<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1:28-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1:28-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="28"><p>καλεῖται δ’ ὁ μὲν [ἐν] γενέσει πρεσβύτερος Μανασσῆς, ὁ δὲ <lb n="10"/> νεώτερος Ἐφραΐμ· ταῦτα δ’ εἰ μεταληφθείη τὰ ὀνόματα εἰς Ἑλλάδα
γλῶτταν, μνήμης καὶ ἀναμνήσεως εὑρεθήσεται σύμβολα· ἑρμηνεύεται γὰρ
 <milestone unit="altpage2" n="p.397 M."/> Μανασσῆς μὲν „ἐκ λήθης„ — τὸ δ’ ἐστὶν ὀνόματι ἑτέρῳ καλούμενον
ἀνάμνησις· ὁ γὰρ ὧν ἐπελάθετο εἰς ἀνάμνησιν ἐρχόμενος ἔξω πρόεισι τῆς
λήθης —, Ἐφραῒμ δὲ καρποφορία, μνήμης πρόσρησις οἰκειοτάτη, διότι
<lb n="15"/> καρπὸς ὠφελιμώτατος καὶ τῷ ὄντι ἐδώδιμος ψυχαῖς τὸ ἄληστον ἐν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="29"><p>μνήμαις ἀδιαστάτοις. μνῆμαι μὲν οὖν ἠνδρωμένοις ἤδη καὶ παγίοις συντυγχάνουσι, παρὸ καὶ νεώτεραι ἐνομίσθησαν ὀψὲ φυόμεναι· λήθη δὲ καὶ ἀνάμνησις ἐπαλλήλως σχεδὸν ἐκ πρώτης ἡλικίας ἑκάστῳ σύνεισιν, οὗ ἕνεκα
τὰ χρόνου πρεσβεῖα εὕρηνται καὶ ἐπ’ εὐωνύμοις παρὰ σοφῷ ταξιαρχοῦντι
<lb n="20"/> τάττονται· τῶν δὲ ἀρετῆς αἱ μνῆμαι κοινωνήσουσι πρεσβείων, ἃς ὁ θεοφιλὴς δεξιωσάμενος τῆς ἀμείνονος παρ’ ἑαυτῷ μοίρας ἀξιώσει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="30"><p>Νήψας οὖν ὁ δίκαιος καὶ γνοὺς ὅσα „ἐποίησεν αὐτῷ ὁ νεώτερος αὐτοῦ υἱὸς„ ἀρὰς χαλεπωτάτας τίθεται· τῷ γὰρ ὄντι ὅταν ὁ νοῦς νήψῃ,
κατὰ τὸ ἀκόλουθον εὐθὺς αἰσθάνεται ὅσα ἡ νεωτεροποιὸς ἐν αὐτῷ κακία
<lb n="25"/> πρότερον εἰργάζετο, ἃ μεθύων ἀδυνάτως καταλαβεῖν εἶχε. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>