<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:111-115</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:111-115</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="111"><p>τοὺς κόλακας οὐχ ὁρᾷς, οἳ
μεθ’ ἡμέραν καὶ νύκτωρ ἀποκναίουσι τῶν κολακευομένων τὰ ὦτα θρύπτοντες,
οὐκ ἐπινεύοντες ἐφ’ ἑκάστῳ τῶν λεγομένων αὐτὸ μόνον ἀλλὰ <lb n="5"/>
καὶ ῥήσεις μακρὰς συνείροντες καὶ ῥαψῳδοῦντες καὶ εὐχόμενοι μὲν τῇ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="112"><p>φωνῇ πολλάκις, ἀεὶ δὲ τῇ διανοίᾳ καταρώμενοι; τί οὖν ἄν τις εὖ
φρονῶν εἴποι; ἆρ’ οὐχ ὥσπερ ἐχθροὺς μᾶλλον ἢ φίλους τοὺς λέγοντας
ὄντας καὶ ψέγειν μᾶλλον ἢ ἐπαινεῖν, κἂν δράματα ὅλα συντιθέντες ἐγκωμίων
 ἐπᾴδωσι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="113"><p>τοιγαροῦν ὁ μάταιος Βαλαὰμ ὕμνους μὲν εἰς τὸν θεὸν <lb n="10"/>
ὑπερβάλλοντας ᾄδων, ἐν οἷς καὶ τὸ „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num.
23, 19), ᾀσμάτων τὸ ἱεροπρεπέστατον, ἐγκώμια δ’ εἰς τὸν ὁρῶντα,
Ἰσραήλ, μυρία διεξερχόμενος ἀσεβὴς μὲν καὶ ἐπάρατος καὶ παρὰ τῷ
σοφῷ κέκριται νομοθέτῃ, καταρᾶσθαι δέ, οὐκ εὐλογεῖν, νενόμισται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="114"><p>τοῖς γὰρ πολεμίοις φησὶν αὐτὸν ἐπὶ μισθῷ συνταχθέντα μάντιν γενέσθαι <lb n="15"/>
κακὸν κακῶν, ἀρὰς <milestone unit="altpage1" n="p. 454 Μ."/>  μὲν ἐν ψυχῇ θέμενον χαλεπωτάτας γένει τῷ θεοφιλεῖ,
εὐχὰς δὲ ἀναγκασθέντα διὰ στόματος καὶ γλώττης ὑπερφυεστάτας
προφητεῦσαι· τὰ μὲν γὰρ λεγόμενα καλὰ ὄντα ὁ φιλάρετος ὑπήχει θεός,
τὰ δ’ ἐννοούμενα — φαυλότερα γὰρ ἦν — ἔτικτεν ἡ μισάρετος διάνοια.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="115"><p>μαρτυρεῖ δὲ ὁ περὶ τούτων χρησμός· „οὐ γὰρ ἔδωκε“ φησίν <lb n="20"/>
„ὁ θεὸς τῷ Βαλαὰμ καταράσασθαί σοι, ἀλλ’ ἔστρεψε τὰς κατάρας
εἰς εὐλογίαν“ (Deut. 23, 5), καίτοι πάντων ὅσα εἶπε πολλῆς γεμόντων
εὐφημίας. ἀλλ’ ὁ τῶν ἐν ψυχῇ ταμιευομένων ἐπίσκοπος ἰδών, ᾧ κατιδεῖν
ἔξεστι μόνῳ, τὰ ἀθέατα γενέσει, τὴν καταδικάζουσαν ἀπὸ τούτων ψῆφον
ἤνεγκε, μάρτυς ἀψευδέστατος ὁμοῦ καὶ κριτὴς ἀδέκαστος ὁ αὐτὸς ὤν· <lb n="25"/>
ἐπεὶ καὶ τοὐναντίον ἐπαινετὸν βλασφημεῖν καὶ κατηγορεῖν δοκοῦντα τῇ
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>