<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:149-152</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:149-152</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="149"><p>εἰκότως οὖν ἀποκρίνεται πρὸς τὸν νεωτεροποιὸν καὶ γέλωτα τιθέμενον
τὸν σεμνὸν καὶ αὐστηρὸν αὐτῆς βίον· ὦ θαυμάσιε, „γυνὴ ἡ σκληρὰ
ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν
ψυχήν μου ἐνώπιον κυρίου“ (I Reg. 1,15)· παμπόλλη γε παρρησία τῆς
 ψυχῆς, ἣ τῶν χαρίτων τοῦ θεοῦ πεπλήρωται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="150"><p>πρῶτον μέν γε „σκληρὰν <lb n="25"/>
ἡμέραν“ εἶπεν ἑαυτὴν πρὸς τὸ χλευάζον ἀπιδοῦσα παιδάριον—τούτῳ
<note xml:lang="mul" type="footnote"><lb/>1 λήψει FL προμηθεία H: προμηθία G, προμήθεια U, προμηθείου F ταξιάρχου om. Η
<lb/>2 δὲ Η
<lb/>3 ἰατρεία H
<lb/>5 εἶναι om. Η νομίζει F γέγονεν GUF: γενόμενος HL
<lb/>6 ἄννας Η, ἀνθρωπίνης v
<lb/>7 prius ἡ om. F λιποτακτῆσαι G: λειποτακτῆσαι UFH
<lb/>9 ἀνοργιάστων G2H: ἀνεργάστων G1UF
<lb/>10 παροινεῖν scripsi: παρακινεῖν codd., παρανοεῖν coni. Mang.
<lb/>14 ἐξοιστρεῖν HL 
<lb/>15 ἀνακαιούσης coni. Mang.
<lb/>16 τὰ ἔξω v οὗ] ὧν U
<lb/>17 ὑπετόπησαν GL
<lb/>19 δεξάμενος H
<lb/>21 νεωτερισμὸν ΗL τιθέμενον scripsi: οἰόμενον G, τίθεσθαι οἰόμενον UFH
<lb/>23 πέποκα F
<lb/>24 περιουσία HL
<lb/>25 γε] γὰρ conicio
<lb/>26 ἀπιδοῦσαν G, ἀποδιδοῦσα U</note> <note xml:lang="mul" type="footnote">18.
<lb/>19 N fol. 187r τὰ ἀγαθὰ—δεξάμενοι.</note>  

<pb n="v.2.p.199"/>
γὰρ καὶ παντὶ ἄφρονι τραχεῖα καὶ δύσβατος καὶ ἀργαλεωτάτη νενόμισται
ἡ ἐπ’ ἀρετὴν ἄγουσα ὁδός, καθὰ καὶ τῶν παλαιῶν τις ἐμαρτύρησεν
εἰπών·
<lg><l>τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι.</l><lb n="5"/><l>τῆς δ’ ἀρετῆς ἱδρῶτα θεὸς προπάροιθεν ἔθηκεν</l><l>ἀθάνατος, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν</l><l>καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηαι.</l><l>ῥηιδίη δὴ ’πειτα πέλει χαλεπή περ ἐοῦσα —, </l></lg>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="151"><p><milestone unit="altref" n="37"/> εἶτα οἶνον καὶ μέθυσμα οὔ φησι προσενέγκασθαι τῷ συνεχῶς <lb n="10"/> καὶ παρὰ πάντα τὸν βίον νήφειν ἐπαυχοῦσα· καὶ γὰρ ὄντως ἀφέτῳ καὶ
ἐλευθεριάζοντι καὶ καθαρῷ χρῆσθαι λογισμῷ πρὸς μηδενὸς πάθους παροινουμένῳ
μέγα καὶ θαυμαστὸν ἦν ἔργον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="152"><p>ἐκ τούτου δὲ συμβαίνει νήψεως ἀκράτου τὸν νοῦν ἐμφορηθέντα σπονδὴν ὅλον δι’ ὅλων γίνεσθαί
τε καὶ σπένδεσθαι θεῷ· τί γὰρ ἦν τὸ „ἐκχεῶ τὴν ψυχήν μου ἐναντίον
<lb n="15"/> κυρίου“ ἢ σύμπασαν αὐτὴν ἀνιερώσω, δεσμὰ μὲν οἷς πρότερον ἐσφίγγετο,
ἃ περιῆψαν αἱ τοῦ θνητοῦ βίου κεναὶ σπουδαί, πάντα λύσας, προαγαγὼν
δὲ ἔξω καὶ τείνας καὶ ἀναχέας τοσοῦτον, ὡς καὶ τῶν τοῦ παντὸς ἅψασθαι
περάτων καὶ πρὸς τὴν τοῦ ἀγενήτου παγκάλην καὶ ἀοίδιμον θέαν ἐπειχθῆναι;
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>