<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:141-160</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:141-160</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="141"><p>τοῦτο δὲ „νόμιμον αἰώνιον εἶναί“ φησιν, ἄντικρυς <lb n="15"/> ἀποφαινόμενος· ὑπολαμβάνει γὰρ νόμον ἀθάνατον ἐν τῇ τοῦ παντὸς
ἐστηλιτεῦσθαι φύσει ταυτὶ περιέχοντα, ὅτι ὑγιεινὸν μὲν καὶ σωτήριον
χρῆμα παιδεία, νόσου δὲ καὶ φθορᾶς αἴτιον ἀπαιδευσία.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="142"><p>παρεμφαίνει δέ τι καὶ τοιοῦτον· τὸ πρὸς ἀλήθειαν νόμιμον εὐθύς ἐστιν αἰώνιον,
ἐπεὶ καὶ ὁ ὀρθὸς λόγος, ὃς δὴ νόμος ἐστίν, οὐ φθαρτός· καὶ γὰρ αὖ
<lb n="20"/> τοὐναντίον <add>τὸ</add> παράνομον ἐφήμερόν τε καὶ εὐδιάλυτον ἐξ ἑαυτοῦ παρὰ
τοῖς εὖ φρονοῦσιν ἀνωμολόγηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="143"><p>νόμου δὲ καὶ παιδείας ἴδιον βέβηλα ἁγίων καὶ ἀκάθαρτα καθαρῶν διαστέλλειν, ὡς ἔμπαλιν ἀνομίας καὶ ἀπαιδευσίας
εἰς ταὐτὸν ἄγειν τὰ μαχόμενα βιάζεσθαι φυρούσης τὰ πάντα
καὶ συγχεούσης. <milestone unit="altref" n="36"/> διὰ τοῦτο ὁ καὶ βασιλέων καὶ προφητῶν
<lb n="25"/> μέγιστος Σαμουὴλ „οἶνον καὶ μέθυσμα“, ὡς ὁ ἱερὸς λόγος φησίν, „ἄχρι
τελευτῆς οὐ πίεται“ (I Reg. 1,11)· τέτακται γὰρ ἐν τῇ τοῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 εἰπεῖν ἦν U πίνητε F
<lb/>3 γενικαῖς] τε δίκαις HL
<lb/>5 παρ’ ὅσον codd.
<lb/>6 βεβαιοτάτη H
<lb/>7 καὶ ἐπαμφοτερίζοντας om. U
<lb/>9 νηφάλιος HL
<lb/>12 σῶζον ἐπιφρόνησις F
<lb/>13 τις αὕτη ΗL1: τις αὐτὴ U, τῆς αὐτῆς G2FL2, τῆς αὐτῆς G1 13.
<lb/>14 τὸ—φησιν om. Η
<lb/>16 φύσει] φασὶ HL1, φησὶ L2
<lb/>17 σχῆμα H, ὄχημα L1 18.
<lb/>19 νόμιμον—αὖ om. H
<lb/>20 τὸ addidi ἀδιάλυτον Η
<lb/>23 μαχούμενα H βιάζεσθαι vid. del. φυρούσης Mang.: φυρούσας GFH, φρουρούσας U
<lb/>24 συγχεούσης Mang.: συγχεούσας codd.</note> <note xml:lang="mul" type="footnote"><lb/>17 DM fol. 77v DP fol. 76r ἐκ τοῦ περὶ μέθης, DV p. 363: νόσου καὶ φθορᾶς αἴτιον απαιοευσια.</note>  

<pb n="v.2.p.198"/>
θείου στρατοπέδου τάξει, ἣν οὐδέποτε λείψει προμηθείᾳ τοῦ σοφοῦ ταξιάρχου.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="144"><p>Σαμουὴλ δὲ γέγονε μὲν ἴσως ἄνθρωπος, παρείληπται δ’ οὐχ ὡς σύνθετον
ζῷον, ἀλλ’ ὡς νοῦς λατρείᾳ καὶ θεραπείᾳ θεοῦ μόνῃ χαίρων·
ἑρμηνεύεται γὰρ τεταγμένος θεῷ διὰ τὸ τὰς πράξεις ὅσαι κατὰ κενὰς
 δόξας συνίστανται χαλεπὴν ἀταξίαν εἶναι νομίζειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="145"><p>οὗτος μητρὸς γέγονεν <lb n="5"/>
Ἄννης, ἧς τοὔνομα μεταληφθέν ἐστι χάρις· ἄνευ γὰρ θείας χάριτος
ἀμήχανον ἢ λιποτακτῆσαι τὰ θνητὰ ἢ τοῖς ἀφθάρτοις ἀεὶ παραμεῖναι·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="146"><p>χάριτος δ’ ἥτις ἂν πληρωθῇ ψυχή, γέγηθεν εὐθὺς καὶ μειδιᾷ
καὶ ἀνορχεῖται· βεβάκχευται γάρ, ὡς πολλοῖς τῶν ἀνοργιάστων μεθύειν
καὶ παροινεῖν καὶ ἐξεστάναι ἂν δόξαι. διὸ καὶ λέγεται πρὸς αὐτὴν ὑπὸ <lb n="10"/>
παιδαρίου τινός, οὐχ ἑνός, ἀλλ’ ὑπὸ παντὸς τοῦ νεωτερίζειν καὶ τὰ καλὰ
χλευάζειν ἀκμὴν ἔχοντος· „ἕως πότε μεθυσθήσῃ; περιελοῦ <milestone unit="altpage1" n="p. 380"/>  τὸν οἶνόν
 σου“ (I Reg. 1, 14)· φιλεῖ γὰρ τοῖς θεοφορήτοις οὐχ</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="147"><p>ἡ ψυχὴ μόνον
ἐγείρεσθαι καὶ ὥσπερ ἐξοιστρᾶν, ἀλλὰ καὶ τὸ σῶμα ἐνερευθὲς εἶναι καὶ
πεπυρωμένον τῆς ἔνδον ἀναχεούσης καὶ χλιαινούσης χαρᾶς τὸ πάθος <lb n="15"/>
εἰς τὸ ἔξω διαδιδούσης· ὑφ’ οὗ πολλοὶ τῶν ἀφρόνων ἀπατηθέντες τοὺς
 νήφοντας μεθύειν ὑπετόπασαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="148"><p>καίτοι γε ἐκεῖνοι μὲν τρόπον τινὰ μεθύουσιν
οἱ νήφοντες τὰ ἀγαθὰ ἀθρόα ἠκρατισμένοι καὶ τὰς προπόσεις
παρὰ τελείας ἀρετῆς δεξάμενοι, οἱ δὲ τὴν ἀπὸ οἴνου μεθύοντες μέθην
ἄγευστοι φρονήσεως διετέλεσαν νηστείαν συνεχῆ καὶ λιμὸν αὐτῆς ἄγοντες. <lb n="20"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="149"><p>εἰκότως οὖν ἀποκρίνεται πρὸς τὸν νεωτεροποιὸν καὶ γέλωτα τιθέμενον
τὸν σεμνὸν καὶ αὐστηρὸν αὐτῆς βίον· ὦ θαυμάσιε, „γυνὴ ἡ σκληρὰ
ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν
ψυχήν μου ἐνώπιον κυρίου“ (I Reg. 1,15)· παμπόλλη γε παρρησία τῆς
 ψυχῆς, ἣ τῶν χαρίτων τοῦ θεοῦ πεπλήρωται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="150"><p>πρῶτον μέν γε „σκληρὰν <lb n="25"/>
ἡμέραν“ εἶπεν ἑαυτὴν πρὸς τὸ χλευάζον ἀπιδοῦσα παιδάριον—τούτῳ
<note xml:lang="mul" type="footnote"><lb/>1 λήψει FL προμηθεία H: προμηθία G, προμήθεια U, προμηθείου F ταξιάρχου om. Η
<lb/>2 δὲ Η
<lb/>3 ἰατρεία H
<lb/>5 εἶναι om. Η νομίζει F γέγονεν GUF: γενόμενος HL
<lb/>6 ἄννας Η, ἀνθρωπίνης v
<lb/>7 prius ἡ om. F λιποτακτῆσαι G: λειποτακτῆσαι UFH
<lb/>9 ἀνοργιάστων G2H: ἀνεργάστων G1UF
<lb/>10 παροινεῖν scripsi: παρακινεῖν codd., παρανοεῖν coni. Mang.
<lb/>14 ἐξοιστρεῖν HL 
<lb/>15 ἀνακαιούσης coni. Mang.
<lb/>16 τὰ ἔξω v οὗ] ὧν U
<lb/>17 ὑπετόπησαν GL
<lb/>19 δεξάμενος H
<lb/>21 νεωτερισμὸν ΗL τιθέμενον scripsi: οἰόμενον G, τίθεσθαι οἰόμενον UFH
<lb/>23 πέποκα F
<lb/>24 περιουσία HL
<lb/>25 γε] γὰρ conicio
<lb/>26 ἀπιδοῦσαν G, ἀποδιδοῦσα U</note> <note xml:lang="mul" type="footnote">18.
<lb/>19 N fol. 187r τὰ ἀγαθὰ—δεξάμενοι.</note>  

<pb n="v.2.p.199"/>
γὰρ καὶ παντὶ ἄφρονι τραχεῖα καὶ δύσβατος καὶ ἀργαλεωτάτη νενόμισται
ἡ ἐπ’ ἀρετὴν ἄγουσα ὁδός, καθὰ καὶ τῶν παλαιῶν τις ἐμαρτύρησεν
εἰπών·
<lg><l>τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι.</l><lb n="5"/><l>τῆς δ’ ἀρετῆς ἱδρῶτα θεὸς προπάροιθεν ἔθηκεν</l><l>ἀθάνατος, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν</l><l>καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηαι.</l><l>ῥηιδίη δὴ ’πειτα πέλει χαλεπή περ ἐοῦσα —, </l></lg>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="151"><p><milestone unit="altref" n="37"/> εἶτα οἶνον καὶ μέθυσμα οὔ φησι προσενέγκασθαι τῷ συνεχῶς <lb n="10"/> καὶ παρὰ πάντα τὸν βίον νήφειν ἐπαυχοῦσα· καὶ γὰρ ὄντως ἀφέτῳ καὶ
ἐλευθεριάζοντι καὶ καθαρῷ χρῆσθαι λογισμῷ πρὸς μηδενὸς πάθους παροινουμένῳ
μέγα καὶ θαυμαστὸν ἦν ἔργον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="152"><p>ἐκ τούτου δὲ συμβαίνει νήψεως ἀκράτου τὸν νοῦν ἐμφορηθέντα σπονδὴν ὅλον δι’ ὅλων γίνεσθαί
τε καὶ σπένδεσθαι θεῷ· τί γὰρ ἦν τὸ „ἐκχεῶ τὴν ψυχήν μου ἐναντίον
<lb n="15"/> κυρίου“ ἢ σύμπασαν αὐτὴν ἀνιερώσω, δεσμὰ μὲν οἷς πρότερον ἐσφίγγετο,
ἃ περιῆψαν αἱ τοῦ θνητοῦ βίου κεναὶ σπουδαί, πάντα λύσας, προαγαγὼν
δὲ ἔξω καὶ τείνας καὶ ἀναχέας τοσοῦτον, ὡς καὶ τῶν τοῦ παντὸς ἅψασθαι
περάτων καὶ πρὸς τὴν τοῦ ἀγενήτου παγκάλην καὶ ἀοίδιμον θέαν ἐπειχθῆναι;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="153"><p> νηφόντων μὲν οὖν ὁ  <milestone unit="altpage2" n="p. 381 M."/> χορὸς οὗτος παιδείαν προστησαμένων <lb n="20"/> ἡγεμονίδα, μεθυόντων δ’ ὁ πρότερος, οὗπερ ἦν ἔξαρχος ἀπαιδευσία.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="154"><p><milestone unit="altref" n="38"/> Ἐπεὶ δὲ τὸ μεθύειν οὐ μόνον ἐδήλου τὸ ληρεῖν, ὃ δημιουργὸν ἀπαιδευσίαν εἶχεν, ἀλλὰ καὶ τὸ παντελῶς ἀναισθητεῖν, ἀναισθησίας
δὲ τῆς μὲν κατὰ τὸ σῶμα δημιουργὸς οἶνος, τῆς δὲ κατὰ ψυχὴν ἄγνοια
τούτων ὧν εἰκὸς ἦν ἐπιστήμην ἀνειληφέναι, λεκτέον καὶ περὶ ἀγνοίας
<lb n="25"/> βραχέα αὐτὰ τὰ καίρια ὑπομιμνῄσκοντας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="155"><p>τίνι οὖν ἀπεικάσωμεν τῶν ἐν τῷ σώματι τὸ ἐν ψυχῇ πάθος ὃ κέκληται ἄγνοια ἢ τῇ τῶν αἰσθητηρίων
πηρώσει; οὐκοῦν ὅσοι ὀφθαλμοὺς καὶ ὦτα ἐβλάβησαν, οὐδὲν ἔτι
<add>οὔτ’</add> ἰδεῖν οὔτ’ ἀκοῦσαι δύνανται, ἡμέραν μὲν καὶ φῶς, ὧν ἕνεκα
<note xml:lang="mul" type="footnote"><lb/>1 τραχὺς H
<lb/>2 πάλαι Η
<lb/>3 post εἰπών rep. ex lin. 198,26. 199,3 verba ἑαυτὴν πρὸς τὸ χλευάζειν (sic!) ἀπιδοῦσα παῖδας (sic) τούτω—νενόμισται εἰπών (om. ἡ—ἐμαρτύρησεν) H
<lb/>4 ἰλαδὸν UF
<lb/>5 θεοὶ Η
<lb/>6 ἀθάνατοι Η ἐς codd.: ἐπ’ v 
<lb/>7 τὸ] μὲν τὸ G2 ἵκηται G2, ἥκειας F η et ει corr.)
<lb/>8 δ’ ἤπειτα GU, δ ἔπειτα H
<lb/>12 συμβαίνειν F
<lb/>13 σπουδὴν HL
<lb/>14 σπεύδεσθαι L ἔναντι H
<lb/>16 προσαγαγὼν GF
<lb/>17 τῶν] τὸν F
<lb/>18 ἀγεννήτου Η 
<lb/>20 ἀπαιδευσίας H
<lb/>23 τὸ om. U ὁ οἶνος H
<lb/>25 ἀπεικάσωμεν G: ἀνπεικάσομεν UFH τῶν] τῶ Η
<lb/>26 ψυχαῖς H
<lb/>27 βεβλάβησαν G
<lb/>28 οὔτ’ add. Cohn</note> <note xml:lang="lat" type="footnote">4—8 Hesiodi Opera et dies v. 287. 289—292.</note>  

<pb n="v.2.p.200"/>
μόνων, εἰ χρὴ τἀληθὲς εἰπεῖν, τὸ ζῆν αἱρετόν, οὐκ εἰδότες, μακρῷ δὲ
σκότῳ καὶ νυκτὶ αἰωνίῳ συνοικοῦντες, πρὸς πάντα καὶ μικρὰ καὶ μείζω
 κεκωφημένοι, οὓς εἰκότως ὁ βίος ἀδυνάτους εἴωθε καλεῖν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="156"><p>κἂν γὰρ αἱ
τοῦ ἄλλου σώματος ἅπασαι δυνάμεις ἐπ’ αὐτὸ δὴ τὸ πέρας ἰσχύος
ἔλθωσι καὶ ῥώμης, ὑποσκελισθεῖσαι πρὸς ὀφθαλμῶν καὶ ὤτων πηρώσεως <lb n="5"/>
μέγα πτῶμα πίπτουσιν, ὡς μηκέτ’ ἀναστῆναι δύνασθαι· τὰ γὰρ ὑπερείδοντα καὶ στηρίζοντα ἄνθρωπον λόγῳ μὲν αἱ βάσεις εἰσίν, ἔργῳ δὲ ἀκοαί
τε καὶ ὄψεις, ἃς ἔχων μέν τις ὁλοκλήρους ἐγήγερται καὶ ἀνωρθίασται,
 στερόμενος δὲ αὐτῶν κλίνεται καὶ εἰσάπαν καθαιρεῖται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="157"><p>τὸ παραπλήσιον
οὖν ἐν ψυχῇ πάντως ἄγνοια ἐργάζεται τὰ βλέποντα καὶ ἀκούοντα αὐτῆς <lb n="10"/>
λυμαινομένη καὶ μήτε φῶς μήτε λόγον παρεισελθεῖν ἐῶσα, τὸν μέν,
ἵνα μὴ διδάξῃ, τὸ δέ, ἵνα μὴ δείξῃ τὰ ὄντα, βαθὺ δὲ σκότος καὶ πολλὴν
ἀλογίαν καταχέασα κωφὴν λίθον τὸ περικαλλέστατον εἶδος ψυχῆς εἰργάσατο.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="158"><p><milestone unit="altref" n="39"/> καὶ γὰρ τῇ ἀγνοίᾳ τὸ ἐναντίον, ἡ ἐπιστήμη, τρόπον τινὰ
ψυχῆς καὶ ὀφθαλμοὶ καὶ ὦτά ἐστι· καὶ γὰρ τοῖς λεγομένοις προσέχει <lb n="15"/>
τὸν νοῦν καὶ καταθεᾶται τὰ ὄντα καὶ οὐδὲν οὔτε παρορᾶν οὔτε παρακούειν
ὑπομένει, πάντα δ’ ὅσα ἀκοῆς καὶ θέας ἄξια περισκοπεῖ καὶ
περιβλέπεται, κἂν εἰ πεζεύειν καὶ πλεῖν δεῖ, γῆς καὶ θαλάττης ἄχρι
 τῶν περάτων ἀφικνεῖται, ἵνα ἴδῃ τι πλέον ἢ ἀκούσῃ καινότερον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="159"><p>ἀοκνότατον
γὰρ ὁ ἐπιστήμης ἔρως, ἐχθρὸς μὲν ὕπνου, φίλος δὲ ἐγρηγόρσεως·  <lb n="20"/>
διανιστὰς οὖν καὶ ἀνεγείρων καὶ παραθήγων ἀεὶ διάνοιαν πανταχόσε
περιφοιτᾶν ἀναγκάζει λίχνον ἀκοῆς ἐργαζόμενος καὶ μαθήσεως
 δίψαν ἄληκτον ἐντήκων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="160"><p>οὐκοῦν ἐπιστήμη μὲν τὸ βλέπειν καὶ ἀκούειν
περιποιεῖ, δι’ ὧν αἱ κατορθώσεις· ὁ γὰρ ἰδὼν καὶ ἀκούσας, γνοὺς <milestone unit="altpage1" n="p. 382 M"/>  τὸ
συμφέρον, τὸ μὲν ἑλόμενος, τὸ δὲ ἐναντίον ἀποστραφεὶς ὠφέληται. <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 μόνον G
<lb/>2 μικρῶ GU
<lb/>3 κεκωφωμένοι F
<lb/>6 μηκέτι Η
<lb/>8 ἅς] αἲ H ὁλοκλήρου Η
<lb/>9 εἰς ἅπαν UFII
<lb/>10 πάντως Turn.: πάνθ’ ὅσα codd. ἄγνοια U: ἄγνοιαν GFH
<lb/>12 prius μὴ otn. G prius δέ om. Η δὲ καὶ σκότος Η
<lb/>13 ἀλογιιαν] αἰγιιαν Η καταχέουσα F κωφὸν U (?) v εἶδοβς ψυχῆς H, εἶδος Φυχῆς v
<lb/>15 τῶν λεγομένων H προσέχει U: προσέχειν GUF 
<lb/>16 καταθεᾶσθαι G2
<lb/>19 ἀφικνῆται G πλέον Cohn: πλεῖον codd. 19.
<lb/>20 ἀοκνότατον U: ἀοκνόττ, ἀοκνότατος GF
<lb/>21 διαναστάς G αἰεὶ F
<lb/>22 ἀκοὴν IIL
<lb/>23 ἐπιστήμην GF
<lb/>24 post ἀκούσας add. καὶ πειραθεὶς D καὶ γνοὺς G2, καὶ νοῦς G’
<lb/>25 όφελεὶται D</note> <note xml:lang="mul" type="footnote"><lb/>24 — 201,5 DK fol. 227r Φίλωνος ἐκ τοῦ περὶ μέθης: ὁ ἰδὼν -ἐπιβουλεύεται.</note>  

<pb n="v.2.p.201"/>
ἄγνοια δὲ χαλεπωτέραν τῆς ἐν τῷ σώματι πήρωσιν ἐπιφέρουσα τῇ ψυχῇ
πάντων ἁμαρτημάτων αἰτία γίνεται, μηδὲν μήτ’ ἐκ τοῦ προϊδέσθαι μήτ’
ἐκ τοῦ προακοῦσαι δυναμένη λαβεῖν ἔξωθεν βοήθημα· διὰ γοῦν τὴν
πολλὴν ἐρημίαν ἑαυτῆς ἀφρούρητος καὶ ἀφύλακτος ἐαθεῖσα [καὶ] πρὸς
<lb n="5"/> τῶν ἐπιτυχόντων ἀνθρώπων τε ὁμοῦ καὶ πραγμάτων ἐπιβουλεύεται.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>