<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:97-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:97-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="97"><p> παραστήσωμεν, ὡς ἂν οἷοί τε ὦμεν· <milestone unit="altref" n="25"/> τὰ περὶ ἡμᾶς τοτὲ μὲν
<note xml:lang="mul" type="footnote"><lb/>1 τόν om. U εὐχαριστητικὸν G: εὐχαριστικὸν ceteri
<lb/>3 ἑκουσίων coni. Mang. μισθὸν U, μεθ’ ὧν Η 3.
<lb/>4 ἀξιωθέντας U: ἄν ἀξιωθέντας FH, ἀναξιωθέντας G 
<lb/>4 ἰσάχαρ
<lb/>5 ἀγενήτου G: ἀγεννήτου UFH Ἁβραὰμ H
<lb/>6 λήματος Mang.: λήμματος codd.
<lb/>7 Μωυσῆς G
<lb/>8 ἀναπειθῆ G ἐραστὴν H
<lb/>9 ἀνάπτοντα F 
<lb/>10 ἑκουσίοις Tiiru. ὑπὸ G
<lb/>11 τοῦ] διὰ τοῦ coui. Mang.
<lb/>12 τὸ τοῦ τῆς UF: τοῦ τῆς G, τοῦτο II
<lb/>13 σπᾶσθαι G καταχεύειν G
<lb/>14 τὰς] τῆς Η
<lb/>15 τὸ] τῆς H
<lb/>16 ἐμνήσατο H 16.
<lb/>17 καὶ <add>τοσοῦτον τῆς ἀσεβείας</add> ἐπιβαίνειν conicio 
<lb/>18 τιμώμενον] τυφόμενον H
<lb/>18 οὗ] οἶς FL
<lb/>20 παροίμιον U θαλείαις U 
<lb/>21 αὑτοῖς scripsi: αὐτῶν codd., αὐτῶν v
<lb/>22 ἐξοινεῖ U τῆς ψυχῆς τὸν τόνον FL: τὴν ψυχὴν τῶν τόνων GUH
<lb/>23 τῆς φωνῆς addidi
<lb/>26 ἤγγικεν ἐν τῆ παρεμβολῆ Η, ἤγγιζεν ἡ παρεμβολή U
<lb/>28 παραστήσομεν FH μὲν] μὲν γὰρ H</note>  

<pb n="v.2.p.189"/>
ἠρεμεῖ, τοτὲ δὲ ὁρμαῖς καὶ ἐκβοήσεσιν ἀκαίροις ὡσανεὶ χρῆται· καὶ ἔστιν
ἡ μὲν ἡσυχία τούτων εἰρήνη βαθεῖα, τὰ δὲ ἐναντία πόλεμος ἄσπονδος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="98"><p>μάρτυς δ’ ὁ πεπονθὼς ἀψευδέστατος· ἀκούσας γὰρ τῆς φωνῆς τοῦ λαοῦ κεκραγότων λέγει πρὸς τὸν σκεπτικὸν καὶ ἐπίσκοπον τῶν πραγμάτων·
<lb n="5"/> „φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ.“ ἕως μὲν γὰρ οὐκ ἐκινοῦντο καὶ
ἐκεκράγεσαν ἐν ἡμῖν αἱ ἄλογοι ὁρμαί, σταθερώτερον ὁ νοῦς ἵδρυτο·
ἐπειδὴ δὲ ἤρξαντο πολύφωνον καὶ πολύηχον ἀπεργάζεσθαι τὸ ψυχῆς
χωρίον τὰ πάθη συγκαλοῦσαι καὶ ἀνεγείρουσαι, στάσιν ἐμφύλιον ἐγέννησαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="99"><p>ἐν δὲ τῷ στρατοπέδῳ ὁ πόλεμος, φυσικώτατα· ποῦ γὰρ ἀλλαχόθι <lb n="10"/> ἔριδες, μάχαι, φιλονεικίαι, πάνθ’ ὅσα ἔργα ἀκαθαιρέτου πολέμου,
πλὴν ἐν τῷ μετὰ σώματος βίῳ, ὃν ἀλληγορῶν καλεῖ στρατόπεδον;
τοῦτον εἴωθεν ἀπολιπεῖν ὁ νοῦς, ὅταν θεοφορηθεὶς πρὸς αὐτῷ τῷ ὄντι
γένηται καταθεώμενος τὰς ἀσωμάτους ἰδέας· „λαβὼν“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="100"><p>γάρ φησι „Μωυσῆς τὴν ἑαυτοῦ σκηνὴν ἔπηξεν ἔξω τῆς παρεμβολῆς“, καὶ οὐ
<lb n="15"/> πλησίον, ἀλλὰ πορρωτάτω καὶ „μακρὰν ἀπὸ τῆς παρεμβολῆς“ (Exod.
33, 7). αἰνίττεται δὲ διὰ τούτων, ὅτι ὁ σοφὸς μέτοικος καὶ μετανάστης
ἐστὶν ἀπὸ πολέμου πρὸς εἰρήνην καὶ ἀπὸ τοῦ θνητοῦ καὶ πεφυρμένου
στρατοπέδου πρὸς τὸν ἀπόλεμον καὶ εἰρηναῖον λογικῶν καὶ εὐδαιμόνων
ψυχῶν βίον θεῖον. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>