<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:57-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:57-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="57"><p>ἐπεὶ τίς ἡμῶν ἀντιστατεῖ
πλούτῳ; τίς δὲ πρὸς δόξαν κονίεται; τίς δὲ τιμῆς ἢ ἀρχῆς καταπεφρόνηκε
σχεδὸν τῶν ἔτι φυρομένων ἐν κεναῖς δόξαις; οὐδὲ εἷς τὸ <lb n="20"/>
 παράπαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="58"><p>ἀλλ’ ἕως μὲν οὐδὲν τούτων πάρεστιν, ὑψηγοροῦμεν ὡς ὀλιγοδεΐας
ἑταῖροι τὸν αὐταρκέστατον καὶ δικαιότατον καὶ ἐλευθέροις καὶ
εὐγενέσιν ἁρμόττοντα περιποιούσης βίον· ἐπειδὰν δέ τινος τῶν εἰρημένων
ἐλπὶς ἢ ἐλπίδος αὐτὸ μόνον αὔρα βραχεῖα καταπνεύσῃ, διελεγχόμεθα·
ὑπείκοντες γὰρ εὐθὺς ἐνδίδομεν καὶ ἀντιβῆναι καὶ ἀντισχεῖν οὐ δυνάμεθα, <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 συντέλεσον τὰ F: συντελέσων τἄ G, συντελέσοντα U, συντελὲς τὰ Η τῷ] τὸ Η 
<lb/>2 τῆς om. FL
<lb/>3 ἣν] ἧ G
<lb/>4 καὶ δόξα καὶ πλοῦτος om. FL
<lb/>6 ὁμιλεῖ Η τουτέστιν H μηδέποτ’ Η ἐπιλήψιν G
<lb/>7 ἀλλ’ ἀεὶ καὶ Η: ἀλλ’ ἀεὶ U, ἀλλὰ καὶ GF περιέξεσθαι Mang.: περιέσεσθαι codd.
<lb/>8 καὶ ἀνθέλκοντα om. G δὲ G γυναιξὶν U
<lb/>14 ἐρρωμένη N
<lb/>15 #x003E; ἕπεσθαι conicio
<lb/>16 alterum τῆς om. Η
<lb/>18 μόνον οὐχ F
<lb/>20 φερομένων H, πεφυρμένων D
<lb/>21 πάρεστι F
<lb/>22 ἕτεροι D αὐταρκεστάτοις καὶ δικαιοτάτοις L καὶ δικαιότατον om. D
<lb/>23 τινος om. D
<lb/>24 αὐτῶ μόνον ἡ ἐλπίδος αὔρα transpos. D καταπνεύσει F διελεγχόμενα Η</note> <note xml:lang="mul" type="footnote">12—181,8 N fol. 164v οὐκοῦν—Ἰσαάκ. 17—181,3 DC fol. 245r Φίλωνος περὶ μέθης: οὐ δύναται τῶν φαινομένων ἀγαθῶν κατεξανίστασθαι ἡ τεθηλυμένη ψυχή, πλούτου καὶ δόξης τυχὸν ἡ ἀρχῆς ἢ τιμῆς. ἀλλ’ ἕως μὲν οὐδέν—αὐτομολοῦμεν. <lb n="1921"/> fol. 267r Φίλωνος ἐκ τοῦ περὶ μέθης: τίς τιμῆς—παράπαν.</note>  

<pb n="v.2.p.181"/>
προδοθέντες δ’ ὑπὸ τῶν φίλων αἰσθήσεων ὅλην τὴν ψυχῆς συμμαχίαν
ἐκλείπομεν καὶ οὐκέτι λανθάνοντες ἀλλ’ ἤδη φανερῶς αὐτομολοῦμεν·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="59"><p>καὶ μήποτ’ εἰκότως· ἔτι γὰρ ἡμῖν ἔθη τὰ γυναικῶν ἐπιπεπόλακεν οὔπω δυνηθεῖσι τὰ μὲν ἐκνίψασθαι, πρὸς δὲ τὴν ἀνδρωνῖτιν
<lb n="5"/> μεταδραμεῖν ἑστίαν, καθάπερ λόγος ἔχει τὴν φιλάρετον διάνοιαν, ὄνομα
Σάρραν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="60"><p>αὕτη γὰρ εἰσάγεται διὰ τῶν χρησμῶν „τὰ γυναικεῖα πάντ’ ἐκλιποῦσα“ (Gen. 18,11), ἡνίκα τὸ αὐτομαθὲς γένος ὠδίνειν καὶ ἀποτίκτειν
ἔμελλεν, ἐπίκλησιν Ἰσαάκ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>