<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1:25-33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1:25-33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="25"><p>παρὸ καὶ λίαν
ἐμφαντικῶς εἴρηκεν ἐπὶ τοῦ τῆς μισουμένης ὑπὸ τῶν πολλῶν ἀρετῆς <lb n="25"/>
γεγονότος, ὅτι „οὗτός ἐστιν ἀρχὴ τέκνων“, καὶ τάξει καὶ ἡγεμονίᾳ δήπου
πρῶτος ὤν, “καὶ τούτῳ καθήκει τὰ πρωτοτόκια“ νόμῳ φύσεως, οὐκ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="26"><p> ἀνομίᾳ τῇ παρ’ ἀνθρώποις. <milestone unit="altref" n="6"/> ἑπόμενος οὖν αὐτῷ καὶ ὥσπερ ἐπὶ
προτεθέντα σκοπὸν ἀφιεὶς εὐστόχως τὰ βέλη κατὰ ἀκολουθίαν εἰσάγει
<note xml:lang="mul" type="footnote"><lb/>5 ἐὰν] ἄν V τοῦτο G 8.
<lb/>9 πρότερον et ὃστερον conicio 
<lb/>9 ὑστάτου Η alterum τῆς GF: ἀπὸ τῆς H
<lb/>13 γέννησιν
<lb/>11 ὑστεραη Turn. : ὑστερίζοι codd.
<lb/>14 μοίρας GFL2: βώμης HL’ στέργομεν Η 
<lb/>16 ὑπερφυῶς H: ὑπὐ φύσεως F, om. G
<lb/>17 ἐπαγωγότατα Turn.: ἀγωγιὡτατα G, ἀγαγότα HL’, ἁγιώτατα F, ἁγνότατα L2
<lb/>18 γέρως F
<lb/>19 καὶ om. G 
<lb/>21 prius τὸν] τὴν Η ὁ] ἡ H
<lb/>22 ο6τως G αἰῶνας G
<lb/>23 ἀφίκῃ ἲ scripsi: ἀφίκοιτο codd. ἐNτι GII
<lb/>25 ἐπὶ GF: ὑπὸ Η τοῦ (ἐθ conicio
<lb/>26 ἀρχιτέκτων F
<lb/>27 τοῦτο G
<lb/>28 αὐτφ͂] τούτῳ conicio 
<lb/>29 κατ’ G</note>  

<pb n="v.2.p.221"/>
τὸν Ἰακὼβ γενέσει μὲν τοῦ Ἠσαῦ νεώτερον — ὅτι ἀφροσύνη μὲν ἐκ πρώτης
ἡλικίας ἐστὶν ἡμῖν σύντροφος, ὀψίγονος δ’ ὁ τοῦ καλοῦ ζῆλος —, δυνάμει
δὲ πρεσβύτερον· παρὸ καὶ τῶν πρωτοτοκίων ὁ μὲν Ἠσαῦ ἐξίσταται,
μεταποιεῖται δ’ οὗτος εἰκότως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="27"><p>τούτοις συνᾴδει καὶ τὰ ἐπὶ τῶν υἱῶν <lb n="5"/> Ἰωσὴφ ἐκ πολλῆς περισκέψεως ἀνεζητημένα, ἡνίκα ἐνθουσιῶν ὁ σοφὸς
ἀντικρὺς παρεστηκότων οὐκ ἐπιτίθησι ταῖς κεφαλαῖς ἐξ ἐναντίας καὶ
κατ’ εὐθὺ τὰς χεῖρας ἐπενεγκών, ἀλλ’ ἐναλλάξας, ὅπως τῇ μὲν εὐωνύμῳ
τοῦ πρεσβυτέρου δοκοῦντος εἶναι, τοῦ δὲ νεωτέρου τῇ δεξιᾷ ψαύσῃ (Gen.
48, 13. 14).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="28"><p>καλεῖται δ’ ὁ μὲν [ἐν] γενέσει πρεσβύτερος Μανασσῆς, ὁ δὲ <lb n="10"/> νεώτερος Ἐφραΐμ· ταῦτα δ’ εἰ μεταληφθείη τὰ ὀνόματα εἰς Ἑλλάδα
γλῶτταν, μνήμης καὶ ἀναμνήσεως εὑρεθήσεται σύμβολα· ἑρμηνεύεται γὰρ
 <milestone unit="altpage2" n="p.397 M."/> Μανασσῆς μὲν „ἐκ λήθης„ — τὸ δ’ ἐστὶν ὀνόματι ἑτέρῳ καλούμενον
ἀνάμνησις· ὁ γὰρ ὧν ἐπελάθετο εἰς ἀνάμνησιν ἐρχόμενος ἔξω πρόεισι τῆς
λήθης —, Ἐφραῒμ δὲ καρποφορία, μνήμης πρόσρησις οἰκειοτάτη, διότι
<lb n="15"/> καρπὸς ὠφελιμώτατος καὶ τῷ ὄντι ἐδώδιμος ψυχαῖς τὸ ἄληστον ἐν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="29"><p>μνήμαις ἀδιαστάτοις. μνῆμαι μὲν οὖν ἠνδρωμένοις ἤδη καὶ παγίοις συντυγχάνουσι, παρὸ καὶ νεώτεραι ἐνομίσθησαν ὀψὲ φυόμεναι· λήθη δὲ καὶ ἀνάμνησις ἐπαλλήλως σχεδὸν ἐκ πρώτης ἡλικίας ἑκάστῳ σύνεισιν, οὗ ἕνεκα
τὰ χρόνου πρεσβεῖα εὕρηνται καὶ ἐπ’ εὐωνύμοις παρὰ σοφῷ ταξιαρχοῦντι
<lb n="20"/> τάττονται· τῶν δὲ ἀρετῆς αἱ μνῆμαι κοινωνήσουσι πρεσβείων, ἃς ὁ θεοφιλὴς δεξιωσάμενος τῆς ἀμείνονος παρ’ ἑαυτῷ μοίρας ἀξιώσει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="30"><p>Νήψας οὖν ὁ δίκαιος καὶ γνοὺς ὅσα „ἐποίησεν αὐτῷ ὁ νεώτερος αὐτοῦ υἱὸς„ ἀρὰς χαλεπωτάτας τίθεται· τῷ γὰρ ὄντι ὅταν ὁ νοῦς νήψῃ,
κατὰ τὸ ἀκόλουθον εὐθὺς αἰσθάνεται ὅσα ἡ νεωτεροποιὸς ἐν αὐτῷ κακία
<lb n="25"/> πρότερον εἰργάζετο, ἃ μεθύων ἀδυνάτως καταλαβεῖν εἶχε. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="31"><p><milestone unit="altref" n="7"/> τίνι μέντοι καταρᾶται, σκεπτέον· ἓν γάρ τι καὶ τοῦτο τῶν ἐρεύνης ἀξίων
ἐστίν, ἐπειδήπερ οὐ τῷ δοκοῦντι ἡμαρτηκέναι παιδί, ἀλλὰ τῷ ἐκείνου
μὲν υἱῷ, ἑαυτοῦ δὲ υἱωνῷ, οὗ φανερὸν οὐδὲν εἴς γε τὸ παρὸν ἀδίκημα,
<note xml:lang="mul" type="footnote"><lb/>1 ’Hcau codd.
<lb/>2 ἡμῖν ἐστι H
<lb/>3 πρεσβύτερος FH Ἡσαῦ codd. 
<lb/>4 υἱῶν om. G
<lb/>5 ἀναζητημένα G, ἀνεζητηdνων F
<lb/>7 κατευθὺ codd. ἀλλ’ om. F
<lb/>9 ἐν seclusi 9.
<lb/>10 νεώτερος δ’ v
<lb/>12 τὸ Η: Tto GF ὀνόματι Mang. : ὄνομα τῶ codd. καλούμενος Η
<lb/>13 ὁ γὰρ — ἐρχόμενος om. Η ὢν F 15.
<lb/>16 μνήμαις Mang.: ταῖς codd., τοῖς v
<lb/>16 ἀδιάστατον coni. Mang. παγίοις Η: παγίσι GF 16.
<lb/>17 ωuάνουσι fl
<lb/>19 χρόνου Mang. : γρόνω codd. εὐρηνται Turn.: εδρητι codd.
<lb/>19 ἐπ’ εὐωνύμοις Turn.: ἐπωνύμοις GF, εὐωνύμοις H
<lb/>20 πρεσβειῶν GF
<lb/>22 αὐτῶ G: om. ceteri νεωτεροποιὸς F
<lb/>23 αὐτοῦ scripsi: αὐτῶ codd., αὑτῶ v
<lb/>24 ἐν om. H 
<lb/>26 τι] τοι F
<lb/>28 οὗ Η: οὐ GF εἴς γε] ἴστε G γε scripsi: τε codd.</note>  

<pb n="v.2.p.222"/>
 οὐ μικρὸν οὐ μέγα, δεδήλωκεν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="32"><p>ὁ μὲν γὰρ ἐκ περιεργίας ἰδεῖν τὸν πατέρα
γυμνὸν ἐθελήσας καὶ γελάσας ἃ εἶδε καὶ ἐκλαλήσας τὰ δεόντως ἡσυχασθέντα
ὁ υἱὸς ἦν τοῦ Νῶε Χάμ, ὁ δὲ ἐφ’ οἷς ἕτερος ἠδίκησε τὰς
αἰτίας ἔχων καὶ τὰς ἀρὰς καρπούμενος Χαναάν ἐστι· λέγεται γὰρ „ἐπικατάρατος
Χαναάν· παῖς οἰκέτης [δοῦλος δούλων] ἔσται τοῖς ἀδελφοῖς <lb n="5"/>
 αὐτοῦ“ (Gen. 9, 25). τί γὰρ ἡμάρτηκεν, ὡς ἔφην, οὗτος;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="33"><p>ἀλλ’ ἐσκέψαντο
μὲν ἐφ’ ἑαυτῶν ἴσως οἷς ἔθος ἀκριβοῦν τὰς ῥητὰς καὶ προχείρους
ἀποδόσεις ἐν τοῖς νόμοις· ἡμεῖς δὲ πειθόμενοι τῷ ὑποβάλλοντι
ὀρθῷ λόγῳ τὴν ἐγκειμένην ἀπόδοσιν διερμηνεύσωμεν ἐκεῖνα ἀναγκαίως
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>