<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="21"><p>αἱ μὲν
οὖν πρὸς τὸ ἄριστον συμβολαὶ πόθος ἀρετῆς, τῶν καλῶν ζῆλος, μελέται
συνεχεῖς, ἀσκήσεις ἐπίμονοι, ἄτρυτοι καὶ ἀκμῆτες πόνοι, αἱ δὲ πρὸς τὸ <lb n="5"/>
 ἐναντίον ἄνεσις, ῥᾳθυμία, τρυφή, θρύψις, παντελὴς ἐκδιαίτησις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="22"><p>ἰδεῖν
μέντοι καὶ τοὺς ἐπαποδυομένους πολυοινίᾳ καὶ καθ’ ἑκάστην ἡμέραν
γυμναζομένους καὶ ἀθλοῦντας τοὺς ἐπ’ ἀπληστίᾳ γαστρὸς ἄθλους ἔστι
συμβολὰς μὲν ὡς ἐπί τινι τῶν λυσιτελῶν εἰσφέροντας, ζημιουμένους δὲ
πάντα, χρήματα, σώματα, ψυχάς· τὰ μὲν γὰρ εἰσφέροντες μειοῦσι τὴν <lb n="10"/>
οὐσίαν, τῶν δὲ σωμάτων διὰ τὸ ἁβροδίαιτον κατακλῶσι καὶ θρύπτουσι
τὰς δυνάμεις, τὰς δὲ ψυχὰς ποταμοῦ χειμάρρου τρόπον ἀμετρίᾳ τροφῶν
 ἐπικλύζοντες εἰς βυθὸν ἀναγκάζουσι δύεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="23"><p>τὸν αὐτὸν δὴ τρόπον καὶ
ὅσοι φέρουσιν ἐράνους ἐπὶ καθαιρέσει παιδείας, τὸ κυριώτατον τῶν ἐν
αὐτοῖς ζημιοῦσι, διάνοιαν, ἀποκόπτοντες αὐτῆς τὰ σωτήρια, φρόνησιν <lb n="15"/>
καὶ σωφροσύνην, ἔτι δὲ ἀνδρείαν καὶ δικαιοσύνην. διό μοι δοκεῖ καὶ
αὐτὸς ὀνόματι συνθέτῳ χρῆσθαι τῷ „συμβολοκοπῶν“ πρὸς δήλωσιν
ἐναργεστέραν τοῦ σημαινομένου, διότι τὰ κατὰ ἀρετῆς ἐπιχειρήματα
ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους εἰσφέροντες τιτρώσκουσι καὶ διαιροῦσι
καὶ συγκόπτουσι μέχρι παντελοῦς φθορᾶς τὰς φιληκόους καὶ φιλομαθεῖς <lb n="20"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="24"><p> ψυχάς. <milestone unit="altref" n="7"/> ὁ μὲν οὖν σοφὸς Ἀβραὰμ ἐπανελθεῖν λέγεται „ἀπὸ τῆς
κοπῆς τοῦ Χοδολλαγόμορ καὶ τῶν βασιλέων τῶν μετ’ αὐτοῦ“ (Gen. 14,17),
ὁ δ’ Ἀμαλὴκ ἔμπαλιν τοῦ ἀσκητοῦ „τὴν οὐραγίαν κόπτειν“ (Deut. 25,18),
ἀκολουθίᾳ φύσεως· ἐχθρὰ γὰρ | τὰ ἐναντία καὶ τὸν ἐπ’ ἀλλήλοις ὄλεθρον <note xml:lang="mul" type="marginal">p. 361 Μ.</note>
 ἀεὶ μελετῶντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="25"><p>τὸν δὲ κομίζοντα τὰς συμβολὰς καὶ ταύτῃ μάλιστ’ <lb n="25"/>
ἄν τις αἰτιάσαιτο, ὅτι οὐ μόνον ἀδικεῖν, ἀλλὰ καὶ συναδικεῖν ἔγνωκεν
ἑτέροις ἀξιῶν τὰ μὲν αὐτὸς εἰσηγεῖσθαι, τὰ δ’ εἰσηγουμένων ἄλλων
<note xml:lang="mul" type="footnote"><lb/>1 συμβουλάς U φέρει L 2.
<lb/>3 ἀκροτάτου] ἐπαρατοτάτου coni. Mang. 
<lb/>3 κακοῦ addidi
<lb/>5 ἐπίμονοι Mang.: ἐπίπονοι codd. 8—10 ἄθλους ζημιουμένους τὰ πάντα Barocc. Max. ceteris omissis
<lb/>8 ἔτι G
<lb/>9 τινος G
<lb/>11 κατα- κλῶσι G1, σαταχαλῶσι G2 διαθρύπτουσι Barocc. Max.
<lb/>12 δυνάμεις] ἡδονὰς Barocc. τρυφῶν L2
<lb/>13 τὸν U: om. GUF
<lb/>15 αὐτῆς] αὐτοῖς F
<lb/>16 ἔτι— δικαιοσύνην om. GF
<lb/>17 συμβολοκοπῶν H
<lb/>18 ἐπιτηδεύματα H
<lb/>21 Ἀβραὰμ FH
<lb/>22 σκοπῆς U Χοδολλαγόμορ GF: Χολοδογόμορ UH, Χολογομόδορ L, Χοδολλογόμορ Mang. μεταυτόν F
<lb/>23 κόπτει Η</note> <note xml:lang="mul" type="footnote">6—13 Mel. Barocc fol. 134r τοῦ Φίλωνος Maximi cod. Barber. I 158: ἰδεῖν μέντοι χρὴ καὶ τοὺς—δύεσθαι.</note>  

<pb n="v.2.p.175"/>
ἀκροᾶσθαι, ὅπως καὶ φύσει καὶ μαθήσει διαμαρτάνων μηδεμίαν εἰς σωτηρίαν
ὑπολείπηται χρηστὴν ἐλπίδα ἑαυτῷ, καὶ ταῦτα νόμου διειρηκότος
"μὴ γίνεσθαι μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23,2)·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="26"><p>τῷ γὰρ ὄντι πολύχουν μὲν καὶ πολυφορώτατον ἐν ἀνθρώπων ψυχαῖς τὸ κακόν, ἐσταλμένον
<lb n="5"/> δὲ καὶ σπάνιον τἀγαθόν. παραίνεσις οὖν ὠφελιμωτάτη μὴ τοῖς
πολλοῖς, μεθ’ ὧν τὸ ἀδικεῖν, ἀλλὰ τοῖς ὀλίγοις, μεθ’ ὧν τὸ δικαιοπραγεῖν,
συμφέρεσθαι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="27"><p><milestone unit="altref" n="8"/> τέταρτον τοίνυν καὶ μέγιστον ἔγκλημα ἦν τὸ μεθύειν, οὐκ ἀνειμένως, ἀλλὰ σφόδρα συντόνως· τὸ γὰρ οἰνοφλυγεῖν ἴσον
ἐστὶ τῷ τὸ παραίτιον ἀφροσύνης φάρμακον, ἀπαιδευσίαν, ἐντύφεσθαι καὶ
<lb n="10"/> ἀνακαίεσθαι καὶ ἀναφλέγεσθαι μηδέποτε σβεσθῆναι δυναμένην, ἀλλ’ ὅλην
δι’ ὅλων αἰεὶ τὴν ψυχὴν ἐμπιπρᾶσάν τε καὶ πυρπολοῦσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="28"><p>εἰκότως οὖν ἕψεται δίκη πάντα μοχθηρὸν τρόπον ἐκκαθαίρουσα διανοίας· λέγεται γὰρ
„ἐξαρεῖς τὸν πονηρόν“, οὐκ ἐκ πόλεως ἢ χώρας ἢ ἔθνους, ἀλλ’ „ἐξ
ὑμῶν αὐτῶν“ (Deut. 21,21)· ἡμῖν γὰρ αὐτοῖς ἐνυπάρχουσι καὶ ἐμφωλεύουσιν
<lb n="15"/> οἱ ὑπαίτιοι καὶ ἐπίληπτοι λογισμοί, οὕς, ὁπότε ἀνιάτως
ἔχοιεν, ἀποκόπτειν καὶ διαφθείρειν ἀναγκαῖον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="29"><p>τὸν οὖν ἀπειθῆ καὶ φίλεριν καὶ λόγων πιθανότητας ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους ἐπὶ καθαιρέσει
τοῦ καλοῦ πορίζοντα καὶ ἀκράτῳ φλεγόμενον καὶ καταμεθύοντα ἀρετῆς
καὶ παροινίας ἐκτόπους εἰς αὐτὴν παροινοῦντα δίκαιον ἦν κατηγόρους
<lb n="20"/> μὲν τοὺς ἄλλοις συμμάχους λαβεῖν, πατέρα καὶ μητέρα, <add>φθορὰν</add>
<note xml:lang="mul" type="footnote"><lb/>2 ὑπολίπηται U αὐτῶ Η νόμος U 3.
<lb/>4 πολὐχοος Η
<lb/>4 πολυφθορώτατον L 4.
<lb/>5 ἐσταλμαῖον H, ἐσταλαῖαν L
<lb/>5 τὸ ἀγαθὸν G οὖν GUF: αὖθις H, δὲ Max. 6.
<lb/>7 πολλοῖς προσμαθόντας δικαιοπραγεῖν μεθ’ ὧν τὸ δικαιοπραγεῖν H ἀλλ’ ὀλίγοις Mang.
<lb/>7 καὶ μέγιστον τοίνυν H ἦν om. Η
<lb/>11 αἰεὶ UF: ἀεὶ G, καίει Η, καίειν Turn. ἐμπιπρᾶσαν F: ἐμπιπρῶσαν ceteri
<lb/>12 μοχθηρὰ Η λέξεται F
<lb/>13 τὸν] τὸ U 14.
<lb/>15 ἐμφολεύουσιν Η
<lb/>17 ὥσπερ τινὰς om. H 
<lb/>18 ἀκράτως U μεθύοντα καὶ καταφλεγόμενον F
<lb/>19 ἐκτόπους scripsi: ἐκτόπως codd. αὐτὴν GUFN: αὐτὸν H ἦν] οὖν F 19.
<lb/>20 κατηγόρους μὲν τοὺς ἄλλοις ἄλλως Cohn) scripsi: κατηγόρους μὲν τοὺς Η, κατηγορουμένους οἱ ἄλλοι GU, κατηγορούμενον τοὺς ἄλλους FN
<lb/>20 φθορὰν addidi</note> <note xml:lang="mul" type="footnote">3—5 τῆ Ciem. Paedag. ΙΙΙ §
<lb/>27 p. 269 P: „οὐκ ἔσῃ δὲ μετά πολλῶν“ φησίν οὐδὲ προσθήσῃ μετὰ πλήθους, ὅτι ἡ σοφία ἐν ὀλίγοις, ἀταξία δὲ ἐν πλήθει καταφαίνεται. 3—5 DK fol. 115v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ μέθης DL fol. 25r DR fol. 39r Φίλωνος τοῦ περὶ μέθης α΄ Flor. Paris. No.
<lb/>5 (Barb. I 158): τῷ ὄντι—τὸ ἀγαθόν. pergit Barb. ad. iin.
<lb/>7 συμφέρεσθαι—DK fol. 256v Φίλωνος ἐκ τ περὶ μέθης β΄, DL fol. 64r fol. 32v DP fol. ν Φίλωνος) DV p. 688: ἐσταλμένον καὶ σπάνιον τὸ ἀγαθόν. 16—176,18 N fol. 164r τὸν οὖν ἀπειθῆ—οἴσομεν</note>  

<pb n="v.2.p.176"/>
δὲ ἐνδέξασθαι παντελῆ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν τῶν οἵων τε.
 σῴζεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="30"><p>πατρὸς δὲ καὶ μητρὸς κοιναὶ μὲν αἱ κλήσεις, διάφοροι δ’ αἱ
δυνάμεις. τὸν γοῦν τόδε τὸ πᾶν ἐργασάμενον δημιουργὸν ὁμοῦ καὶ
πατέρα εἶναι τοῦ γεγονότος εὐθὺς ἐν δίκῃ φήσομεν, μητέρα δὲ τὴν τοῦ
πεποιηκότος ἐπιστήμην, ᾗ συνὼν ὁ θεὸς οὐχ ὡς ἄνθρωπος ἔσπειρε <lb n="5"/>
γένεσιν. ἡ δὲ παραδεξαμένη τὰ τοῦ θεοῦ σπέρματα τελεσφόροις ὠδῖσι
τὸν μόνον καὶ ἀγαπητὸν αἰσθητὸν υἱὸν <milestone unit="altpage1" n="p. 362"/>  ἀπεκύησε, τόνδε τὸν κόσμον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="31"><p>εἰσάγεται γοῦν παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ ἡ σοφία περὶ αὑτῆς
λέγουσα τὸν τρόπον τοῦτον· „ὁ θεὸς ἐκτήσατό με πρωτίστην τῶν ἑαυτοῦ
ἔργων, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με“ (Prov. 8,22)· ἦν γὰρ ἀναγκαῖον
τῆς μητρὸς καὶ τιθήνης τῶν ὅλων πάνθ’ ὅσα εἰς γένεσιν ἦλθεν εἶναι νεώτερα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="32"><p><milestone unit="altref" n="9"/> τούτων οὖν τῶν γονέων τίς ἱκανὸς ὑποστῆναι κατηγορίαν;
ἀλλ’ οὐδὲ μετρίαν ἀπειλὴν ἢ ἐλαφροτάτην κατάμεμψιν. οὐδὲ
γὰρ τῶν δωρεῶν ἱκανὸς οὐδεὶς χωρῆσαι τὸ ἄφθονον πλῆθος, ἴσως δὲ
οὐδ’ ὁ κόσμος, ἀλλ’ οἷα βραχεῖα δεξαμενὴ μεγάλης ἐπιρρεούσης τῶν <lb n="15"/>
τοῦ θεοῦ χαρίτων πηγῆς τάχιστα ἀποπληρωθήσεται, ὡς ἀναβλύσαι τε
καὶ ὑπερεκχεῖσθαι. εἰ δὲ τὰς εὐεργεσίας ἀδυνατοῦμεν δέχεσθαι, τὰς
 κολαστηρίους δυνάμεις πῶς ἐπιφερομένας οἴσομεν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="33"><p>τοὺς μὲν δὴ τοῦ
παντὸς γονεῖς ὑπεξαιρετέον τοῦ παρόντος λόγου, τοὺς δὲ φοιτητὰς καὶ
γνωρίμους αὐτῶν τὴν ἐπιμέλειαν καὶ προστασίαν εἰληχότας ψυχῶν, ὅσαι <lb n="20"/>
μὴ ἀνάγωγοι καὶ ἄμουσοι, νῦν ἐπισκεψώμεθα. πατέρα τοίνυν εἶναί
φαμεν τὸν ἄρρενα καὶ τέλειον καὶ ὀρθὸν λόγον, μητέρα δὲ τὴν μέσην
καὶ ἐγκύκλιον χορείαν τε καὶ παιδείαν· οἷς καλὸν καὶ συμφέρον ὡς ἂν
 ἔκγονον τοκεῦσι πείθεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="34"><p>τοῦ μὲν οὖν πατρός, ὀρθοῦ λόγου,
<note xml:lang="mul" type="footnote"><lb/>1 δὲ ἐνδέξασθαι GUFN: δέον ἐνδέξασθαι TI πρὸς UFHN: om. G οἷόν τε N 
<lb/>2 σώζειν conicio δὲ UHN αἱ om. H Anton.
<lb/>3 τὸ πᾶν τόδε Anton. 
<lb/>4 γεγονότος] λέγοντος U φήσωμεν Anton. μητέρα] πατέρα N
<lb/>5 ὁ om. Anton. ὡς] ὁ U
<lb/>6 τὸ et σπέρμα H θεοῦ] κυρίου Anton.
<lb/>7 μόνον καὶ om. Anton. post ἀγαπητὸν add. καὶ Anton.
<lb/>8 αὐτῆς codd.
<lb/>9 ἐκτίσατο Η
<lb/>11 ἦλθε Η 
<lb/>12 νεώτερον N
<lb/>15 οὐδὲ Ν ἀλλὰ βραχέα δεξάμενος D 15.
<lb/>16 μεγάλαις ἐπιρρεούσαις τῶν θεοῦ χαρισμάτων δωρεαῖς τάχιστα D
<lb/>15 ἐπιρεούσης U, ἐπιρροῆς N 
<lb/>16 ἀναβλύσαι GUFN Max.: ἀναβλεῖσθαι Η, ἀναβλύζεσθαι D, ἀναβλύζειν v τε om. FD Max.
<lb/>17 δέξασθαι D2R
<lb/>21 ἐπισκεψόμεθα G
<lb/>22 μέσην Mang.: ἴσην codd.</note> <note xml:lang="mul" type="footnote">2.
<lb/>3 DR fol. 131v Φίλωνος (Anton. Mel. II
<lb/>9 col. 1044): πατρὸς καὶ μητρὸς—διάφοροι δέ δυνάμεις. pergit Anton. Mel. usque ad lin.
<lb/>7 υἱὸν ἀπέτεκεν. 14—18 DK 142v τοῦ αὐτοῦ: δεύτεροι (sc. περὶ μέθης, falso δεύτερον ad Philonis verba rettulit) et fol. 277r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ μέθης Maximi eod. Barber. I 158: τῶν θείων οὐδὲ γὰρ τῶν Barb.) δωρεῶν ἱκανὸς—οἴσομεν.</note>  

<pb n="v.2.p.177"/>
παράγγελμα ἕπεσθαι καὶ ἀκολουθεῖν τῇ φύσει γυμνὴν καὶ ἀπημφιασμένην ἀλήθειαν
μεταδιώκοντας, παιδείας δέ, τῆς μητρός, θέσει δικαίοις προσέχειν,
ἃ κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας ἔθεντο οἱ πρῶτοι δόκησιν πρὸ ἀληθείας
ἀσπασάμενοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="35"><p>τοῖς γονεῦσι τούτοις τέτταρες παίδων εἰσὶ τάξεις, <lb n="5"/> ἡ μὲν ἀμφοτέροις καταπειθής, ἡ δ’ οὐδετέρῳ προσέχουσα, ἐναντία τῇ
προτέρᾳ, τῶν δ’ ἄλλων ἡμιτελὴς ἑκατέρα· ἡ μὲν γὰρ αὐτῶν φιλοπάτωρ
σφόδρα γεγονυῖα τῷ μὲν προσέχει, μητρὸς δὲ καὶ τῶν ἐπισκήψεων αὐτῆς
ἀλογεῖ, ἡ δ’ ἔμπαλιν φιλομήτωρ εἶναι δοκοῦσα τῇ μὲν πάντα ὑπηρετεῖ,
τῶν δὲ τοῦ πατρὸς ἥκιστα φροντίζει. ἡ μὲν οὖν πρώτη τὰ κατὰ πάντων
<lb n="10"/> ἆθλα οἴσεται νικητήρια, ἡ δ’ ἀντίπαλος ἧτταν ὁμοῦ καὶ φθορὰν
ἀναδέξεται, τῶν δ’ ἄλλων ἑκατέρα, ἡ μὲν δευτερείων, ἡ δὲ τρίτων ἄθλων
μεταποιήσεται, δευτερείων μὲν ἡ πειθαρχοῦσα πατρί, τρίτων δ’ ἡ τῇ
μητρί. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="36"><p><milestone unit="altref" n="10"/> τῆς μὲν οὖν φιλομήτορος ταῖς τῶν πολλῶν δόξαις ὑπεικούσης καὶ κατὰ τὰς πολυτρόπους τοῦ βίου ζηλώσεις παντοδαπὰς
μεταβαλλούσης ἰδέας  <milestone unit="altpage2" n="p. 363 Μ."/> Αἰγυπτίου Πρωτέως τὸν τρόπον, ὃς τῷ πάνθ’ ὅσα ἐν
<lb n="16"/> τῷ παντὶ πεφυκέναι γίνεσθαι τὸ ἀληθὲς ἀδηλούμενον ἔσχεν εἶδος, τύπος
ἐναργέστατος Ἰοθόρ, πλάσμα τύφου, πρὸς πόλιν καὶ πολιτείαν συγκλύδων
καὶ μιγάδων ἀνθρώπων κεναῖς αἰωρουμένων δόξαις μάλιστα ἁρμόττων.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="37"><p>Μωυσέως γὰρ τοῦ σοφοῦ τὸν λεὼν ἅπαντα τῆς ψυχῆς πρὸς εὐσέβειαν <lb n="20"/> καὶ τιμὴν θεοῦ μετακαλοῦντος καὶ τάς τε προστάξεις καὶ τοὺς ἱερωτάτους
νόμους ἀναδιδάσκοντος — φησὶ γὰρ ὅτι „ἐπειδὰν γένηται αὐτοῖς ἀντιλογία
καὶ ἔλθωσι πρὸς μέ, διακρίνω ἕκαστον καὶ συμβιβάζω τὰ προστάγματα
τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ“ (Exod. 18, 16)  —, παρελθὼν ὁ
δοκησίσοφος Ἰοθόρ, τῶν μὲν θείων ἀμύητος ἀγαθῶν, τοῖς δὲ ἀνθρωπείοις
<lb n="25"/> καὶ φθαρτοῖς μάλιστ’ ἐνωμιληκὼς δημαγωγεῖ καὶ νόμους ἐναντίους τοῖς
τῆς φύσεως ἀναγράφει, πρὸς τὸ δοκεῖν ἀφορῶν ἐκείνων ἀναφερομένων
πρὸς τὸ εἶναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="38"><p>καίτοι καὶ τοῦτον ἐλεήσας καὶ οἰκτισάμενος τοῦ πολλοῦ πλάνου μεταδιδάσκειν οἴεται δεῖν καὶ ἀναπείθειν ἀποστῆναι μὲν τῶν κενῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀπημφιεσμένην GF
<lb/>2 <add>τοῖς</add> θέσει conicio προσέχειν om. Η, προέχειν G1F 
<lb/>3 ἔθη F πρὸ] πρὸς F
<lb/>5 οὐδ’ ἑτέρω GF
<lb/>6 δ’ om. Η αὐτῶ U 
<lb/>7 ἐπισκήψεων scripsi: ἐπισκέψεων codd.
<lb/>10 εἴσεται U ἧττα νόμου GF φθορὰν FH: φθορᾶς U, φορὰν G
<lb/>12 μεταπεποίηται H δὲ U 13.
<lb/>14 δοξῶν ὑπεικούσαις H
<lb/>14 x003E; παντοδαπὰς coni. Mang.
<lb/>15 προτέρως U τῷ] τὸ Γ’
<lb/>16 τύπω H
<lb/>18 ἑωρουμένων F ἁρμόττον H
<lb/>19 Μωυσέως U: Μωυσέος GFH
<lb/>20 τε codd.: γε v
<lb/>22 διακρίνω scripsi: διακρινῶ codd. συμβιβάζω GU: συμβιβάσω FH
<lb/>23 τοῦ om. U
<lb/>24 νοθὸρ H ἀγαθῶν] ὀργίων coni. Mang. ἀνθρωπίνοις v
<lb/>25 μάλιστα G, μάλισθ’ U
<lb/>26 ἀφορῶντας coni. Mang. ἀναφερόντων L1</note>  

<pb n="v.2.p.178"/>
 δοξῶν, ἀκολουθῆσαι δὲ παγίως τῷ ἀληθεῖ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="39"><p>„ἐξάραντες“, γάρ φησιν, ἡμεῖς
καὶ ἀποκόψαντες τῆς διανοίας τὸν κενὸν τῦφον μετανιστάμεθα εἰς τὸν
ἐπιστήμης τόπον, ὃν χρησμοῖς καὶ ὁμολογίαις θείαις λαμβάνομεν· „ἴθι
δὴ μεθ’ ἡμῶν καὶ εὖ σε ποιήσομεν“ (Num. 10, 29)· ἀποβαλεῖς μὲν
γὰρ τὴν βλαβερωτάτην δόκησιν, κτήσῃ δὲ τὴν ὠφελιμωτάτην ἀλήθειαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="40"><p>ἀλλὰ <lb n="5"/>
γὰρ τοιαῦτα κατεπᾳσθεὶς ἀλογήσει τῶν εἰρημένων καὶ ἐπιστήμῃ μὲν
οὐδαμῇ οὐδαμῶς ἕψεται, ἀναχωρήσει δὲ καὶ ἀναδραμεῖται πρὸς τὸν ἴδιον
καὶ κενὸν τῦφον· λέγεται γὰρ ὅτι εἶπε πρὸς αὐτόν· „οὐ πορεύσομαι ἀλλ’
εἰς τὴν γῆν μου καὶ τὴν γενεάν μου“ (Num. 10, 30), τουτέστι τὴν συγγενῆ
ψευδοδοξοῦσαν ἀπιστίαν, ἐπειδὴ τὴν ἀληθεύουσαν ἀνδράσι φίλην <lb n="10"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>