<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="121"><p>οἱ μὲν οὖν κατ’ ἰσχὺν καὶ δύναμιν ἔξαρχοι καὶ ἡγεμόνες τοῦ τὸν ἐπινίκιον καὶ εὐχαριστικὸν ὕμνον ᾄδοντος χοροῦ οἱ λεχθέντες εἰσίν, οἱ δὲ
<lb n="25"/> κατὰ τροπὴν καὶ ἀσθένειαν τοῦ τὸν ἐφ’ ἥτταις θρῆνον σφαδάζοντος
<note xml:lang="mul" type="footnote"><lb/>1 μέν om. V αὐτῶ FL
<lb/>6 ἀνδρίας G
<lb/>9 τιμῆς U 10.
<lb/>11 φυσικώτατος F
<lb/>11 ὃ] ὃς F
<lb/>12 αὐτὸν] ὃν conicio vel κεχαρισμένον 
<lb/>13 ἑαυτῶ G2FL: ἑαυτῶν U, ἑαυτόν G1 μέρεσιν codd.: μέλεσιν v ὄρεσιν FL, ὅρασιν U (G1?), ὃν ἡμῖν G2, secl. Mang.
<lb/>14 εὐπρεπές U
<lb/>15 δὲ U αὐτὰς] αὐταῖς G
<lb/>17 ὅσω G 19.
<lb/>20 εὐπαθῶν U
<lb/>20 ὃ scvipsi: ἁ codd.
<lb/>22 δὲ G αἱ om. G ὀξυτάτου FL
<lb/>24 εὐχαριστητικὸν coni. Cohu 
<lb/>25 τοῦ τὸν Turn.: τοῦτον codd. ἐφ’ ἥτταις θρῆνον Turn.: ἐφητεσθρῆνον U, ἐφηττεσθρῆνον F; ἐφ’, spat., θρῆνον G σφαδάζοντος] ᾄδοντος conicio</note> <note xml:lang="lat" type="footnote">igitur nobis magnopere est consonantiae disciplina, quia, tamquam in musicis, si harmonia chordarum fuerit consonanter aptata, sonum suavem modulati carminis reddit, si vero sit aliqua in fidibus dissonantia, ingratissimus sonus redditur et carminis dulcedo corrumpitur, ita et . . . .</note>  

<pb n="v.2.p.194"/>
ἕτεροι, οὓς οὐ κακίζειν μᾶλλον ἢ οἰκτίζεσθαι χρὴ καθάπερ τοὺς τὰ
σώματα ἐκ φύσεως ἐπικήρως ἔχοντας, οἷς καὶ ἡ τυχοῦσα νόσου πρόφασις
 μέγα ἐμπόδιον πρὸς τὸ σῴζεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="122"><p>ἔνιοι δ’ οὐ τῷ μαλθακωτέροις
τοῖς ψυχῆς κεχρῆσθαι τόνοις ἀνέπεσον ἄκοντες ὑπ’ ἐρρωμενεστέρας τῶν
ἀντιπάλων ἰσχύος πιεσθέντες, ἀλλὰ μιμησάμενοι τοὺς ἐθελοδούλους <lb n="5"/>
ἑκόντες ἑαυτοὺς πικροῖς δεσπόταις ὑπέρριψαν γένος ὄντες ἐλεύθεροι·
διὸ μὴ δυνάμενοι πεπρᾶσθαι, τὸ παραλογώτατον, αὐτοὶ δεσπότας ὠνούμενοι
προσεκτῶντο, ταὐτὸ δρῶντες τοῖς ἐμφορουμένοις ἀπλήστως πρὸς
 μέθην οἴνου·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="123"><p>καὶ γὰρ ἐκεῖνοι γνώμῃ τὸν ἄκρατον, οὐ βιασθέντες προσφέρονται,
ὥστε καὶ γνώμῃ τὸ μὲν νηφάλιον ἐκτέμνουσι τῆς ψυχῆς, τὸ <lb n="10"/>
δὲ παράληρον αἱροῦνται· „φωνὴν“ γάρ φησιν „ἐξαρχόντων [ὑπ’] οἴνου
ἐγὼ ἀκούω“, τουτέστιν οὐκ ἀκούσιον ἐνδεδεγμένων μανίαν, ἀλλ’ ἑκουσίῳ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="124"><p> φρενοβλαβείᾳ βεβακχευμένων. <milestone unit="altref" n="32"/> πᾶς δ’ ὁ συνεγγίζων τῇ παρεμβολῇ
„τὸν μόσχον ὁρᾷ καὶ τοὺς χορούς“ (Exod. 32,19), ᾗ καὶ αὐτὸς διασυνίστησι·
τύφῳ γὰρ καὶ τοῖς τύφου χορευταῖς ἐντυγχάνομεν, ὅσοι πλησίον ἵστασθαι <lb n="15"/>
τοῦ σωματικοῦ στρατοπέδου διανοούμεθα γνώμῃ· ἐπεὶ τοῖς τε φιλοθεάμοσι
καὶ τὰ ἀσώματα ὁρᾶν γλιχομένοις, ἅτε ἀτυφίας οὖσιν ἀσκηταῖς,
 πορρωτάτω τοῦ σώματος ἔθος διοικίζεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="125"><p>εὔχου δὴ τῷ θεῷ μηδέποτε
ἔξαρχος οἴνου γενέσθαι, τουτέστι μηδέποτε ἑκὼν ἀφηγήσασθαι
τῆς εἰς ἀπαιδευσίαν καὶ ἀφροσύνην ἀγούσης ὁδοῦ· τὰ γὰρ ἀκούσια ἡμίσεα <lb n="20"/>
κακῶν καὶ κουφότερα, καθαρῷ τῷ τοῦ συνειδότος ἐλέγχῳ μὴ βαρυνόμενα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="126"><p>τελεσφορηθεισῶν δέ σοι τῶν εὐχῶν ἰδιώτης μὲν ἔτι μένειν οὐκ ἂν
δύναιο, τὴν δὲ μεγίστην ἡγεμονιῶν ἀρχήν, ἱερωσύνην, κτήσῃ. σχεδὸν
γὰρ ἱερέων καὶ θεραπευτῶν θεοῦ μόνων τὸ ἔργον <milestone unit="altpage1" n="p. 377"/>  νηφάλια θύειν, οἴνου
καὶ παντὸς ὃ τοῦ ληρεῖν αἴτιον βεβαιότητι διανοίας κατεξανισταμένων· <lb n="25"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="127"><p>„ἐλάλησε“ γάρ φησι „κύριος τῷ Ἀαρὼν λέγων· οἶνον καὶ σίκερα οὐ
πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἕτεροι, οὓς GL: ἑτεροίους οὓς UF, ἑταῖροι οὓς Richter
<lb/>3 οὐ τῷ Turn.: οὕτω codd. .5 πιασθέντες G
<lb/>5 μιμησάμενοι scripsi: οἱ μιμησάμενοι GUF, μιμούμενοι V ἐθοδούλους GU
<lb/>10 τὸ] τὸν U
<lb/>11 ὑπ’ seclusi
<lb/>12 ἐνδεδεγμένων scripsi: ἐνδεδειγμένων UFL, ἐκδεδειγμένων G
<lb/>13 βεβακχευμένων GU: βεβακμένων F, βεβλαμμένων v
<lb/>14 ἧ καὶ F: ἡ καὶ G, ἧκα U αὐτοὺς G 
<lb/>16 τε om. FL, γε conicio 20.
<lb/>21 ἡμίσεα κακῶν καὶ D: ἡμίση κακῶν F, ἡμίσει κακῶν GU, κακῶν ἡμίσει v
<lb/>23 ἀρχήν fort. del.
<lb/>24 μόνων GH: μόνον FL
<lb/>25 ὃ om. V αἰτίου V
<lb/>26 οὐ om. U
<lb/>27 σέ] σοῦ Turn.</note> <note xml:lang="mul" type="footnote">20—21 DK fol. 162r ἐκ τοῦ περὶ μέθης β΄: τὰ ἀκούσια—συνειδότος δικαστηρίῳ μὴ καταβαρούμενα.</note>  

<pb n="v.2.p.195"/>
σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορεύησθε τῷ θυσιαστηρίῳ, καὶ οὐ μὴ
ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν διαστεῖλαι ἀνὰ μέσον
ἁγίων καὶ βεβήλων καὶ ἀνὰ μέσον καθαρῶν καὶ ἀκαθάρτων“ (Lev.
10,8—10).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="128"><p>Ἀαρὼν δέ ἐστιν ὁ ἱερεύς, καὶ τοὔνομα ὀρεινὸς ἑρμηνεύεται, <lb n="5"/> μετέωρα καὶ ὑψηλὰ φρονῶν λογισμός, οὐ διὰ μεγαλαυχίας
κενοῦ φυσήματος ὑπόπλεων ὄγκον, ἀλλὰ διὰ μέγεθος ἀρετῆς, ἣ τὸ
φρόνημα ἐξαίρουσα πέραν οὐρανοῦ ταπεινὸν οὐδὲν ἐᾷ λογίζεσθαι. διακείμενος
δ’ οὕτως ἄκρατον καὶ πᾶν ἀφροσύνης φάρμακον ἑκὼν οὔποτε
προσήσεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="129"><p>ἀνάγκη γάρ ἐστιν ἢ ἀρρηφοροῦντα αὐτὸν εἰς τὴν σκηνὴν <lb n="10"/> εἰσιέναι τὰς ἀοράτους ἐπιτελέσοντα τελετὰς ἢ τῷ βωμῷ προσιόντα θυσίας
ὑπέρ τε τῶν ἰδίων καὶ κοινῶν χαριστηρίους ἀναγαγεῖν· νήψεως δὲ
καὶ περιττῆς ἀγχινοίας ταῦτα δεῖται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="130"><p><milestone unit="altref" n="33"/> θαυμάσαι μὲν οὖν εἰκότως ἄν τις καὶ τὸ ῥητὸν τῆς προστάξεως. πῶς γὰρ οὐ σεμνὸν νήφοντας
καὶ ἐν ἑαυτοῖς ὄντας πρὸς εὐχὰς καὶ ἱερουργίας χωρεῖν, ὡς ἔμπαλιν
<lb n="15"/> ἀμφότερα, σῶμα καὶ ψυχήν, παρειμένους ὑπὸ οἴνου καταγέλαστον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="131"><p>ἢ δεσπόταις μὲν καὶ γονεῦσι καὶ ἄρχουσιν οἰκέται καὶ υἱοὶ καὶ ὑπήκοοι μέλλοντες
προσέρχεσθαι πρόνοιαν ἕξουσι τοῦ νήφειν, ὡς μήτε ἐν τοῖς λεγομένοις
καὶ πραττομένοις διαμάρτοιεν μήθ’ ὡς καταπεφρονηκότες τῆς
ἐκείνων ἀξιώσεως κολασθεῖεν ἤ, τὸ γοῦν ἐπιεικέστατον, χλεύην ὄφλοιεν·
<lb n="20"/> τὸν δὲ τοῦ παντὸς ἡγεμόνα καὶ πατέρα τις θεραπεύειν δικαιῶν οὐ καὶ
σιτίων καὶ ποτῶν καὶ ὕπνου καὶ πάντων ὅσα ἀναγκαῖα τῇ φύσει περιέσται,
ἀλλὰ πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνας τὸν τῶν ἀσώτων ζηλώσει
βίον, καὶ βεβαρημένος τοὺς ὀφθαλμοὺς ἀπ’ οἴνου καὶ τὴν κεφαλὴν
παραβάλλων καὶ τὸν αὐχένα ἐγκάρσιον πλαγιάζων καὶ ὑπ’ ἀμετρίας
<lb n="25"/> ἐρευγόμενος καὶ ὅλῳ διαρρέων τῷ σώματι χέρνιβος ἢ βωμῶν ἢ θυσιῶν
προσάψεται; ἀλλ’ οὐδὲ τὴν ἱερὰν ἐξ ἀπόπτου φλόγα θεάσασθαι τῷ
τοιούτῳ θέμις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="132"><p>εἰ μέντοι μήτε σκηνὴν μήτε θυσιαστήριον ὑπολάβοι τις λέγεσθαι τὰ ὁρώμενα ἐκ τῆς ἀψύχου καὶ φθαρτῆς δημιουργηθέντα
<note xml:lang="mul" type="footnote"><lb/>1 προπορεύησθε FL
<lb/>3 ἀγίων—μέσον om. U
<lb/>5 καὶ post μεγαλαυχίας add. Mang.
<lb/>6 κενοῦ GFL: καὶ νοῦ U ὄγκου G2 ἢ U
<lb/>9 προσήσεται F: προσίσεται G, προσίεται U, προσοίσεται ν ἀρρηφροῦντα FL αὐτὸν Mang.: αὐτοῖς codd.
<lb/>10 ἀοράτους] ἀρρήτους coni. Mang.
<lb/>12 μὲν] γ᾿ G2 in μὴ
<lb/>14 ἐν] ras. in G ἑαυτοῖς FLN: ἑαυτῶν G, αὐτῶ U
<lb/>15 ἢ FLN: εἰ τὸ GU
<lb/>19 ἐκείνοις κολάσεως κολασθεῖεν U 21.
<lb/>22 περιβάλλων πλησιάζων N
<lb/>23 βαρημένος G ἀπ᾿] ὑπ᾿ conicio
<lb/>24 περιβάλλων N πλησιάζων V ὑπὸ U θέμις U
<lb/>26 26 οὐδὲν G1</note> <note xml:lang="mul" type="footnote">13—27 Ν fol. 187r: πῶς γὰρ — θέμις</note>  

<pb n="v.2.p.196"/>
ὕλης, ἀλλὰ τὰ ἀόρατα καὶ [τὰ] νοητὰ <milestone unit="altpage1" n="p. 378"/>  θεωρήματα, ὧν αἰσθηταὶ ταῦτα
 εἰκόνες, καταπλαγήσεται μᾶλλον τὴν ὑφήγησιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="133"><p>ἐπειδὴ γὰρ παντὸς τὸ
μὲν παράδειγμα, τὸ δὲ μίμημα ὁ ποιῶν ἐποίει, καὶ ἀρετῆς τὴν μὲν
ἀρχέτυπον σφραγῖδα εἰργάζετο, τὸν δὲ ἀπὸ ταύτης ἐνεσημαίνετο ἐμφερέστατον
χαρακτῆρα· ἡ μὲν οὖν ἀρχέτυπος σφραγὶς ἀσώματός ἐστιν <lb n="5"/>
ἰδέα, ἡ δὲ χαραχθεῖσα εἰκὼν σῶμα ἤδη, φύσει μὲν αἰσθητόν, οὐ μὴν
εἰς αἴσθησιν ἐρχόμενον· καθάπερ καὶ τὸ ἐν τῷ βαθυτάτῳ τοῦ Ἀτλαντικοῦ
πελάγους ξύλον εἴποι τις ἂν πεφυκέναι μὲν πρὸς τὸ καίεσθαι,
μηδέποτε δ’ ὑπὸ πυρὸς ἀναλωθήσεσθαι διὰ τὴν τῆς θαλάττης ἀνάχυσιν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="134"><p><milestone unit="altref" n="34"/> τὴν οὖν σκηνὴν καὶ τὸν βωμὸν ἐννοήσωμεν ἰδέας, τὴν <lb n="10"/>
μὲν ἀρετῆς ἀσωμάτου, τὸνδὲ αἰσθητῆς εἰκόνος εἶναι σύμβολον. τὸν
μέν γε βωμὸν καὶ τὰ ἐπ’ αὐτοῦ ῥᾴδιον ἰδεῖν—ἔξω τε γὰρ ἔχει τὴν κατασκευὴν
καὶ ἀσβέστῳ πυρὶ ... ἀναλίσκεται, ὡς μὴ μεθ’ ἡμέραν μόνον,
 ἀλλὰ καὶ νύκτωρ περιλάμπεσθαι—,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="135"><p>ἡ δὲ σκηνὴ καὶ τὰ ἐν αὐτῇ πάντα
ἀθέατα, οὐχὶ τῷ μόνον ἐσωτάτω καὶ ἐν ἀδύτοις ἱδρῦσθαι, ἀλλὰ καὶ <lb n="15"/>
τῷ τὸν προσαψάμενον ἢ διὰ περιεργίαν ὀφθαλμῶν ἰδόντα ἀπαραιτήτῳ
δίκῃ θανάτου κατὰ πρόσταξιν νόμου κολάζεσθαι, πλὴν εἰ μή τις ὁλόκληρος
καὶ παντελὴς εἴη, περὶ μηδέν, μὴ μέγα, μὴ μικρόν, ἁπλῶς
κηραίνων πάθος, ἀλλ’ ἀρτίῳ καὶ πλήρει καὶ πάντα τελειοτάτῃ κεχρημένος τῇ φύσει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="136"><p>τούτῳ γὰρ ἐπιτέτραπται δι’ ἔτους ἅπαξ εἰσιόντι ἐπισκοπεῖν <lb n="20"/>
τὰ ἀθέατα ἄλλοις, ἐπειδὴ καὶ ἐξ ἁπάντων μόνῳ ὁ τῶν ἀσωμάτων
καὶ ἀφθάρτων ἀγαθῶν πτηνὸς καὶ οὐράνιος ἔρως ἐνδιαιτᾶται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="137"><p>ὅταν οὖν ὑπὸ τῆς ἰδέας πληχθεὶς ἕπηται τῇ τὰς κατὰ μέρος ἀρετὰς
τυπούσῃ σφραγῖδι κατανοῶν καὶ καταπληττόμενος αὐτῆς τὸ θεοειδέστατον
κάλλος ἤ τινι προσέρχηται δεξαμένῃ τὸν ἐκείνης χαρακτῆρα, λήθη μὲν <lb n="25"/>
ἀμαθίας καὶ ἀπαιδευσίας, μνήμη δὲ παιδείας καὶ ἐπιστήμης εὐθὺς ἐγγίνεται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="138"><p>διὸ λέγει· „οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ
σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορεύησθε
τῷ θυσιαστηρίῳ“. ταῦτα δ’ οὐκ ἀπαγορεύων μᾶλλον ἢ γνώμην
ἀποφαινόμενος διεξέρχεται· τῷ μέν γε ἀπαγορεύοντι οἰκεῖον <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀόρατα F2: ὁρατὰ GUF1L τὰ del. F2
<lb/>3 ὁποῖον U
<lb/>9 μηδέποθ’ ὑπὸ G θαλάσσης G
<lb/>10 ἰδέας, #x003E; Coni. Cohn
<lb/>11 τὸν] τὴν L εἶναι σύμβολον fort. 
<lb/>12 γε] γὰρ conicio αὐτῶ GF
<lb/>13 φωτίζεται, ᾦ τὰ ἱερουργούμενα supplet Cohn 
<lb/>15 ἐνιδρῦσθαι U
<lb/>20 post ἅπαξ inc. H fol. 369v, cf. ad. p. 190,26 εἰσιόντι F2H εἰσιόντας GUF1L
<lb/>21 μόνω G1UF: μόνων Η, μόνος G2
<lb/>21 ὁ om. H
<lb/>25 ἡ scripsi: ἡ codd. προσέρχεται v ἐκείνω Η λήθης H
<lb/>27 οὐ] οὐ μὴ U σὺ G: om. UFH
<lb/>28 εἰσπορεύῃ F 28.
<lb/>29 εἰς—προσπορεύησθε om. U, bis hab. H
<lb/>28 ἡ] ἡ G
<lb/>30 ἀπογορεύων (sic) U
<lb/>30 μὲν γὰρ couicio, μέντοι v</note>  

<pb n="v.2.p.197"/>
ἦν εἰπεῖν· οἶνον, ὅταν ἱερουργῆτε, μὴ πίνετε, τῷ δὲ γνώμην ἀποφαινομένῳ
τὸ „οὐ πίεσθε“. καὶ γάρ ἐστιν ἀμήχανον τὸ μέθης καὶ παροινίας
ψυχῆς αἴτιον, ἀπαιδευσίαν, προσίεσθαι τὸν ταῖς γενικαῖς καὶ κατ’ εἶδος
ἀρεταῖς ἐμμελετῶντα καὶ ἐγχορεύοντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="139"><p>τὴν δὲ „σκηνὴν μαρτυρίου“ <lb n="5"/> καλεῖ πολλάκις, ἤτοι παρόσον ὁ ἀψευδὴς θεὸς ἀρετῆς ἐστι μάρτυς, ᾧ
καλὸν καὶ σύμφορον προσέχειν, ἢ παρόσον ἡ ἀρετὴ βεβαιότητα ταῖς
ψυχαῖς ἐντίθησι τοὺς ἐνδοιάζοντας καὶ ἐπαμφοτερίζοντας λογισμοὺς ἀνὰ
 κράτος ἐκτέμνουσα καὶ ὥσπερ ἐν δικαστηρίῳ  <milestone unit="altpage2" n="p. 379 M."/> τῷ βίῳ τἀληθὲς ἀνακαλύπτουσα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="140"><p><milestone unit="altref" n="35"/> λέγει δὲ ὅτι οὐδ’ ἀποθανεῖται ὁ νηφάλια θύων, ὡς <lb n="10"/> ἀπαιδευσίας μὲν θάνατον ἐπιφερούσης, παιδείας δὲ ἀφθαρσίαν· καθάπερ
γὰρ ἐν τοῖς σώμασιν ἡμῶν νόσος μὲν διαλύσεως, ὑγεία δὲ σωτηρίας
αἰτία, τὸν αὐτὸν τρόπον καὶ ἐν ταῖς ψυχαῖς τὸ μὲν σῷζόν ἐστι φρόνησις
—ὑγεία γάρ τις αὕτη διανοίας—, τὸ δὲ φθεῖρον ἀφροσύνη νόσον
ἀνίατον κατασκήπτουσα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>