<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:165-168</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:165-168</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="165"><p>τῶν δὲ θυγατέρων ἡ μὲν πρεσβυτέρα κεκλήσεται βουλή, συναίνεσις δὲ ἡ νεωτέρα· τῷ μὲν γὰρ βουλεύσασθαι
τὸ συναινεῖν ἕπεται, συναινέσας δ’ οὐδὲ εἷς ἔτι βουλεύεται.
καθίσας οὖν ὁ νοῦς ἐν τῷ ἑαυτοῦ συνεδρίῳ διακινεῖν ἄρχεται τὰς θυγατέρας
καὶ μετὰ μὲν τῆς πρεσβυτέρας, βουλῆς, σκοπεῖσθαί τε καὶ διερευνᾶν
<lb n="25"/> ἕκαστα, μετὰ δὲ τῆς νεωτέρας, συναινέσεως, ἐπινεύειν ῥᾳδίως τοῖς ἐπιτυχοῦσι
καὶ ὡς φίλα τὰ ἐχθρὰ ἀσπάζεσθαι, δέλεαρ εἴ τι μικρὸν ἡδονῆς
<note xml:lang="mul" type="footnote"><lb/>1 post δὲ add. καὶ ἀπειρία D ἐπιφέρουσαν UHD τῇ ouq. D
<lb/>2 προειδέσθαι U
<lb/>3 παρακοῦσαι G δυνατὴ HL’
<lb/>4 αὐτῆς D καὶ seclusi 
<lb/>5 τῶν] τὴν τῶν Turn.
<lb/>6 μήτε UF ἀταξίαν G, ἀπαξίαν F
<lb/>8 κα-ασκεὀάσαι] κατασκε, tum spat. Η 9.10 ἡ — διπλοῦν om. F
<lb/>10 ἀνεπιστημοσύνης U, ἐπιστημοσύη G
<lb/>11 οἴεται F οἶδε] εἶδεν D
<lb/>12 καὶ] κἅν G
<lb/>13 γὰρ om. HL ἀποτίκτον Turn. 13.
<lb/>14 καὶ οὐκ Η: καὶ ἀκούσια οὐκ GF, καὶ ἑκούσια οὐκ U
<lb/>18 τις ὡς αὐτήν GF
<lb/>21 κέκληται couicio συναίνεσις Turn. : ώνεσις codd.
<lb/>22 τὸ] τῶ Η δὲ H εἰσέτι U βουλεύσετι F
<lb/>23 ὁ νοῦς om. F αὑτοῦ v διακινεῖν H: διακονεῖν GUF
<lb/>25 συνέσεως G 1 ἐπινεὐσειν G ῥᾴδιον HL
<lb/>26 τι] ἢ Η</note> <note xml:lang="mul" type="footnote">10.
<lb/>11 DK fol. 220v ἐκ τῆς πρὸς Γάϊον πρεσβείας: χαλεπὸν ὅταν-ἐπαιρόμενος.</note>  

<pb n="v.2.p.202"/>
 αὐτὸ μόνον ἀφ’ ἑαυτῶν ἐνδιδῴη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="166"><p>ταῦτα δὲ νήφων μὲν λογισμὸς οὐκ
ἀνέχεται, μέθῃ δὲ κατεσχημένος καὶ ὥσπερ ἔξοινος ὤν· <milestone unit="altref" n="41"/> διὸ λέγεται·
„ἐπότισαν τὸν πατέρα οἶνον“ (Gen. 19,33). ἀναισθησία παντελής,
ἱκανὸν δοκεῖν εἶναι βουλεύεσθαι τὸν νοῦν ἀφ’ ἑαυτοῦ τὰ συμφέροντα
ἢ τοῖς ὁπωσοῦν φανεῖσιν, ὡς τὸ ἀληθὲς πάγιον ἐν ἑαυτοῖς ἔχουσι, <lb n="5"/>
συναινέσαι, τῆς ἀνθρωπίνης φύσεως μηδαμῇ μηδαμῶς ἱκανῆς οὔσης ἢ
ἐκ περισκέψεως τὸ σαφὲς εὑρεῖν ἢ τὰ μὲν ὡς ἀληθῆ καὶ συμφέροντα
 ἑλέσθαι, τὰ δ’ ὡς ψευδῆ καὶ βλάβης αἴτια <milestone unit="altpage1" n="p. 383 M."/>  ἀποστραφῆναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="167"><p>πολὺ γὰρ
σκότος τῶν ὄντων καὶ σωμάτων καὶ πραγμάτων κατακεχυμένον οὐκ ἐᾷ
τὴν ἑκάστου φύσιν ἰδεῖν, ἀλλὰ κἂν βιασάμενός τις ὑπὸ περιεργίας ἢ <lb n="10"/>
τοῦ φιλομαθοῦς ἐθελήσῃ διακῦψαι, καθάπερ οἱ πεπηρωμένοι προσπταίων
τοῖς ἐν ποσί, πρίν τι λαβεῖν, ἀναπεσὼν ὑστερίζει ἢ ταῖς χερσὶν ἐφαπτόμενος τὰ ἄδηλα εἰκάζει στοχασμὸν πρὸ ἀληθείας κτώμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="168"><p>οὐδὲ
γὰρ εἰ δᾳδουχοῦσα παιδεία παραπέμποι τὸν νοῦν φῶς ἁψαμένη τὸ
οἰκεῖον ἐπὶ τὴν τῶν ὄντων θέαν, ὀνῆσαι δύναιτ’ ἂν μᾶλλον ἢ βλάψαι· <lb n="15"/>
τὸ γὰρ βραχὺ φέγγος ὑπὸ πολλοῦ σκότους σβέννυσθαι πέφυκε, σβεσθέντος
 δὲ ἀνωφελὴς πᾶσα ὄψις.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>