<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:109-112</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1:109-112</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="109"><p>παρὸ καὶ θεοπλαστεῖν ἀρξάμενος ἀγαλμάτων καὶ ξοάνων καὶ ἄλλων μυρίων ἀφιδρυμάτων ὕλαις διαφόροις τετεχνιτευμένων
κατέπλησε τὴν οἰκουμένην, γραφεῦσι καὶ πλάσταις, οὓς ὑπερορίους
<lb n="20"/> ὁ νομοθέτης τῆς κατ’ αὐτὸν πολιτείας ἤλασεν, ἆθλά τε μεγάλα καὶ τιμὰς
ὑπερβαλλούσας ἰδίᾳ τε καὶ κοινῇ ψηφισάμενος, <add>καὶ</add> κατειργάσατο τοὐναντίον
οὗ προσεδόκησεν, ἀντὶ ὁσιότητος ἀσέβειαν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="110"><p>τὸ γὰρ πολύθεον ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθεότητα <add>κατασκευάζει</add>, καὶ θεοῦ τιμῆς ἀλογοῦσιν
οἱ τὰ θνητὰ θειώσαντες· οἷς οὐκ ἐξήρκεσεν ἡλίου καὶ σελήνης, εἰ δὲ
<lb n="25"/> ἐβούλοντο, καὶ γῆς ἁπάσης καὶ παντὸς ὕδατος εἰκόνας διαπλάσασθαι, ἀλλ’
ἤδη καὶ ἀλόγοις ζῴοις καὶ φυτοῖς τῆς τῶν ἀφθάρτων τιμῆς μετέδοσαν.
ὁ δὴ τούτοις ἐπιτιμῶν τὸν ἐπινίκιον ὕμνον ἐξάρχων ἐδείχθη. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="111"><p><milestone unit="altref" n="29"/> καὶ Μωυσῆς μέντοι κατὰ ταῦτα, ἐπειδὰν ἴδῃ τὸν βασιλέα τῆς Αἰγύπτου,
τὸν ὑπέραυχον νοῦν, σὺν τοῖς ἑξακοσίοις ἅρμασι (Exod. 14, 7), ταῖς
<lb n="30"/> τοῦ ὀργανικοῦ σώματος ἓξ κινήσεσιν ἡρμοσμέναις τοῖς ἐπιβεβηκόσι
τριστάταις (Exod. 15, 4), οἳ μηδενὸς τῶν κατὰ γένεσιν πεφυκότος
<note xml:lang="mul" type="footnote"><lb/>1 prius παρὰ] περὶ F
<lb/>2 παρὰ ὤτων τὸ ἀκούειν U
<lb/>3 χιλοῦ G
<lb/>6 οἰκείας U 
<lb/>8 τὰ πάντα F αὑτοῦ Turn.: αὐτοῦ codd.
<lb/>12 τοῦ θεοῦ δὲ G
<lb/>13 τὰ πάντα κτήματα v
<lb/>14 γεγεννῆσθαι U
<lb/>15 αὐτῇ v
<lb/>16 εἶδε GF: οἶδεν UL 
<lb/>17 <add>τῶν</add> γινομένων conicio
<lb/>20 τῆς om. G1U κατὰ τὸν U
<lb/>21 καὶ addidi
<lb/>22 οὐ] δὲ οὐ F
<lb/>23 ἀθεότης Turn. κατασκευάζει addidi ἀλγοῦσιν U
<lb/>25 ἠβούλοντο FL
<lb/>26 μετέδωσαν G
<lb/>27 δὴ] δὲ v 
<lb/>28 ταὐτὸ conicio</note>  

<pb n="v.2.p.192"/>
ἑστάναι περὶ πάντων οἴονται δεῖν ὡς ἂν παγίως ἱδρυμένων καὶ μηδεμίαν
δεχομένων μεταβολὴν ἀποφαίνεσθαι, δίκην ἀξίαν τῆς ἀσεβείας
ὑποσχόντα καὶ τὸν ἀσκητικὸν ἔμπαλιν τὰς ἐπιδρομὰς τῶν πολεμίων
ἐκφυγόντα καὶ ἀνὰ κράτος ἀπροσδοκήτως διασωθέντα, τὸν δίκαιον καὶ
ἀληθῆ βραβευτὴν ὑμνεῖ θεὸν τὰ πρεπωδέστατα καὶ οἰκειότατα ταῖς <lb n="5"/>
συντυχίαις ἐξάρχων ᾄσματα, διότι „ἵππον καὶ ἀναβάτην ῥίψας εἰς θάλασσαν“
(Exod. 15, 1), τὸν ἐποχούμενον νοῦν ταῖς τοῦ τετράποδος
καὶ ἀφηνιαστοῦ πάθους ἀλόγοις ὁρμαῖς ἀφανίσας, βοηθὸς καὶ ὑπερασπιστὴς
ἐγένετο τῆς ὁρατικῆς ψυχῆς, ὡς χαρίσασθαι παντελῆ σωτηρίαν
 αὐτῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.opp-grc1" subtype="section" n="112"><p>ὁ δὲ αὐτὸς καὶ ἐπὶ τοῦ φρέατος ἐξάρχει, οὐκέτι μόνον ἐπὶ <lb n="10"/>
καθαιρέσει τῶν παθῶν, ἀλλὰ καὶ ἐπὶ τῷ τὸ κάλλιστον κτημάτων, σοφίαν,
ἀνανταγώνιστον ἰσχῦσαι λαβεῖν, ἣν ἀπεικάζει φρέατι· βαθεῖα γὰρ καὶ
οὐκ ἐπιπόλαιος, γλυκὺ ἀναδιδοῦσα νᾶμα καλοκἀγαθίας <milestone unit="altpage1" n="p. 375"/>  διψώσαις ψυχαῖς,
 ἀναγκαιότατον ὁμοῦ καὶ ἥδιστον ποτόν·</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>