<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:197-200</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:197-200</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="197"><p> διαφέρειν φαντασίας καὶ τὰς κρίσεις ἀλλήλαις πεπολεμῶσθαι. <milestone unit="altref" n="48"/> ὧν
ὑπαρχόντων τίς οὕτως ἔκφρων ἐστὶ καὶ παράληρος, ὡς φάναι παγίως,
ὅτι τὸ τοιόνδε ἐστὶ δίκαιον ἢ φρόνιμον ἢ καλὸν ἢ συμφέρον; ὃ γὰρ ἂν <lb n="10"/>
 οὗτος ὁρίσῃ, τἀναντία μεμελετηκὼς ἐκ παίδων ἕτερος ἀκυρώσει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="198"><p>ἐγὼ
δ’ οὐ τεθαύμακα, εἰ πεφορημένος καὶ μιγὰς ὄχλος, ἐθῶν καὶ νόμων
τῶν ὁπωσοῦν εἰσηγμένων ἀκλεὴς δοῦλος, ἀπ’ αὐτῶν ἔτι σπαργάνων
ὑπακούειν ὡς ἂν δεσποτῶν ἢ τυράννων ἐκμαθών, κατακεκονδυλισμένος
τὴν ψυχὴν καὶ μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μὴ δυνάμενος <lb n="15"/>
πιστεύει τοῖς ἅπαξ παραδοθεῖσι καὶ τὸν νοῦν ἐάσας ἀγύμναστον
ἀδιερευνήτοις καὶ ἀνεξετάστοις συναινέσεσί τε καὶ ἀρνήσεσι χρῆται, ἀλλ’
εἰ καὶ τῶν λεγομένων φιλοσόφων ἡ πληθὺς τὸ ἐν τοῖς οὖσι σαφὲς καὶ
ἀψευδὲς ἐπιμορφάζουσα θηρᾶν κατὰ στίφη καὶ λόχους διακέκριται καὶ
δόγματα ἀσύμφωνα, πολλάκις δὲ καὶ ἐναντία οὐ περὶ ἑνὸς τίθεται τοῦ <lb n="20"/>
τυχόντος, ἀλλὰ σχεδὸν περὶ πάντων μικρῶν τε καὶ μεγάλων, ἐν οἷς αἱ
 ζητήσεις συνίστανται·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="199"><p>οἱ γὰρ ἄπειρον τὸ πᾶν εἰσηγούμενοι τοῖς πεπερασμένον
εἶναι λέγουσιν ἢ οἱ τὸν κόσμον ἀγένητον τοῖς γενητὸν
<note xml:lang="mul" type="footnote"><lb/>1 τε καὶ ἔθη Her πόλεων ἐθνῶν τόπων F πόλεων τόπων GU Her: τόπων πόλεων H 1.
<lb/>2 ἡγεμόνων ὑπηκόων Her
<lb/>2 ἐπιστημόνων ἰδιωτῶν Ηer 
<lb/>3 ἀλλὰ οm. H
<lb/>4 αὐτοῦ G κἅν—μακρῷ om. Her χρήσαιτο Η καὶ delevi vult. Cohn
<lb/>5 καὶ ἄφωνα om. Her ἀφανῆ coni. Mang.
<lb/>6 βραχύ Turn. Her 
<lb/>7 προπιπτούσας HL
<lb/>8 πεπολεμῆσθαι U
<lb/>9 παγίως] βεβαίως Her
<lb/>10 ποιὸν δέ G1F Her ἥ καλὸν om. Her
<lb/>1 1 post ὁρίση add. ὁ Her ἐκ παίδων μεμελετηκὼς Her 11.
<lb/>12 ἀκυριὑσει καὶ οὐ θαυμαστόν, εἰ Her
<lb/>12 δὲ H οὐ] οὔτε F συμπεφορημένος V
<lb/>14 ὑπακούειν] μὴ ἀκούειν Η
<lb/>16 παραδοθεῖσιν ἅπαξ Ηer 
<lb/>17 συνέσεσί Ηer
<lb/>17 —
<lb/>19 ἀλλ’ ἤδη καὶ τῶν φιλοσόφων ἡ πληθὺς μὴ δυνηθεῖσα τὸ ἐν τοῖς οὖσι σαφὲς καὶ ἀψευδἐς ἐξευρεῖν κατὰ Ηer
<lb/>19 θήρα U
<lb/>20 τίθεται scripsi: τίθενται codd.
<lb/>21 ρικρῶν- ἐν om. Her
<lb/>22 συνίσταται U 22.
<lb/>23 πεπερασμένοις Η
<lb/>23 λέγων Η post λέγουσιν add. ἀντιφέρονται Her ἡ] καὶ Her ἀγέννητον H γεννητὸν Η, γεγενημένον U Her</note> <note xml:lang="mul" type="footnote"><lb/>15 Demo.sthenes or. Olynth. III32: ἔστι δ’ οὐδέποτ’, οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας.</note>  

<pb n="v.2.p.209"/>
ἀποφαινομένοις ἢ οἱ χωρὶς ἐπιστάτου καὶ ἡγεμόνος ἀλόγου καὶ ἀπαυτοματιζούσης
ἐξάψαντες φορᾶς τοῖς ὑπολαμβάνουσι πρόνοιαν καὶ ἐπιμέλειαν
ὅλου καὶ τῶν μερῶν θαυμαστήν τιν’ εἶναι ἡνιοχοῦντος καὶ κυβερνῶντος
ἀπταίστως καὶ σωτηρίως θεοῦ πῶς ἂν δύναιντο τὰς αὐτὰς
<lb n="5"/> καταλήψεις τῶν ὑποκειμένων ποιεῖσθαι πραγμάτων;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="200"><p>αἱ δὲ περὶ τὴν τἀγαθοῦ σκέψιν φαντασίαι ἆρ’ οὐκ ἐπέχειν μᾶλλον ἢ ὁμολογεῖν βιάζονται
τῶν μὲν ἀγαθὸν εἶναι νομιζόντων μόνον τὸ καλὸν καὶ θησαυριζομένων αὐτὸ ἐν ψυχῇ, τῶν δὲ πρὸς πλείω κατακερματιζόντων καὶ ἄχρι
σώματος καὶ τῶν ἐκτὸς ἀποτεινόντων;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>