<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1:49-51</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1:49-51</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="49"><p>διὰ τοῦτο μέντοι κἀν τῷ νόμῳ τῆς λέπρας ὁ μέγας πάντα Μωυσῆς τὴν μὲν κίνησιν καὶ ἐπὶ πλέον αὐτῆς
φορὰν καὶ χύσιν ἀκάθαρτον, τὴν δ’ ἠρεμίαν καθαρὰν ἀναγράφει· λέγει
γὰρ ὅτι „ἐὰν διαχέηται ἐν τῷ δέρματι, μιανεῖ ὁ ἱερεύς. ἐὰν δὲ κατὰ
<lb n="10"/> χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, καθαριεῖ“(Lev. 13,22.23)·
ὥστε τὴν μὲν ἡσυχίαν καὶ μονὴν κακιῶν καὶ παθῶν τῶν κατὰ ψυχὴν
— ταῦτα γὰρ αἰνίττεται διὰ τῆς λέπρας — οὐχ ὑπαίτιον εἶναι, τὴν δὲ
κίνησιν καὶ φορὰν ὕποχον δέοντως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="50"><p>τὸ παραπλήσιον καὶ ἐν τοῖς πρὸς τὸν Κάιν χρησθεῖσι λογίοις περιέχεται σημειωδέστερον· λέγεται γὰρ πρὸς
<lb n="15"/> αὐτόν· ὦ οὗτος, „ἥμαρτες, ἡσύχασον“ (Gen. 4,7), τοῦ μὲν ἁμαρτάνειν,
ὅτι κινεῖσθαι καὶ ἐνεργεῖν κατὰ τὴν κακίαν ἦν, ὄντος ἐνόχου, τοῦ δ’
ἡσυχάζειν, ὅτι ἴσχεσθαι καὶ ἠρεμεῖν, ἀνυπαιτίου καὶ σωτηρίου.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="51"><p><milestone unit="altref" n="11"/> Ταῦτα μὲν οὖν ἱκανῶς γε, οἶμαι, προείρηται. τὰς δ’ ἀρὰς [ἔχοντα], ὃν ἔχουσι λόγον, ἴδωμεν· „ἐπικατάρατος“ φησί „Χαναάν·
<lb n="20"/> παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ“· καὶ „εὐλογητὸς κύριος ὁ θεὸς
Σήμ, καὶ ἔσται Χαναὰν δοῦλος αὐτοῖς“ (Gen. 9, 25. 26).</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>