<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:161-180</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:161-180</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="161"><p>μηδέποτ’ οὖν μήτ’ ἄκρατον προσενεγκώμεθα τοσοῦτον, ὡς ἀπραξίαν ἐμποιῆσαι ταῖς αἰσθήσεσι, μήτε τοσοῦτον ἐπιστήμης ἀλλοτριωθῶμεν, ὡς
ἄγνοιαν, τὸ μέγα καὶ βαθὺ σκότος, τῆς ἑαυτῶν ψυχῆς κατασκεδάσαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="162"><p><milestone unit="altref" n="40"/> διττὸν δὲ τὸ ἀγνοίας γένος, τὸ μὲν ἁπλοῦν, ἡ παντελὴς ἀναισθησία, <lb n="10"/> τὸ δὲ διπλοῦν, ὅταν μὴ μόνον ἀνεπιστημοσύνῃ τις συνέχηται, ἀλλὰ καὶ
οἴηται εἰδέναι ἃ μηδαμῶς οἶδε δόξῃ ψευδεῖ σοφίας ἐπαιρόμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="163"><p>τὸ μὲν οὖν πρότερον κακὸν ἔλαττον — κουφοτέρων γὰρ ἁμαρτημάτων καὶ τάχα
ἀκουσίων αἴτιον —, τὸ δὲ δεύτερον μεῖζον· μεγάλα γὰρ ἀποτίκτει καὶ
οὐκ ἀκούσια μόνον ἀλλ’ ἤδη κἀκ προνοίας ἀδικήματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="164"><p>περὶ ταῦτά μοι <lb n="15"/> δοκεῖ Λὼτ ὁ θυγατροποιὸς μάλιστα κηραίνειν ἄρρεν καὶ τέλειον ἐν ψυχῇ
φυτὸν ἀναθρέψαι μὴ δυνάμενος· δύο γὰρ θυγατέρας ἐκ τῆς λιθουμένης
γυναικὸς ἔσχηκεν, ἣν εὐθυβόλῳ χρησάμενος ὀνόματι καλέσειεν ἄν τις
συνήθειαν, ἐχθρὰν φύσιν ἀληθείας, καὶ ὁπότε ἄγοι τις αὐτήν, ὑστερίζουσαν
καὶ περιβλεπομένην τὰ ἀρχαῖα καὶ σύντροφα καὶ ἀψύχου τρόπον
<lb n="20"/> στήλης ἐν μέσοις αὐτοῖς καταμένουσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="165"><p>τῶν δὲ θυγατέρων ἡ μὲν πρεσβυτέρα κεκλήσεται βουλή, συναίνεσις δὲ ἡ νεωτέρα· τῷ μὲν γὰρ βουλεύσασθαι
τὸ συναινεῖν ἕπεται, συναινέσας δ’ οὐδὲ εἷς ἔτι βουλεύεται.
καθίσας οὖν ὁ νοῦς ἐν τῷ ἑαυτοῦ συνεδρίῳ διακινεῖν ἄρχεται τὰς θυγατέρας
καὶ μετὰ μὲν τῆς πρεσβυτέρας, βουλῆς, σκοπεῖσθαί τε καὶ διερευνᾶν
<lb n="25"/> ἕκαστα, μετὰ δὲ τῆς νεωτέρας, συναινέσεως, ἐπινεύειν ῥᾳδίως τοῖς ἐπιτυχοῦσι
καὶ ὡς φίλα τὰ ἐχθρὰ ἀσπάζεσθαι, δέλεαρ εἴ τι μικρὸν ἡδονῆς
<note xml:lang="mul" type="footnote"><lb/>1 post δὲ add. καὶ ἀπειρία D ἐπιφέρουσαν UHD τῇ ouq. D
<lb/>2 προειδέσθαι U
<lb/>3 παρακοῦσαι G δυνατὴ HL’
<lb/>4 αὐτῆς D καὶ seclusi 
<lb/>5 τῶν] τὴν τῶν Turn.
<lb/>6 μήτε UF ἀταξίαν G, ἀπαξίαν F
<lb/>8 κα-ασκεὀάσαι] κατασκε, tum spat. Η 9.10 ἡ — διπλοῦν om. F
<lb/>10 ἀνεπιστημοσύνης U, ἐπιστημοσύη G
<lb/>11 οἴεται F οἶδε] εἶδεν D
<lb/>12 καὶ] κἅν G
<lb/>13 γὰρ om. HL ἀποτίκτον Turn. 13.
<lb/>14 καὶ οὐκ Η: καὶ ἀκούσια οὐκ GF, καὶ ἑκούσια οὐκ U
<lb/>18 τις ὡς αὐτήν GF
<lb/>21 κέκληται couicio συναίνεσις Turn. : ώνεσις codd.
<lb/>22 τὸ] τῶ Η δὲ H εἰσέτι U βουλεύσετι F
<lb/>23 ὁ νοῦς om. F αὑτοῦ v διακινεῖν H: διακονεῖν GUF
<lb/>25 συνέσεως G 1 ἐπινεὐσειν G ῥᾴδιον HL
<lb/>26 τι] ἢ Η</note> <note xml:lang="mul" type="footnote">10.
<lb/>11 DK fol. 220v ἐκ τῆς πρὸς Γάϊον πρεσβείας: χαλεπὸν ὅταν-ἐπαιρόμενος.</note>  

<pb n="v.2.p.202"/>
 αὐτὸ μόνον ἀφ’ ἑαυτῶν ἐνδιδῴη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="166"><p>ταῦτα δὲ νήφων μὲν λογισμὸς οὐκ
ἀνέχεται, μέθῃ δὲ κατεσχημένος καὶ ὥσπερ ἔξοινος ὤν· <milestone unit="altref" n="41"/> διὸ λέγεται·
„ἐπότισαν τὸν πατέρα οἶνον“ (Gen. 19,33). ἀναισθησία παντελής,
ἱκανὸν δοκεῖν εἶναι βουλεύεσθαι τὸν νοῦν ἀφ’ ἑαυτοῦ τὰ συμφέροντα
ἢ τοῖς ὁπωσοῦν φανεῖσιν, ὡς τὸ ἀληθὲς πάγιον ἐν ἑαυτοῖς ἔχουσι, <lb n="5"/>
συναινέσαι, τῆς ἀνθρωπίνης φύσεως μηδαμῇ μηδαμῶς ἱκανῆς οὔσης ἢ
ἐκ περισκέψεως τὸ σαφὲς εὑρεῖν ἢ τὰ μὲν ὡς ἀληθῆ καὶ συμφέροντα
 ἑλέσθαι, τὰ δ’ ὡς ψευδῆ καὶ βλάβης αἴτια <milestone unit="altpage1" n="p. 383 M."/>  ἀποστραφῆναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="167"><p>πολὺ γὰρ
σκότος τῶν ὄντων καὶ σωμάτων καὶ πραγμάτων κατακεχυμένον οὐκ ἐᾷ
τὴν ἑκάστου φύσιν ἰδεῖν, ἀλλὰ κἂν βιασάμενός τις ὑπὸ περιεργίας ἢ <lb n="10"/>
τοῦ φιλομαθοῦς ἐθελήσῃ διακῦψαι, καθάπερ οἱ πεπηρωμένοι προσπταίων
τοῖς ἐν ποσί, πρίν τι λαβεῖν, ἀναπεσὼν ὑστερίζει ἢ ταῖς χερσὶν ἐφαπτόμενος τὰ ἄδηλα εἰκάζει στοχασμὸν πρὸ ἀληθείας κτώμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="168"><p>οὐδὲ
γὰρ εἰ δᾳδουχοῦσα παιδεία παραπέμποι τὸν νοῦν φῶς ἁψαμένη τὸ
οἰκεῖον ἐπὶ τὴν τῶν ὄντων θέαν, ὀνῆσαι δύναιτ’ ἂν μᾶλλον ἢ βλάψαι· <lb n="15"/>
τὸ γὰρ βραχὺ φέγγος ὑπὸ πολλοῦ σκότους σβέννυσθαι πέφυκε, σβεσθέντος
 δὲ ἀνωφελὴς πᾶσα ὄψις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="169"><p>τὸν μέντοι σεμνυνόμενον ἢ ἐπὶ τῷ βουλεύεσθαι
ἢ ἐπὶ τῷ τὰ μὲν αἱρεῖσθαι τὰ δὲ φεύγειν ἱκανῶς δύνασθαι διὰ τούτων
ὑπομνηστέον· εἰ μὲν ἀπὸ τῶν αὐτῶν τὰς αὐτὰς ἀεὶ συνέβαινε προσπίπτειν
ἀπαραλλάκτους φαντασίας, ἦν ἴσως ἀναγκαῖον τά τε ἐν ἡμῖν <lb n="20"/>
αὐτοῖς φύσει κατασκευασθέντα διττὰ κριτήρια, αἴσθησίν τε καὶ νοῦν,
ὡς ἀψευδῆ καὶ ἀδέκαστα θαυμάζειν καὶ περὶ μηδενὸς ἐνδοιάζοντας
ἐπέχειν, ἀλλὰ τοῖς ἅπαξ φανεῖσι πιστεύοντας τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ
 ἔμπαλιν ἀποστρέφεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="170"><p>ἐπειδὴ δὲ διαφόρως ἀπ’ αὐτῶν εὑρισκόμεθα
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐνδιδοίη conicio
<lb/>2 κατεσχηdνος Turn.: κατισχημἐνος UFH, κατησχημένος G 
<lb/>3 ἀναισθησία FH: ἀναισθησίαν GL’v παντελῆ v
<lb/>4 δοκεῖ GF εἶναι om. Η
<lb/>7 τά μὲν ὡς HL’: ὡς τά μὲν GTFL 2, ὡς v
<lb/>8 τὰ δ’ scripsi: ἥ codd. 9.
<lb/>10 ἐᾷ ἡμᾶς τὴν Ηer
<lb/>11 διανακὐψαι v
<lb/>13 ἄδηλα] ἅ δεῖ H πρὸς ἀλήθειαν Η
<lb/>13 —
<lb/>19 οὑὸἐ-ὑπομνηστἐον om. Her
<lb/>14 εἰ] ἡ G παραπέμποι U: παραπέμπει GFH ἁψάμενος Η
<lb/>15 δύνιντ’ GU
<lb/>16 πέφυκεν φυκεν U
<lb/>19 μέν γὰρ ἀπὸ Her συνέβαινεν U
<lb/>20 ἀπαρλλάκτως Her 
<lb/>21 αἴσω]σιντηοῦν om. Her
<lb/>22 ἐνδυάζοντας F 23.
<lb/>24 τὰ μὲν — ἀποστρἐφ om. Her
<lb/>24 διαφόροις H ἀπὸ τῶν αὐτῶν conicio</note> <note xml:lang="mul" type="footnote"><lb/>9 — 209,19 inserta .siint Hercnnii qui dicitur libro (Α. Mai, Ciassicorum auctorum tom. IX Romae 1837 p. 618 — 523): λέγουσι γάρ ὅτι πολὺ σκότος τῶν ὄντων-οὐκ εἰκότως οὑν τὸ ἐπέχειν δοκεῖ, ἀλλὰ καὶ λίαν ἀρμοζόντως. καὶ ταῦτα μὲν ἐκ πολλῶν καὶ μακρῶν ὀλίγα καὶ βραχέα συναγαγόντες παρεθέμεθα. cf. Prolegomena, de Arnim Quellenstudien zu Phiio p. .53 — 100.</note>  

<pb n="v.2.p.203"/>
κινούμενοι, βέβαιον περὶ οὐδενὸς οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν, ἅτε μὴ ἑστῶτος
τοῦ φανέντος, ἀλλὰ πολυτρόποις καὶ πολυμόρφοις χρωμένου ταῖς μεταβολαῖς·
<milestone unit="altref" n="42"/> ἀνάγκη γὰρ ἀνιδρύτου τῆς φαντασίας οὔσης ἀνίδρυτον
εἶναι καὶ τὴν ἐπ’ αὐτῇ κρίσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="171"><p>αἴτια δὲ τούτου πολλά· πρῶτον μὲν <lb n="5"/> αἱ ἐν τοῖς ζῴοις οὐ καθ’ ἓν μέρος ἀλλὰ σχεδὸν περὶ πάντα ἀμύθητοι
διαφοραί, αἱ περὶ τὴν γένεσιν καὶ κατασκευὴν αὐτῶν, αἱ περὶ τὰς τροφὰς
καὶ διαίτας, αἱ περὶ τὰς αἱρέσεις καὶ φυγάς, αἱ περὶ τὰς αἰσθητικὰς
ἐνεργείας τε καὶ κινήσεις, αἱ περὶ τὰς τῶν κατὰ σῶμα καὶ ψυχὴν ἀμυθήτων
παθῶν ἰδιότητας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="172"><p><lb n="10"/>  χωρὶς γὰρ τῶν κρινόντων ἴδε καὶ τῶν κρινομένων ἔνια, οἷα τὸν χαμαιλέοντα, τὸν πολύποδα· τὸν μέν γέ φασι τὴν
χρόαν ἀλλάττοντα τοῖς ἐδάφεσιν ὁμοιοῦσθαι καθ’ ὧν εἴωθεν ἕρπειν, τὸν
δὲ ταῖς κατὰ θαλάττης πέτραις, ὧν ἂν περιδράξηται, τάχα που τῆς
σωτηρίου φύσεως ἀλεξίκακον συλλήψεως δωρησαμένης τὴν εἰς τὸ πολυχρώματον
αὐτοῖς τροπὴν φάρμακον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="173"><p>τὸν δὲ αὐχένα τῆς περιστερᾶς ἐν <lb n="15"/> ἡλιακαῖς αὐγαῖς οὐ κατενόησας μυρίας χρωμάτων ἀλλάττοντα ἰδέας; ἢ
οὐχὶ φοινικοῦν καὶ κυανοῦν, πυρωπόν τε αὖ καὶ ἀνθρακοειδές, ἔτι δὲ
ὠχρὸν καὶ ἐρυθρὸν καὶ ἄλλα παντοδαπὰ ἴσχει χρώματα, ὧν οὐδὲ τὰς
κλήσεις ῥᾴδιον ἀπομνημονεῦσαι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="174"><p>φασὶ μέντοι καὶ ἐν Σκύθαις τοῖς   <milestone unit="altpage2" n="p.384 M."/> καλουμένοις Γελώοις θαυμασιώτατόν τι γίνεσθαι σπανίως μέν, γίνεσθαι
<lb n="20"/> δ’ ὅμως θηρίον, ὃ καλεῖται τάρανδρος, μέγεθος μὲν βοὸς οὐκ ἀποδέον,
ἐλάφῳ δὲ τὸν τοῦ προσώπου τύπον ἐμφερέστατον· λόγος ἔχει τοῦτο
μεταβάλλειν ἀεὶ τὰς τρίχας πρός τε τὰ χωρία καὶ τὰ δένδρα καὶ πάνθ’
ἁπλῶς οἷς ἂν ἐγγὺς ἱστῆται, ὡς διὰ τὴν τῆς χρόας ὁμοιότητα λανθάνειν
<note xml:lang="mul" type="footnote"><lb/>1 κινούμενοι Her: καὶ κινούμενοι codd., κεκινημένοι v
<lb/>3 ἀειδρύτου G
<lb/>1 UF
<lb/>4 ἐπ’ αὔην G, ἀπ’ αὐτῆς coni. Mang. αἰτία Η, αἰτίαι et πολλαὶ Her
<lb/>5 ἑνὸς μέρος Η, ἑνὸς μέρους Mang.
<lb/>6 καὶ HL’ Her: καὶ κατὰ τὴν CtUFL-
<lb/>7 —
<lb/>9 alterum αἱ- παθῶν om. H
<lb/>8 alterum καὶ] τε καὶ Her
<lb/>9 ἰδιότητος F ἄε post ἔνια transpos. Her
<lb/>10 χαμαιλέοντα καὶ τὸν coni. Mang. 11—14 τὸν μὲν— φάρμακον om. Her
<lb/>10 γέ] γάρ conicio
<lb/>11 ὀρθιοῦσθαι HL’ εἴωθε II
<lb/>12 θάλατταν U
<lb/>15 αὐγαῖς κατενόησέ τις μυρίας Her 15.
<lb/>16 ἢ οὐχὶ] καὶ γὰρ καὶ Ηer 
<lb/>16 φονικὸν F πυρωτόν H ἀνθρακωειδὲς ν
<lb/>18 — 204,2 φασὶ-εἶνι] τί δέ τὴν τοῦ τηρὸς ταράνδου διάλλαξιν τῶν χρωμάτων, δι’ ἧς λανθάνει τοὺς ἐντυγχάνοντας, εἴποιμεν ἄν; Her
<lb/>19 γελωταῖς L, Γελωνοῖς v θαυμασιώτατά H
<lb/>20 τάρανδρος GFLΝDMDV: τάρανδος UHDP(?) Her οὐκ ἀποδέον om. D
<lb/>21 τοῦτον DΜDV 22.23 καὶ πάνθ’ ἁπλῶς om. D
<lb/>23 ἵσταται DPD^, ᾖ DM χροίς D</note> <note xml:lang="mul" type="footnote">9—205,6 N fol. 187r χωρὶς—ὀνείρατα 20—204,1 DM fol. 193v Φίλωνος ἐκ τῶν τερὶ μέθης DP foL 201 Dv p. 531: γίνεται θηρίον, ὃ—δυσθήρατον εἶναι. cf. V. Rose Aristot. pseudepigr. p. 364. 365 (Caesaris Belli G. VI 26,1).</note>  

<pb n="v.2.p.204"/>
τοὺς ἐντυγχάνοντας καὶ ταύτῃ μᾶλλον ἢ τῇ περὶ σῶμα ἀλκῇ δυσθήρατον
 εἶναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="175"><p>ταῦτα δὴ καὶ τὰ τούτοις ὅμοια πίστεις ἐναργεῖς ἀκαταληψίας
εἰσίν, <milestone unit="altref" n="43"/> ἔπειτα δὲ αἱ μηκέτι τῶν ζῴων ἁπάντων, ἀλλὰ καὶ ἀνθρώπων ἰδίᾳ πρὸς ἀλλήλους περὶ πάντα ποικιλίαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="176"><p>οὐ γὰρ μόνον ἄλλοτε
ἄλλως τὰ αὐτὰ κρίνουσιν, ἀλλὰ καὶ ἑτέρως ἕτεροι
ἡδονάς τε καὶ ἀηδίας <lb n="5"/>
ἔμπαλιν τῶν αὐτῶν λαμβάνοντες· οἷς γὰρ δυσηρέστησαν ἔνιοι, ἐτέρφθησαν
ἄλλοι, καὶ κατὰ τοὐναντίον ἅπερ ὡς φίλα καὶ οἰκεῖα ἐπισπασάμενοί
τινες ἐδεξιώσαντο, ταῦθ’ ἕτεροι ὡς ἀλλότρια καὶ δυσμενῆ μακρὰν ἀφ’
 ἑαυτῶν ἐσκοράκισαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="177"><p>ἤδη γοῦν ἐν θεάτρῳ πολλάκις παρατυχὼν εἶδον
ὑφ’ ἑνὸς μέλους τῶν ἀγωνιζομένων ἐπὶ τῆς σκηνῆς τραγῳδῶν ἢ  <lb n="10"/>
κιθαρῳδῶν τοὺς μὲν οὕτως ἀχθέντας, ὡς ἀνεγειρομένους καὶ συνηχοῦντας
ἄκοντας τὰ πρὸς ἔπαινον ἐκφωνεῖν, τοὺς δὲ οὕτως ἀτρώτως ἔχοντας,
ὡς μηδὲν τῶν ἀψύχων βάθρων ἐφ’ οἷς καθέζονται ταύτῃ γοῦν διαφέρειν
ἂν νομισθῆναι, ἐνίους δ’ οὕτως ἀλλοτριωθέντας, ὡς καὶ τὴν θέαν
οἴχεσθαι καταλιπόντας, ἔτι καὶ προσαποσειομένους ἑκατέρᾳ τῶν χειρῶν <lb n="15"/>
τὰ ὦτα, μὴ ἄρα τι ἔναυλον ἀπολειφθὲν ἀηδίαν ὑπηχοῦν δυσκόλοις καὶ
 δυσαρέστοις ψυχαῖς ἐργάσηται. καίτοι τί ταῦτά φαμεν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="178"><p>αὐτός τις εἷς
ὢν ἕκαστος ἐφ’ ἑαυτοῦ, τὸ παραδοξότατον, μυρίας μεταβολὰς καὶ τροπὰς
δεχόμενος κατά τε σῶμα καὶ ψυχὴν τοτὲ μὲν αἱρεῖται, τοτὲ δ’ ἀποστρέφεται
οὐδαμῶς μεταβάλλοντα, μένειν δ’ ἐπὶ τῆς αὐτῆς πεφυκότα  <lb n="20"/>
 κατασκευῆς·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="179"><p>οὐ γὰρ τὰ αὐτὰ ὑγιαίνουσι καὶ νοσοῦσι προσπίπτειν φιλεῖ, οὐδὲ
ἐγρηγορόσι καὶ κοιμωμένοις, οὐδὲ ἡβῶσι καὶ γεγηρακόσι· καὶ ἑστὼς
<note xml:lang="mul" type="footnote"><lb/>1 τυγχάνοντας L τὸ σῶμα D
<lb/>2 εἶναι om. DV
<lb/>3 εἰσὶν] ἐστίν H μηκέτι] μὴ μόνον Hei  3.
<lb/>4 ἀνθρώπων ποικιλίαι περὶ πάντα ἴδιαι Her 
<lb/>4 πάντων Β
<lb/>5 post κρίνουσιν add. ἄνθρωποι D, οἱ αὐτοί conicio
<lb/>6 ἐμπαλιν— λαμβάνοντες om. D ἐκ τῶν αὐτῶν Mang. ἐνίοτε ἔνιοι H
<lb/>7 —
<lb/>17 ἄλλοι καὶ τὸ ἀνάπαλιν. ἀλλὰ τί ταῦτά φαμεν Her (om.
<lb/>7 —
<lb/>17 ἅπερ-ἐργάσηται)
<lb/>8 ἀφ’] ἐφ’ G 8.9ἀφ’ἑαυτῶνom.D
<lb/>9 ἥδη om. D ἐνγ’οὐν D εἶδον]αενD
<lb/>10 tῆs om. N 10.
<lb/>11 τραγωδὸν ἡ κιθαρῳδὸν U ἢ κιθαρῳδῶν om. D
<lb/>11 συνοικοῦντας U
<lb/>12 ἀτρέπτως L
<lb/>2 l3 ταύτῃ] τότε conicio διαφέρειν D (coni. Mang.): διὰ γραμμάτων codd., διὰ γράμματος N
<lb/>14 ἄν] λίαν D δὲ N
<lb/>15 προσαποκλειομένους coni. Mang., προσαποσαττομένους Cohn ἑκάτερα GF
<lb/>17 ἐνεργάσηται N 
<lb/>19 δέ Η
<lb/>20 οὐδαμοῦ Ν̀̀ 20.
<lb/>21 μεταβάλλοντα, ἀλλ’ ἐπὶ τῆς αὐτῆς μένοντα κατασκευῆς Her
<lb/>20 μἐνειF
<lb/>21 καὶ] τε καὶD φιλεῖν D οὐδὲ] οὐ γὰρD
<lb/>22 ἐγρηγοροῦσι γοροῦσι UD, γρηγοροῦσι Hcr 21—205,3 γεγηρακόσι, καὶ θαρροῦσι καὶ δεδιόσι, καὶ ἑ καὶ κινουμένοις, ἔτι γε μὴν λυπουμένοις τε καὶ χαίρουσι, φιλοῦσί τε καὶ μισοῦσι. καὶ τί Her</note> <note xml:lang="mul" type="footnote"><lb/>4 —
<lb/>14 DK fol. l3lr Φίλωνος ἐκ τοῦ περὶ μέθης β’: οὐ μόνον ἄλλωστε ἅλλως vo- μιστηναι. 21.22 ibid. : οὐ γὰρ ἐγρηγοροῦσι- γεγηρακόσιν.</note>  

<pb n="v.2.p.205"/>
μέντοι καὶ κινούμενός τις ἑτέρας ἔλαβε φαντασίας, καὶ θαρρῶν καὶ
δεδιὼς ἔμπαλιν, ἔτι μέντοι λυπούμενός τε καὶ χαίρων, καὶ φιλῶν καὶ
τοὐναντίον μισῶν. καὶ τί δεῖ μακρηγοροῦντα περὶ τούτων ἐνοχλεῖν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="180"><p>συνελόντι γὰρ φράσαι πᾶσα ἡ σώματος καὶ ψυχῆς κατὰ φύσιν τε αὖ
 καὶ παρὰ <milestone unit="altpage2" n="p.385 M."/> φύσιν κίνησις αἰτία τῆς περὶ τὰ φαινόμενα ἀστάτου φορᾶς
<lb n="5"/> γίνεται μαχόμενα καὶ ἀσύμφωνα προσβαλλούσης ὀνείρατα. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>