὰς πλείους μοίρας τῶν χρονικῶν διαστημάτων καὶ ἤδη πρὸς τὴν ἄχρονον
μεταβαίνων φύσιν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="140"><p>τότε γὰρ καὶ τὸν ἀγαπητὸν υἱὸν ἱερουργήσει, <lb n="15"/> οὐχὶ ἄνθρωπον — οὐ γὰρ τεκνοκτόνος ὁ σοφός —, ἀλλὰ τὸ τῆς ἀρετώσης
ψυχῆς γέννημα ἄρρεν, τὸν ἐπανθήσαντα καρπὸν αὐτῇ, ὃν πῶς
ἤνεγκεν οὐκ ἔγνω, βλάστημα θεῖον, οὗ φανέντος ἡ δόξασα κυοφορῆσαι
τὴν ἄγνοιαν τοῦ συμβάντος ἀγαθοῦ διηγεῖται φάσκουσα· „τίς ἀναγγελεῖ
Ἀβραὰμ“ ὡς ἀπιστοῦντι δήπου περὶ τὴν τοῦ αὐτομαθοῦς γένους ἀνατολήν,
<lb n="20"/> ὅτι „θηλάζει παιδίον Σάρρα“ (Gen. 21, 7), οὐχὶ πρὸς Σάρρας
 θηλάζεται; τὸ γὰρ αὐτοδίδακτον τρέφεται μὲν ὑπ’ οὐδενός,  <milestone unit="altpage2" n="p. 458 M."/> τροφὴ δ’
ἐστὶν ἄλλων, ἅτε ἱκανὸν διδάσκειν καὶ μανθάνειν οὐ δεόμενον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>