<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:101-105</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:101-105</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="101"><p> ἀμείνονι βίου διεξόδῳ χρησόμεθα παγκάλως. <milestone unit="altref" n="18"/> διὰ τοῦτο καὶ ὁ
αὐτομαθὴς Ἰσαὰκ εὔχεται τῷ σοφίας ἐραστῇ καὶ τὰ νοητὰ καὶ τὰ <lb n="5"/>
αἰσθητὰ λαβεῖν ἀγαθά· φησὶ γάρ· „δώῃ σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου
τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς“ (Gen. 27,28), ἴσον τῷ
πρότερον μὲν συνεχῆ σοι τὸν νοητὸν καὶ οὐράνιον ὑετὸν ἄρδοι, μὴ λάβρως
ὡς ἐπικλύσαι, ἀλλ’ ἠρέμα καὶ πρᾴως καθάπερ δρόσον ὡς ὀνῆσαι· δεύτερον δὲ τὸν αἰσθητὸν καὶ γήινον πλοῦτον χαρίσαιτο λιπαρὸν καὶ πίονα, <lb n="10"/>
 τὴν ἐναντίαν πενίαν ψυχῆς τε καὶ τῶν αὐτῆς μερῶν ἀφαυάνας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="102"><p>ἐὰν
μέντοι καὶ τὸν ἀρχιερέα λόγον ἐξετάζῃς, εὑρήσεις συνῳδὰ φρονοῦντα
καὶ τὴν ἱερὰν ἐσθῆτα αὐτῷ πεποικιλμένην ἔκ τε νοητῶν καὶ αἰσθητῶν
δυνάμεων· ἧς τὰ μὲν ἄλλα μακροτέρων ἢ κατὰ τὸν παρόντα καιρὸν
δεῖται λόγων καὶ ὑπερθετέον, τὰ δὲ πρὸς τοῖς πέρασιν ἐξετάσωμεν,  <lb n="15"/>
 κεφαλῇ τε καὶ βάσεσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="103"><p>οὐκοῦν ἐπὶ μὲν τῆς κεφαλῆς ἐστι „πέταλον
χρυσοῦν καθαρόν, ἔχον ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ“ (Exod.
28,32), ἐπὶ δὲ τοῖς ποσὶν ἐπὶ τοῦ τέλους τοῦ ὑποδύτου κώδωνες καὶ
ἄνθινα (Exod. 28, 29. 30). ἀλλ’ ἐκείνη μὲν ἡ σφραγὶς ἰδέα ἐστὶν
ἰδεῶν, καθ’ ἣν ὁ θεὸς ἐτύπωσε τὸν κόσμον, ἀσώματος δήπου καὶ <lb n="20"/>
νοητή, τὰ δ’ ἄνθινα καὶ οἱ κώδωνες αἰσθητῶν ποιοτήτων σύμβολα,
 ὧν ὅρασις καὶ ἀκοὴ τὰ κριτήρια.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="104"><p>ἄγαν δ’ ἐξητασμένως ἐπιφέρει ὅτι
„ἔσται ἀκουστὴ φωνὴ αὐτοῦ εἰσόντος εἰς τὰ ἅγια“ (Exod. 28,31), ἵνα
πρὸς τὰ νοητὰ καὶ θεῖα καὶ ὄντως ἅγια εἰσιούσης τῆς ψυχῆς καὶ αἱ
αἰσθήσεις ὠφελούμεναι κατ’ ἀρετὴν συνηχῶσι καὶ ὅλον τὸ σύστημα <lb n="25"/>
ἡμῶν, ὥσπερ ἐμμελὴς καὶ πολυάνθρωπος χορός, ἐκ διαφερόντων φθόγγων ἀνακεκραμένων ἓν μέλος ἐναρμόνιον συνᾴδῃ, τὰ μὲν ἐνδόσιμα τῶν
νοημάτων ἐμπνεόντων — ἡγεμόνες γὰρ τοῦ χοροῦ τούτου τὰ νοητά —,
τὰ δ’ ἑπόμενα τῶν αἰσθητῶν συναναμελπόντων, ἃ τοῖς κατὰ μέρος
 χορευταῖς ἀπεικάζεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="105"><p>συνόλως γάρ, ᾗ φησιν ὁ νόμος, „τὰ δέοντα <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀπέρατον ΜΗ1Ρ: ἀπέραντον ΑΗ2 ἐπιχέουσα Α
<lb/>2 οὖν ΜΑ: γοῦν ΗΡ 
<lb/>4 χρησώμεθα Α ὁ Η2: om ceteri
<lb/>5 ἐπὶ τῶ Α
<lb/>7 ποιότητος Ρ 
<lb/>8 πρότερον μὲν] πρῶτον Η2 συνέσει σοι Α
<lb/>9 ὠνῆσαι Α
<lb/>12 ἐξετάσω Η
<lb/>16 κεφαλῆς Α
<lb/>21 ποιητῶν Ρ 23.
<lb/>24 ἵνα — ἅγια ΗΡ: om. MA
<lb/>24 καὶ ante ὄντως om. Η1Ρ εἰσιούσῃ τῇ ψυχῇ conicio αἱ Η2: om. ceteri
<lb/>25 ὠφελοῦμεν ΜΑ συνηχοῦσι Α
<lb/>27 ἀνακεκραμένων Μ(Η2): ἀνακεκρουμένων Α, ἀνακεκραμένον Η1, ἀνακεκραμμένον Ρ συνάδει ΜΑ 
<lb/>28 νοητῶν conicio ἐμπνεόμενα Η</note>  

<pb n="v.2.p.289"/>
καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν“ (Exod. 21, 10), τὰ τρία ταῦτα,
ἀφαιρεῖσθαι τὴν ψυχὴν οὐκ ἔδει, ἀλλ’ ἕκαστον αὐτῶν βεβαίως προσνέμειν.
τὰ μὲν οὖν δέοντα <add>τὰ</add> νοητά ἐστιν ἀγαθά, ἃ δεῖ καὶ ἃ χρὴ
γενέσθαι λόγῳ φύσεως, ὁ δὲ ἱματισμὸς τὰ περὶ τὸν φαινόμενον τοῦ
<lb n="5"/> βίου κόσμον, ἡ δ’ ὁμιλία ἡ καθ’ ἑκάτερον τῶν εἰρημένων εἰδῶν συνέχεια
καὶ μελέτη, ἵν’ οἷα τὰ ἀφανῆ νοητὰ τοιαῦτα καὶ τὰ αἰσθητὰ
φαίνηται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>