<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:157-160</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:157-160</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="157"><p>τὸ παραπλήσιον
οὖν ἐν ψυχῇ πάντως ἄγνοια ἐργάζεται τὰ βλέποντα καὶ ἀκούοντα αὐτῆς <lb n="10"/>
λυμαινομένη καὶ μήτε φῶς μήτε λόγον παρεισελθεῖν ἐῶσα, τὸν μέν,
ἵνα μὴ διδάξῃ, τὸ δέ, ἵνα μὴ δείξῃ τὰ ὄντα, βαθὺ δὲ σκότος καὶ πολλὴν
ἀλογίαν καταχέασα κωφὴν λίθον τὸ περικαλλέστατον εἶδος ψυχῆς εἰργάσατο.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="158"><p><milestone unit="altref" n="39"/> καὶ γὰρ τῇ ἀγνοίᾳ τὸ ἐναντίον, ἡ ἐπιστήμη, τρόπον τινὰ
ψυχῆς καὶ ὀφθαλμοὶ καὶ ὦτά ἐστι· καὶ γὰρ τοῖς λεγομένοις προσέχει <lb n="15"/>
τὸν νοῦν καὶ καταθεᾶται τὰ ὄντα καὶ οὐδὲν οὔτε παρορᾶν οὔτε παρακούειν
ὑπομένει, πάντα δ’ ὅσα ἀκοῆς καὶ θέας ἄξια περισκοπεῖ καὶ
περιβλέπεται, κἂν εἰ πεζεύειν καὶ πλεῖν δεῖ, γῆς καὶ θαλάττης ἄχρι
 τῶν περάτων ἀφικνεῖται, ἵνα ἴδῃ τι πλέον ἢ ἀκούσῃ καινότερον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="159"><p>ἀοκνότατον
γὰρ ὁ ἐπιστήμης ἔρως, ἐχθρὸς μὲν ὕπνου, φίλος δὲ ἐγρηγόρσεως·  <lb n="20"/>
διανιστὰς οὖν καὶ ἀνεγείρων καὶ παραθήγων ἀεὶ διάνοιαν πανταχόσε
περιφοιτᾶν ἀναγκάζει λίχνον ἀκοῆς ἐργαζόμενος καὶ μαθήσεως
 δίψαν ἄληκτον ἐντήκων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="160"><p>οὐκοῦν ἐπιστήμη μὲν τὸ βλέπειν καὶ ἀκούειν
περιποιεῖ, δι’ ὧν αἱ κατορθώσεις· ὁ γὰρ ἰδὼν καὶ ἀκούσας, γνοὺς <milestone unit="altpage1" n="p. 382 M"/>  τὸ
συμφέρον, τὸ μὲν ἑλόμενος, τὸ δὲ ἐναντίον ἀποστραφεὶς ὠφέληται. <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 μόνον G
<lb/>2 μικρῶ GU
<lb/>3 κεκωφωμένοι F
<lb/>6 μηκέτι Η
<lb/>8 ἅς] αἲ H ὁλοκλήρου Η
<lb/>9 εἰς ἅπαν UFII
<lb/>10 πάντως Turn.: πάνθ’ ὅσα codd. ἄγνοια U: ἄγνοιαν GFH
<lb/>12 prius μὴ otn. G prius δέ om. Η δὲ καὶ σκότος Η
<lb/>13 ἀλογιιαν] αἰγιιαν Η καταχέουσα F κωφὸν U (?) v εἶδοβς ψυχῆς H, εἶδος Φυχῆς v
<lb/>15 τῶν λεγομένων H προσέχει U: προσέχειν GUF 
<lb/>16 καταθεᾶσθαι G2
<lb/>19 ἀφικνῆται G πλέον Cohn: πλεῖον codd. 19.
<lb/>20 ἀοκνότατον U: ἀοκνόττ, ἀοκνότατος GF
<lb/>21 διαναστάς G αἰεὶ F
<lb/>22 ἀκοὴν IIL
<lb/>23 ἐπιστήμην GF
<lb/>24 post ἀκούσας add. καὶ πειραθεὶς D καὶ γνοὺς G2, καὶ νοῦς G’
<lb/>25 όφελεὶται D</note> <note xml:lang="mul" type="footnote"><lb/>24 — 201,5 DK fol. 227r Φίλωνος ἐκ τοῦ περὶ μέθης: ὁ ἰδὼν -ἐπιβουλεύεται.</note>  

<pb n="v.2.p.201"/>
ἄγνοια δὲ χαλεπωτέραν τῆς ἐν τῷ σώματι πήρωσιν ἐπιφέρουσα τῇ ψυχῇ
πάντων ἁμαρτημάτων αἰτία γίνεται, μηδὲν μήτ’ ἐκ τοῦ προϊδέσθαι μήτ’
ἐκ τοῦ προακοῦσαι δυναμένη λαβεῖν ἔξωθεν βοήθημα· διὰ γοῦν τὴν
πολλὴν ἐρημίαν ἑαυτῆς ἀφρούρητος καὶ ἀφύλακτος ἐαθεῖσα [καὶ] πρὸς
<lb n="5"/> τῶν ἐπιτυχόντων ἀνθρώπων τε ὁμοῦ καὶ πραγμάτων ἐπιβουλεύεται.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>