<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:201-220</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:201-220</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="201"><p>οὗτοι λέγουσι τὰς μὲν τυχηρὰς  εὐπραγίας δορυφόρους εἶναι σώματος, ὑγείαν δὲ καὶ ἰσχὺν καὶ τὸ  <milestone unit="altpage2" n="p. 88 M."/>
<lb n="11"/> ὁλόκληρον καὶ ἀκρίβειαν αἰσθητηρίων καὶ ὅσα ὁμοιότροπα τῆς βασιλίδος
ψυχῆς· τρισὶ γὰρ τῆς τἀγαθοῦ φύσεως κεχρημένης τάξεσι τὴν μὲν τρίτην
καὶ ἐξωτάτην τῆς δευτέρας καὶ ὑπεικούσης πρόμαχον εἶναι, τὴν δὲ δευτέραν
τῆς πρώτης μέγα πρόβλημα καὶ φυλακτήριον γεγενῆσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="202"><p>καὶ <lb n="15"/> περὶ αὐτῶν τούτων μέντοι καὶ βίων διαφορᾶς καὶ τελῶν πρὸς ἃ χρὴ
τὰς πράξεις ἁπάσας ἀναφέρεσθαι καὶ μυρίων ἄλλων ὅσα τε ἡ λογικὴ
καὶ ἠθικὴ καὶ φυσικὴ πραγματεία περιέχει γεγόνασι σκέψεις ἀμύθητοι,
ὧν ἄχρι τοῦ παρόντος οὐδεμία παρὰ πᾶσι τοῖς σκεπτικοῖς συμπεφώνηται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="203"><p><milestone unit="altref" n="49"/> οὐκ εἰκότως οὖν τῶν δυεῖν θυγατέρων, βουλῆς τε καὶ <lb n="20"/> συναινέσεως, ἁρμοσθεισῶν καὶ συνευνασθεισῶν ὁ νοῦς ἀγνοίᾳ ἐπιστήμης
χρώμενος εἰσάγεται; λέγεται γὰρ ὅτι „οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὰς
καὶ ἀναστῆναι“ (Gen. 19,33.35)·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="204"><p>οὔτε γὰρ ὕπνον οὔτε ἐγρήγορσιν οὔτε σχέσιν οὔτε κίνησιν ἔοικε σαφῶς καὶ παγίως καταλαμβάνειν, ἀλλὰ καὶ ὁπότε
ἄριστα βεβουλεῦσθαι δοκεῖ, τότε μάλιστα ἀβουλότατος ὢν εὑρίσκεται τῶν
<lb n="25"/> πραγμάτων μὴ ὅμοιον τοῖς προσδοκηθεῖσι λαβόντων τὸ τέλος·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="205"><p>καὶ ὁπότε
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ] καὶ Her 1.
<lb/>2 αὐτοματιζούσης Her
<lb/>2 φορὰν GU Her
<lb/>3 ὅλου] spatium, tum οὐ in U
<lb/>3 —
<lb/>5 θαυμαστήν -πραγṕτων om., alia inseruit Her
<lb/>3 τινα H 
<lb/>4 πῶς UU: ὡς GF 5.
<lb/>6 τοῦ ἀγαθοῦ τὴν σκέψιν Her
<lb/>6 τοῦ ἀγαθοῦ Η
<lb/>7 μόνον τὸ καλὸν om. Her 7.
<lb/>8 θησαυριζόντων Her
<lb/>9 οὔτοι] οἵτινες Her τὰς] ὅτι τἀς Her
<lb/>10 δὲ Arnim: τε codd. Her τό] τὴν Turn.
<lb/>11 prius καὶ codd. Ηer: καὶ τὴν Mang., om. Turn.
<lb/>12 τρισὶ γάρ φησι τἀγαθοῦ φύσεως κεχρήμεθα Her τῆς τἀγαθοῦ scripsi: τῆς ἀγαθοῦ H, ἀγαθῶν G, τἀγαθοῦ U, ἀγαθοῦ F
<lb/>13 ἐξωτάτην τῆς Η: ἐξωτάτης U, ἔξω τὰ τῆς G, ἐξωτάτην F, ἔξω τῆς Her, ἐξωτάτω τῆς conicio καὶ ὑπεικούσης om. Her. ὑπεικούσης Turn.: ὑπειλοὑσης GFH, ἀπειλούσης U εἶναι] ἣν H
<lb/>14 γεγενῆσθαι om. Her
<lb/>15 τούτων Η: τῶν GUF, om. Her
<lb/>16 ἀπάσας om. Her
<lb/>17 alterum καὶ] καὶ ἡ G πράγματα L1
<lb/>19 oὐκ ἀπεικότως conicio δυεῖν GF: δύο UH
<lb/>20 συναινέσεως Mang. : συνέσεως codd. καὶ συνευνασθειδῶν om. H ἐπιστήμης] παωτελεῖ conicio, aut ἐπιστήμης del. (idem secl. Cohn)</note>  

<pb n="v.2.p.210"/>
συνεπιγράφεσθαί τισιν ὡς ἀληθέσιν ἔδοξε, τὴν ἐπ’ εὐχερείᾳ καρποῦται
κατάγνωσιν, ἀπίστων καὶ ἀβεβαίων, οἷς πρότερον ὡς βεβαιοτάτοις ἐπίστευε,
φαινομένων· ὥστε εἰς τὰ ἐναντία, ὧν ὑπετόπησέ τις, εἰωθότων
περιίστασθαι τῶν πραγμάτων ἀσφαλέστατον τὸ ἐπέχειν εἶναι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="206"><p><milestone unit="altref" n="50"/> Διειλεγμένοι δὴ περὶ τούτων ἱκανῶς ἐπὶ τὰ ἀκόλουθα τῷ <lb n="5"/>
λόγῳ τρεψώμεθα. ἔφαμεν τοίνυν ἐκ τοῦ μεθύειν καὶ τὴν πολλοὺς πολλάκις
μεγάλα βλάπτουσαν γαστριμαργίαν δηλοῦσθαι, ᾗ τοὺς χρωμένους
ἔστιν ἰδεῖν, κἂν τὰς τοῦ σώματος δεξαμενὰς ἀποπληρωθῶσι πάσας, ἔτι
 κενοὺς τὰς ἐπιθυμίας ὄντας·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="207"><p>οὗτοι κἂν ὑπὸ πλήθους ὧν ἐνεφορήσαντο
διακορεῖς γενόμενοι πρὸς ὀλίγον χρόνον καθάπερ οἱ πεπονηκότες ἀθληταὶ <lb n="10"/>
τὰ σώματα διαπνεύσωσι, πάλιν ἐπαποδύονται τοῖς αὐτοῖς ἀγωνίσμασιν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="208"><p>ὁ γοῦν βασιλεὺς τῆς Αἰγυπτίας χώρας, τοῦ σώματος, τῷ μέθης ὑπηρέτῃ δόξας οἰνοχόῳ δυσχερᾶναι πάλιν οὐκ εἰς μακρὰν καταλλαττόμενος
ἐν ταῖς ἱεραῖς βίβλοις εἰσάγεται τοῦ τὰς ἐπιθυμίας ἀναρρηγνύντος πάθους
ὑπομνησθεὶς ἐν ἡμέρᾳ γενέσεως φθαρτῆς, οὐκ ἐν ἀφθάρτῳ τοῦ  <lb n="15"/>
ἀγενήτου φωτός· λέγεται γὰρ ὅτι „ἡμέρα γενέσεως ἦν Φαραώ“ (Gen. 40,20),
ἡνίκα ἐκ τοῦ δεσμωτηρίου τὸν ἀρχιοινοχόον ἐπὶ σπονδαῖς μετεπέμψατο·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="209"><p>τοῦ γὰρ φιλοπαθοῦς ἴδιον λαμπρὰ τὰ <milestone unit="altpage1" n="p. 339 M."/>  γενητὰ καὶ φθαρτὰ ἡγεῖσθαι διὰ
τὸ νυκτὶ καὶ σκότῳ κεχρῆσθαι βαθεῖ πρὸς τὴν τῶν ἀφθάρτων ἐπιστήμην·
οὗ χάριν εὐθὺς τὴν ἐξάρχουσαν ἡδονῆς μέθην καὶ τὸν ὑπηρέτην <lb n="20"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 εὐχέρειαν G 2.
<lb/>3 ἐπίστευεν ὡς βεβαιοτάτοις U
<lb/>3 τὰς ἐναντίων G 5.
<lb/>6 τοῦ λόγου coni. Mang.
<lb/>6 τρεψτήθα G
<lb/>7 μγάλα om. G βλάπτουσι Η
<lb/>8 ἀποπληρωθεισῶν F
<lb/>10 πεπονηκότες Η: πεπονηθἐνπς GUF 
<lb/>11 διαπνεύσουσι U, διαπνεύσας G1 (διαπνεύσατό τις G2?)
<lb/>14 τοῦ Mang. (falso ad F provocans): πρὸς τοῦ GUF, πρός HL πάθους om. H
<lb/>15 φθαρτῇ coni. Cohn ἀφθάρτου conicio (ἐν secluso) 15.
<lb/>16 ἀγετήτου FH 
<lb/>18 φομαθοῦς L, φιλοσωμάτου Turn. λαμπρδν Η γεννητὰ FH 
<lb/>20 ἐξάρχουσαν ἡδοτῆς Mang. : ἐξ ἀρχόντων ἡδονὴν codd.</note> <note xml:lang="mul" type="footnote"><lb/>16 sqq. Origenes Comment. in Matlh. X
<lb/>22 p. 471: ἐτήρησε μὲν οὖν τις τῶν πρὸ ἡμῶν ἀναγεγραμμένην ἐν Γενέσει τοῦ Οαραὼ γενέθλιον καὶ διηγήσατο, ὅτι ὁ φαῦλος τά γενέσεως ἀγαπῶν πράγματα ἑορτάζει γενέθλιον . . . . . Selecta in Genesim p. 44: τῶν μὲν πρὸ ἡμῶν ἐτήρησέ τις, ὅτι φαῦλός ἐστιν ὁ τὰ γενέσεως τιμῶν πράγματα καὶ τὴν ἡdμν τῆς γενέσεως αὐτοῦ ἀποδεχόμενος . . . Homilia VΙII
<lb/>3 in Levit. p. 229: nemo ex omnibus sanctis invenitur diem festum vel convivium .egisse in die natalis sui . . . . soli peccatores super huiusmodi nativitate laetantur. invenimus etenim in veteri quidem testamento Pharaonem regem Aegypti diem natalis sui cum festivitate celebrantem. Homilia I
<lb/>8 in librum Regum p. 486. — cf. etiam Augustini Qtiaeslionem de Genesi L.</note>  

<pb n="v.2.p.211"/>
αὐτῆς δεξιοῦται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="210"><p><milestone unit="altref" n="51"/> τρεῖς δ’ εἰσὶν οἱ τῆς ἀκολάστου καὶ ἀκράτορος ψυχῆς ἑστιοῦχοί τε καὶ θεραπευταί, ἀρχισιτοποιός, ἀρχιοινοχόος, ἀρχιμάγειρος,
ὧν ὁ θαυμασιώτατος μέμνηται Μωυσῆς διὰ τούτων· „καὶ ὠργίσθη
Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ
<lb n="5"/> ἀρχισιτοποιῷ, καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ ἀρχιδεσμοφύλακι“
(Gen. 40,2.3). ἔστι δὲ καὶ ὁ ἀρχιμάγειρος εὐνοῦχος· λέγεται γὰρ ἑτέρωθι·
„κατήχθη δὲ Ἰωσὴφ εἰς Αἴγυπτον, καὶ ἐκτήσατο αὐτὸν εὐνοῦχος
Φαραώ, ἀρχιμάγειρος“ (Gen. 39,1), καὶ πάλιν· „ἀπέδοντο τὸν Ἰωσὴφ
τῷ σπάδοντι Φαραώ, ἀρχιμαγείρῳ“ (Gen. 37,36).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="211"><p>τίνος δὴ χάριν οὔτ’ <lb n="10"/> ἀνὴρ οὔτε γυνὴ τῶν λεχθέντων οὐδὲν ἁπλῶς ἐπιτέτραπται; ἢ ὅτι
σπείρειν μὲν ἄνδρες γονὰς ὑποδέχεσθαι δὲ γυναῖκες ἐκ φύσεως πεπαίδευνται,
ὧν τὴν εἰς ταὐτὸ σύνοδον αἰτίαν γενέσεως καὶ τῆς τοῦ παντὸς
διαμονῆς εἶναι συμβέβηκεν, ἀγόνου δὲ καὶ ἐστειρωμένης, μᾶλλον δὲ
ἐξευνουχισμένης ψυχῆς σιτίοις πολυτελέσι καὶ ποτοῖς καὶ ὄψων περιέργοις
<lb n="15"/>  παραρτύσεσι χαίρειν μήτε τὰ ἀρετῆς ἄρρενα ὡς ἀληθῶς σπέρματα
καταβάλλεσθαι δυναμένης μήτε τὰ καταβληθέντα παραδέξασθαι καὶ ἀναθρέψασθαι,
ἀλλ’ οἷα λυπρὰν ἄρουραν καὶ λιθώδη πρὸς διαφθορὰν μόνον
πεφυκέναι τῶν ἀεὶ ζῆν ὀφειλόντων; δόγμα δὴ τίθεται κοινωφελέστατον,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="212"><p>ὅτι πᾶς ὁ δημιουργὸς ἡδονῆς σοφίας ἐστὶν ἄγονος οὔτε ἄρρην ὢν οὔτε
<lb n="20"/> θήλεια, διὰ τὸ μήτε διδόναι μήτε λαμβάνειν τὰ πρὸς ἀφθαρσίαν ἱκανὸς
εἶναι σπέρματα, μελετᾶν δ’ αἰσχίστην κατὰ τοῦ βίου μελέτην, φθείρειν
τὰ ἄφθαρτα καὶ σβεννύναι τὰ μένοντα τῆς φύσεως λαμπάδια ἄσβεστα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="213"><p>τῶν τοιούτων οὐδενὶ ἐπιτρέπει Μωυσῆς εἰς ἐκκλησίαν ἀφικνεῖσθαι θεοῦ· λέγει γὰρ ὅτι „θλαδίας καὶ ἀποκεκομμένος οὐκ εἰσελεύσεται εἰς
<lb n="25"/> ἐκκλησίαν κυρίου“ (Deut. 23,1). <milestone unit="altref" n="52"/> τί γὰρ τῷ σοφίας ἀγόνῳ λόγων
<note xml:lang="mul" type="footnote"><lb/>1 οἱ] οὖ F
<lb/>2 ἑστιάτορες coni. Mang., εὐνοῦχοι Cohn 2.
<lb/>3 ἀρχιμάγειρος, ἀρχιοινοχόος Η
<lb/>3 θαυμασιώτατος GF: θαυμάσιος UH
<lb/>4 δυσὶν] δὲ H 
<lb/>5 ἀρχιδεσμοφήλακι Cohn: ἀρχιμαγείρω codd.
<lb/>6 λέγει H
<lb/>9 πάδοντι H δὴ GU: δ’εἴη F,δὲ H
<lb/>10 oὐδὲ U
<lb/>11 δὲ GF: om. UH, τε conicio 
<lb/>13 ἀγομένης G1 δ’ F
<lb/>16 δυναdναις Η
<lb/>17 διαφορὰν G1U
<lb/>18 τῶν ἐξοφειῶν. δόγμα H δὴ] δὲ coni. Μang.
<lb/>19 πῶς; H ὁ om. V 
<lb/>20 τὸ] τοῦτο H ἱκανῶς G, ἱκανὰ H, ἱκανὸν Turn.
<lb/>21 μελέτην H 
<lb/>23 οὐδὲν U</note> <note xml:lang="mul" type="footnote"><lb/>18 sqq. Origenes Comment. in Matthaeum XV
<lb/>5 p. 656: εἰ δὲ χρὴ καὶ ἱστοριῶν ἐφάψασθαι τῶν κατὰ τὰς γραφὰς μετὰ τῆς ὑποφαινομένης ἡμῖν εἰς αὐτὰς ἀναγωγῆς, φήσομεν ὅτι εἰσί τινες εὐνοῦχοι τοῦ Φαραὠ, ἅγονοι παντὸς καλοῦ, ἵνα οἰνοχοῶσιν αὐτῷ καὶ σιτοποιῶσιν εύνουχισθέντες. 
<lb/>23 —
<lb/>25 N fol. 187r τῶν τοιοὐτων—κυρίου.</note>  

<pb n="v.2.p.212"/>
ἀκροάσεως ἱερῶν ὄφελος ἐκτετμημένῳ πίστιν καὶ παρακαταθήκην βιωφελεστάτων δογμάτων φυλάξαι μὴ δυναμένῳ;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="214"><p>τρεῖς δ’ ἄρ’ εἰσὶν ἀνθρώπων
γένους ἑστιάτορες, ἀρχισιτοποιός, οἰνοχόος, ὀψαρτυτής, εἰκότως,
ἐπειδὴ τριῶν χρήσεώς τε καὶ ἀπολαύσεως ἐφιέμεθα, σιτίων, ὄψου,
ποτῶν· ἀλλ’ οἱ μὲν μόνων τῶν ἀναγκαίων, οἷς πρός τε τὸ ὑγιεινῶς καὶ <lb n="5"/>
μὴ ἀνελευθέρως ζῆν ἐξ ἀνάγκης χρώμεθα, οἱ δὲ ἀμέτρων καὶ σφόδρα
περιττῶν, ἃ τὰς ὀρέξεις ἀναρρηγνύντα καὶ τὰς τοῦ σώματος δεξαμενὰς
πλήθει βαρύνοντα καὶ πιέζοντα μεγάλα καὶ <milestone unit="altpage1" n="p. 340 M."/>  παντοδαπὰ τίκτειν νοσήματα
 φιλεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="215"><p>οἱ μὲν οὖν ἡδονῆς καὶ ἐπιθυμίας καὶ παθῶν ἰδιῶται καθάπερ
οἱ ἐν ταῖς πόλεσι δημοτικοὶ ἀμισῆ καὶ ἀνεπαχθῆ βίον ζῶντες, ἅτε <lb n="10"/>
ὀλιγοδεεῖς ὄντες, οὐ ποικίλων καὶ περιέργων τὴν τέχνην δέονται ὑπηρετῶν,
ἀλλ’ ἀποικίλῳ χρωμένων ὑπηρεσίᾳ, μαγείρων, οἰνοχόων, σιτοποιῶν·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="216"><p>οἱ δὲ ἡγεμονίαν καὶ βασιλείαν νομίζοντες εἶναι τὸ ἡδέως ζῆν καὶ πάντα
καὶ μικρὰ καὶ μείζω πρὸς τοῦτ’ ἀναφέροντες ἀρχιμαγείροις καὶ ἀρχιοινοχόοις
καὶ ἀρχισιτοποιοῖς ὑπηρέταις ἀξιοῦσι χρῆσθαι, τουτέστιν ἄκρως <lb n="15"/>
 ἐκπεπονηκόσιν ἕκαστον ὧν ἐπετήδευσαν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="217"><p>τὰ μὲν γὰρ ἀμήτων καὶ μελιπήκτων
καὶ ἄλλων ἀμυθήτων πεμμάτων ποικιλώτατα γένη οὐ μόνον
ταῖς τῆς ὕλης διαφοραῖς, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς κατασκευῆς καὶ τοῖς
σχήμασι πρὸς οὐ μόνον τὴν γεύσεως ἀλλὰ καὶ τὴν ὄψεως ἀπάτην
 περιειργασμένα οἱ περὶ σιτοποιίαν ἄκροι μελετῶσι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="218"><p>τὰ δὲ περὶ ἐξέτασιν <lb n="20"/>
οἴνου θᾶττον ἀναδιδομένου καὶ μὴ κεφαλαλγοῦς καὶ τοὐναντίον ἀνθίμου
καὶ εὐωδεστάτου, πολλὴν ἢ ὀλίγην ἀναδεχομένου τὴν μεθ’ ὕδατος
κρᾶσιν εἰς σφοδρὸν καὶ σύντονον ἢ πρᾷον καὶ ἀνειμένον ἐπιτηδείου
πότον καὶ ὅσα τοιουτότροπα ἀρχιοινοχόων ἐπιτηδεύματα ἐπ’ αὐτὸ δὴ
 τῆς τέχνης ἀφιγμένων τὸ τέλος·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="219"><p>ἰχθύας δὲ καὶ ὄρνεις καὶ τὰ παραπλήσια <lb n="25"/>
ποικίλως ἀρτῦσαι καὶ κατασκευάσαι καὶ ὅσα ἄλλα ὄψα | ἡδῦναι
περιττοὶ τὴν ἐπιστήμην εἰσὶν εὐτρεπεῖς ὀψαρτυταί, μυρία χωρὶς ὧν
ἤκουσαν ἢ εἶδον ἄλλ’ ἐκ τῆς συνεχοῦς μελέτης καὶ τριβῆς τῶν εἰς ἁβροδίαιτον καὶ τεθρυμμένον τὸν ἀβίωτον βίον ἐπινοῆσαι δεινοί. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="220"><p><milestone unit="altref" n="53"/> ἀλλὰ

<note xml:lang="mul" type="footnote"><lb/>1 ἐκτετιμημένω F
<lb/>5 ποτοῦ Η μόνον G οἷς] οἱ GU
<lb/>8 τίκτει UH 
<lb/>9 ἐπιθυμιῶν Η 10. ταῖς] τοῖς H
<lb/>12 ἀλλ’ ἀποικαῳ Mang. : ἀλλὰ ἀποικίλων GUF, ἀλλὰ ποικίλω H χρῶνται conicio
<lb/>13 εἶναι νομ́ζοντες H παρὰ ante πάντα add. FL2
<lb/>18 τῷ om. L τρόπον Η
<lb/>20 σιτοπονίω FH 
<lb/>21 ἀναδιδόμενα Η ἀνθίμου (vel ἀνθοσμίου) Mang. : ἀναίμου codd.
<lb/>22 εὔωδεστά. του UF: ἀωδεστάτου GH
<lb/>23 εἰς U: καὶ GFH ἐῃ̣τἡδειον Η
<lb/>24 πότον scripsi: ποτὸν codd.
<lb/>25 ὄρνις F
<lb/>26 σκευάσαι H
<lb/>27 εὐτρωαῖς Mang. e cod. Coll S. Trin.: εὐπρεπεῖς ceteri
<lb/>28 ἢ] καὶ G συνεχοῦς H: συνεχούτης GUP τῶν GF : τὸν U, τῆς H</note>  

<pb n="v.2.p.213"/>
γὰρ οὗτοι πάντες ἐδείχθησαν εὐνοῦχοι, σοφίας ἄγονοι· πρὸς ὃν δὲ συμβατηρίους
τίθεται σπονδὰς ὁ γαστρὸς βασιλεύς, νοῦς, οἰνοχόος ἦν·
φίλοινον γὰρ ὑπερφυῶς τὸ ἀνθρώπων γένος καὶ πρὸς μόνον τοῦτο διαφερόντως
ἀκόρεστον, εἴ γε ὕπνου μὲν καὶ ἐδωδῆς καὶ συνουσίας καὶ
<lb n="5"/> τῶν ὁμοίων ἀπλήρωτος οὐδείς, ἀκράτου δὲ σχεδὸν ἅπαντες καὶ μάλισθ’
οἷς τὸ πρᾶγμα ἀσκεῖται·</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>