<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1:43-51</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1:43-51</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="43"><p>ὥσπερ γὰρ τοῦ πυρὸς ἡ δύναμις ἀπουσίᾳ <lb n="5"/>
μὲν ὕλης ἡσυχάζει, παρουσίᾳ δὲ ἀνακαίεται, οὕτως καὶ ὅσαι πρὸς ἀρετὴν
ἢ κακίαν ψυχῆς δυνάμεις ἀφορῶσι, σβέννυνται μὲν ἀκαιρίαις, καθάπερ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="44"><p> ἔφην, καιρῶν, τυχηραῖς δ’ εὐπορίαις ἀναφλέγονται. <milestone unit="altref" n="10"/> τίνος δὴ ταῦθ’
εἵνεκα εἶπον ἢ τοῦ διδάξαι χάριν, ὅτι ὁ μὲν υἱὸς τοῦ Νῶε Χὰμ ἠρεμούσης
κακίας ἐστὶν ὄνομα, ὁ δὲ υἱωνὸς ἤδη καὶ κινουμένης; ἑρμηνεύεται <lb n="10"/>
 γὰρ θέρμη μὲν Χάμ, σάλος δὲ Χαναάν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="45"><p>θέρμη δὲ ἐν μὲν σώματι πυρετὸν
ἐμφαίνει, κακίαν δὲ ἐν ψυχαῖς· ὡς γάρ, οἶμαι, καταβολὴ πυρετοῦ
νόσος ἐστὶν οὐ μέρους ἀλλ’ ὅλου σώματος, οὕτως ὅλης τῆς ψυχῆς ἀρρώστημά ἐστι κακία. ἀλλ’ ὁτὲ μὲν ἠρεμεῖ, ὁτὲ δὲ κινεῖται· τὴν δὲ κίνησιν
 αὐτῆς ὀνομάζει σάλον,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="46"><p>ὃς Ἑβραίων γλώττῃ Χαναὰν καλεῖται. νομοθετῶν <lb n="15"/>
δὲ οὐδεὶς ἐπιτίμιον ὁρίζει κατὰ ἀδίκων ἠρεμούντων, ἀλλὰ δὴ κινουμένων
καὶ τοῖς κατὰ ἀδικίαν ἔργοις χρωμένων, καθάπερ οὐδὲ τῶν δακετῶν
οὐδὲν ἀνὴρ μέτριος κτείνειν ἂν ἐθελήσαι μὴ μέλλον δάκνειν· λόγῳ γὰρ
 ὑπεξαιρετέον ψυχῆς ὠμότητα φύσει [καὶ] κατὰ πάντων φονῶσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="47"><p>εἰκότως
οὖν ὁ δίκαιος τὰς ἀρὰς τῷ υἱωνῷ Χαναὰν δόξει τίθεσθαι· δόξει δὲ <lb n="20"/>
εἶπον, ὅτι δυνάμει τῷ υἱῷ Χὰμ δι’ ἐκείνου καταρᾶται· κινηθεὶς γὰρ
πρὸς τὸ ἁμαρτάνειν Χὰμ αὐτὸς γίνεται Χαναάν. ἓν γὰρ τὸ ὑποκείμενον
κακία, ἧς τὸ μὲν ἐν σχέσει, τὸ δὲ ἐν κινήσει θεωρεῖται· πρεσβύτερον
δὲ κινήσεως σχέσις, ὡς ἐγγόνου λόγον ἔχειν τὸ κινούμενον πρὸς τὸ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἑκάστης GH: ἐσχάτης F ἀπορίαν conicio
<lb/>2 δὲ H: δὴ GF
<lb/>3 θάλασσαν G ἄχρι scripsi (vel πᾶσαν ἄχρι): ἃς μέχρι GF, τὰς μέχρι H, μέχρι v ἀναπιμπλάντες GF
<lb/>4 μηδέν μικρὸν G
<lb/>6 παρουσία Vat. Regiii. (Turn.): περιουσία codd. ἀνατρέπεται G οὕτω Η
<lb/>7 σβέννυνται H : σβέννυται GF ἀκαιρίας G, ἀκαιρίως F, ἀπορίαις conicio
<lb/>8 εὐκαιρίαις coni. Mang.
<lb/>9 ἕνεκα F 
<lb/>10 <add>ἐνεργούσης</add> ἥδη conicio
<lb/>11 γὰρ om. H δὲ ἐν μὲν 11: μὲν ἐν μέσω G, δὲ ἐν μέσω F
<lb/>12 προσβολὴ coni. Mang.
<lb/>13 ὅλου 
<lb/>14 ἔσται H ἄλλοτε G
<lb/>14 —
<lb/>15 μὲμὃς om. G
<lb/>15 γλώσση G
<lb/>16 ἐπιτιμᾶν GFL- ἠρεμίας Η ἀλλ’ ἤδη conicio κινουμένω H
<lb/>17 ἀδικίας GF
<lb/>18 ἐθελήσαι Cohn (ἐθελήσειε Mang.): ἐθελήσῃ codd. λόγῳ scripsi: λόγου codd.
<lb/>19 ὑπεξαιρετὸνO̓F καὶ seclusi
<lb/>20 τῶν υἱωνῶν F υἱωνιὗ] υἱῶ II 21.
<lb/>22 δι’ ἐκείνου-λὰμ om. F
<lb/>24 ἐκγόνου conicio</note> <note xml:lang="mul" type="footnote">5.
<lb/>6 Vat. Regin.
<lb/>77 fol. 669v Φίλωνος: τοῦ πυρὸς — ἀνακαίεται
<lb/>8 sqq. cf. Origenis Homiliam XX
<lb/>2 in Numeros p. 348.</note>  

<pb n="v.2.p.225"/>
ἰσχόμενον·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="48"><p>παρὸ καὶ τοῦ Χὰμ υἱὸς ὁ Χαναὰν φυσικῶς ἀναγράφεται, σάλος  ἠρεμίας, ἵνα καὶ  <milestone unit="altpage2" n="p. 400 M."/> τὸ ἑτέρωθι λεχθὲν ἐπαληθεύῃ τὸ „ἀποδιδοὺς ἀνομίας
πατέρων ἐπὶ υἱούς, ἐπὶ τρίτους καὶ ἐπὶ τετάρτους„ (Exod. 20, 5)· ἐπὶ
γὰρ τὰ ἀποτελέσματα καὶ ὡς ἂν ἔγγονα τῶν λογισμῶν στείχουσιν αἱ
<lb n="5"/> τιμωρίαι, κατ’ αὐτοὺς ἐκείνων, εἰ μηδεμία προσγένοιτο πρᾶξις ἐπίληπτος,
ἀποδιδρασκόντων τὰ ἐγκλήματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="49"><p>διὰ τοῦτο μέντοι κἀν τῷ νόμῳ τῆς λέπρας ὁ μέγας πάντα Μωυσῆς τὴν μὲν κίνησιν καὶ ἐπὶ πλέον αὐτῆς
φορὰν καὶ χύσιν ἀκάθαρτον, τὴν δ’ ἠρεμίαν καθαρὰν ἀναγράφει· λέγει
γὰρ ὅτι „ἐὰν διαχέηται ἐν τῷ δέρματι, μιανεῖ ὁ ἱερεύς. ἐὰν δὲ κατὰ
<lb n="10"/> χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, καθαριεῖ“(Lev. 13,22.23)·
ὥστε τὴν μὲν ἡσυχίαν καὶ μονὴν κακιῶν καὶ παθῶν τῶν κατὰ ψυχὴν
— ταῦτα γὰρ αἰνίττεται διὰ τῆς λέπρας — οὐχ ὑπαίτιον εἶναι, τὴν δὲ
κίνησιν καὶ φορὰν ὕποχον δέοντως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="50"><p>τὸ παραπλήσιον καὶ ἐν τοῖς πρὸς τὸν Κάιν χρησθεῖσι λογίοις περιέχεται σημειωδέστερον· λέγεται γὰρ πρὸς
<lb n="15"/> αὐτόν· ὦ οὗτος, „ἥμαρτες, ἡσύχασον“ (Gen. 4,7), τοῦ μὲν ἁμαρτάνειν,
ὅτι κινεῖσθαι καὶ ἐνεργεῖν κατὰ τὴν κακίαν ἦν, ὄντος ἐνόχου, τοῦ δ’
ἡσυχάζειν, ὅτι ἴσχεσθαι καὶ ἠρεμεῖν, ἀνυπαιτίου καὶ σωτηρίου.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="51"><p><milestone unit="altref" n="11"/> Ταῦτα μὲν οὖν ἱκανῶς γε, οἶμαι, προείρηται. τὰς δ’ ἀρὰς [ἔχοντα], ὃν ἔχουσι λόγον, ἴδωμεν· „ἐπικατάρατος“ φησί „Χαναάν·
<lb n="20"/> παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ“· καὶ „εὐλογητὸς κύριος ὁ θεὸς
Σήμ, καὶ ἔσται Χαναὰν δοῦλος αὐτοῖς“ (Gen. 9, 25. 26).</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>