<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:177-180</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:177-180</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="177"><p>ἤδη γοῦν ἐν θεάτρῳ πολλάκις παρατυχὼν εἶδον
ὑφ’ ἑνὸς μέλους τῶν ἀγωνιζομένων ἐπὶ τῆς σκηνῆς τραγῳδῶν ἢ  <lb n="10"/>
κιθαρῳδῶν τοὺς μὲν οὕτως ἀχθέντας, ὡς ἀνεγειρομένους καὶ συνηχοῦντας
ἄκοντας τὰ πρὸς ἔπαινον ἐκφωνεῖν, τοὺς δὲ οὕτως ἀτρώτως ἔχοντας,
ὡς μηδὲν τῶν ἀψύχων βάθρων ἐφ’ οἷς καθέζονται ταύτῃ γοῦν διαφέρειν
ἂν νομισθῆναι, ἐνίους δ’ οὕτως ἀλλοτριωθέντας, ὡς καὶ τὴν θέαν
οἴχεσθαι καταλιπόντας, ἔτι καὶ προσαποσειομένους ἑκατέρᾳ τῶν χειρῶν <lb n="15"/>
τὰ ὦτα, μὴ ἄρα τι ἔναυλον ἀπολειφθὲν ἀηδίαν ὑπηχοῦν δυσκόλοις καὶ
 δυσαρέστοις ψυχαῖς ἐργάσηται. καίτοι τί ταῦτά φαμεν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="178"><p>αὐτός τις εἷς
ὢν ἕκαστος ἐφ’ ἑαυτοῦ, τὸ παραδοξότατον, μυρίας μεταβολὰς καὶ τροπὰς
δεχόμενος κατά τε σῶμα καὶ ψυχὴν τοτὲ μὲν αἱρεῖται, τοτὲ δ’ ἀποστρέφεται
οὐδαμῶς μεταβάλλοντα, μένειν δ’ ἐπὶ τῆς αὐτῆς πεφυκότα  <lb n="20"/>
 κατασκευῆς·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="179"><p>οὐ γὰρ τὰ αὐτὰ ὑγιαίνουσι καὶ νοσοῦσι προσπίπτειν φιλεῖ, οὐδὲ
ἐγρηγορόσι καὶ κοιμωμένοις, οὐδὲ ἡβῶσι καὶ γεγηρακόσι· καὶ ἑστὼς
<note xml:lang="mul" type="footnote"><lb/>1 τυγχάνοντας L τὸ σῶμα D
<lb/>2 εἶναι om. DV
<lb/>3 εἰσὶν] ἐστίν H μηκέτι] μὴ μόνον Hei  3.
<lb/>4 ἀνθρώπων ποικιλίαι περὶ πάντα ἴδιαι Her 
<lb/>4 πάντων Β
<lb/>5 post κρίνουσιν add. ἄνθρωποι D, οἱ αὐτοί conicio
<lb/>6 ἐμπαλιν— λαμβάνοντες om. D ἐκ τῶν αὐτῶν Mang. ἐνίοτε ἔνιοι H
<lb/>7 —
<lb/>17 ἄλλοι καὶ τὸ ἀνάπαλιν. ἀλλὰ τί ταῦτά φαμεν Her (om.
<lb/>7 —
<lb/>17 ἅπερ-ἐργάσηται)
<lb/>8 ἀφ’] ἐφ’ G 8.9ἀφ’ἑαυτῶνom.D
<lb/>9 ἥδη om. D ἐνγ’οὐν D εἶδον]αενD
<lb/>10 tῆs om. N 10.
<lb/>11 τραγωδὸν ἡ κιθαρῳδὸν U ἢ κιθαρῳδῶν om. D
<lb/>11 συνοικοῦντας U
<lb/>12 ἀτρέπτως L
<lb/>2 l3 ταύτῃ] τότε conicio διαφέρειν D (coni. Mang.): διὰ γραμμάτων codd., διὰ γράμματος N
<lb/>14 ἄν] λίαν D δὲ N
<lb/>15 προσαποκλειομένους coni. Mang., προσαποσαττομένους Cohn ἑκάτερα GF
<lb/>17 ἐνεργάσηται N 
<lb/>19 δέ Η
<lb/>20 οὐδαμοῦ Ν̀̀ 20.
<lb/>21 μεταβάλλοντα, ἀλλ’ ἐπὶ τῆς αὐτῆς μένοντα κατασκευῆς Her
<lb/>20 μἐνειF
<lb/>21 καὶ] τε καὶD φιλεῖν D οὐδὲ] οὐ γὰρD
<lb/>22 ἐγρηγοροῦσι γοροῦσι UD, γρηγοροῦσι Hcr 21—205,3 γεγηρακόσι, καὶ θαρροῦσι καὶ δεδιόσι, καὶ ἑ καὶ κινουμένοις, ἔτι γε μὴν λυπουμένοις τε καὶ χαίρουσι, φιλοῦσί τε καὶ μισοῦσι. καὶ τί Her</note> <note xml:lang="mul" type="footnote"><lb/>4 —
<lb/>14 DK fol. l3lr Φίλωνος ἐκ τοῦ περὶ μέθης β’: οὐ μόνον ἄλλωστε ἅλλως vo- μιστηναι. 21.22 ibid. : οὐ γὰρ ἐγρηγοροῦσι- γεγηρακόσιν.</note>  

<pb n="v.2.p.205"/>
μέντοι καὶ κινούμενός τις ἑτέρας ἔλαβε φαντασίας, καὶ θαρρῶν καὶ
δεδιὼς ἔμπαλιν, ἔτι μέντοι λυπούμενός τε καὶ χαίρων, καὶ φιλῶν καὶ
τοὐναντίον μισῶν. καὶ τί δεῖ μακρηγοροῦντα περὶ τούτων ἐνοχλεῖν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="180"><p>συνελόντι γὰρ φράσαι πᾶσα ἡ σώματος καὶ ψυχῆς κατὰ φύσιν τε αὖ
 καὶ παρὰ <milestone unit="altpage2" n="p.385 M."/> φύσιν κίνησις αἰτία τῆς περὶ τὰ φαινόμενα ἀστάτου φορᾶς
<lb n="5"/> γίνεται μαχόμενα καὶ ἀσύμφωνα προσβαλλούσης ὀνείρατα. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>