<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1:19-21</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1:19-21</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="19"><p>οὕτως καὶ τοὺς συνέδρους τοῦ θεοφιλοῦς τὸν δέκα ἑβδομάδων ἀριθμὸν εἰληχότας πρεσβυτέρους ὀνομάζειν ἔθος· λέγεται γάρ·
„συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς
αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσι πρεσβύτεροι„ (Num. 11, 16).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="20"><p>οὐκοῦν οὐ τοὺς ὑπὸ τῶν τυχόντων γέροντας νομιζομένους ὡς ἱεροφάντας, ἀλλ’
<lb n="15"/> οὓς ὁ σοφὸς οἶδε μόνος, τῆς τῶν πρεσβυτέρων ἠξίωσε προσρήσεως· οὓς
μὲν γὰρ ἂν οὗτος ἀποδοκιμάσῃ καθάπερ ἀργυραμοιβὸς ἀγαθὸς ἐκ τοῦ
τῆς ἀρετῆς νομίσματος, κεκιβδηλευμένοι νεωτεροποιοὶ τὰς ψυχὰς ἅπαντες·
οὓς δ’ ἂν γνωρίμους ἐθελήσῃ ποιήσασθαι, δόκιμοί τε καὶ τὸ φρόνημα
πρεσβύτεροι κατὰ τὸ ἀναγκαῖόν εἰσιν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.opp-grc1" subtype="section" n="21"><p><milestone unit="altref" n="5"/> ἑνὶ μέντοι νόμου διατάγματι <lb n="20"/> τοῖς ἀκούειν ἐπισταμένοις ἑκάτερον ὧν εἶπον ἐναργέστερον φανεῖται δεδηλωκώς· „ἐὰν γὰρ γένωνται„ φησίν „ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη
καὶ μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη, καὶ
<note xml:lang="mul" type="footnote"><lb/>2 σοφώτατος v Ἀβραὰμ H
<lb/>4 φασὶ γοῦν Cohn: φασὶν οὖν codd. φασὶν πρεσβύτεπρος om. H Ἀβραὰμ G
<lb/>5 ‘Λβραὰμ codd. κατὰ] καὶ L 
<lb/>6 τὸ GF: τὸν, τῶν V προσκείμενον F, προκειμένων V
<lb/>7 ἐλέγχθη Η 
<lb/>9 ἐπιβουλὰς G εὐλογιστῇ G^F (σὴ s. s. G-): εὐλογίσθη Η γνώμη χρώχρώμενόν H δήπου Η: δήμου GF
<lb/>10 οὕτω FH τὸν δέκα Mang: τὸν ἕνδεκα GF, δι’ ὃν ἕνδεκα H, λαοῦ ἕνδεκα v (Turn.)
<lb/>11 εἰληφότας FL-
<lb/>14 ὑπὸ] ἀπὸ F
<lb/>15 ἀξιῶσαι GF
<lb/>17 κιβδηλευόμενοι H, καὶ κιβδγͅλευόμενοι L ἀπἀντωνR
<lb/>18 t6 om. L φρόνιμαΗ
<lb/>19 εἰσὶΗ 20ὧνF:ὧν ἄν GH 20.
<lb/>21 δεδηλωκός G^
<lb/>22 καὶ τἐκωσιν—μισουμένη om. GH</note>  

<pb n="v.2.p.220"/>
γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, ᾗ ἂν ἡμέρᾳ κληροδοτῇ τοῖς
| υἱοῖς τὰ ὑπάρχοντα, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης
ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον· ἀλλὰ τὸν πρωτότοκον
υἱὸν τῆς μισουμένης ἐπιγνώσεται, δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων
ὧν ἐὰν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ καὶ τούτῳ <lb n="5"/>
 καθήκει τὰ πρωτοτόκια“ (Deut. 21,15 — 17).</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>