<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:99-105</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:99-105</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="99"><p>ἐπεὶ οὖν ὁ ἄρτι εἰσαγόμενος μακρὰν τοῦ τέλους
ἀφέστηκεν, εἰκότως φυτεύσαντι αὐτῷ προστέτακται περιελεῖν τὴν ἀκαθαρσίαν τοῦ φυτευθέντος. τί δὲ τοῦτ’ ἐστί, συνεπισκεψώμεθα. <milestone unit="altref" n="23"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="100"><p>τὰ μέσα τῶν καθηκόντων ἡμέρων φυτῶν ἔχειν μοι δοκεῖ λόγον· ἑκάτερα γὰρ ὠφελιμωτάτους φέρει καρπούς, τὰ μὲν σώμασι, τὰ δὲ ψυχαῖς. <lb n="20"/>
πολλὰ δὲ ἐν τοῖς μέσοις συναναβλαστάνοντα καὶ ἐπιφυόμενα τῶν βλαβερῶν ἀναγκαίως ἂν τέμνοιτο τοῦ μὴ ζημιοῦσθαι τὰ ἀμείνω χάριν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="101"><p>ἢ οὐκ ἂν εἴποιμεν φυτὸν ἥμερον ψυχῆς παρακαταθήκης ἀπόδοσιν; ἀλλὰ
τοῦτό γε τὸ φυτὸν καθάρσεως δεῖται καὶ περιττοτέρας ἐπιμελείας. τίς
<note xml:lang="mul" type="footnote"><lb/>1 περικαθαριεῖτε H: περικαθάρητε MGUF (ι s. s. G^), καὶ περικαθάρητε com. Cohn 
<lb/>2 ὁ καρπὸς Mang. : τὸν καρπὸν codd. ἀπερικάθαρτος scripsi: ἀκάθαρτος codd. βρωθήσετε M
<lb/>3 αἰνετὸς ex LXX Mang. : ἓν ἔτος codd.
<lb/>4 γενήματα G
<lb/>5 ὁ ova. Η
<lb/>7 καὶ post. γῆν add. v 7.
<lb/>8 φυτεύσεται M, φυτεύσητε, καὶ φυτεύσητε conicio 
<lb/>9 δυνάμεθα ML
<lb/>10 προελήλυθεν coni. Mang.
<lb/>11 τῶν Tiirn.: καὶ τῶν GUFII, καὶ τὸν M
<lb/>12 ὅταν δὲ om. H
<lb/>13 ὁδὸν ἄν εἰσέρχηται H δόγμασιν U συντρέχῃ U: συντρέχειν ceteri
<lb/>14 ἄρξεται scripsi: ἄρξηται MGFH, αὔξητε U καρπῶν H"-’: εὔκαρπον ceteri
<lb/>15 γεωργεῖ H ἀπάθειαν H: εὐπαθείας MGUF, εὐπάθειαν L-
<lb/>16 ἀγαθά M: τε ἀγαθά (iUF, τὰ ἀγαθά, τε τὰ ἀγαθά L ἐπεὶ οὑν Turu.: οἰκείων GHUF, οἰκεῖον M ὁ ἄρτι scripsi: ἀρετῆς codd.. ἀρετῆς ὁ V
<lb/>17 φυτεύσοντι conicio οὖν post φυτεύσαντι add. G-
<lb/>18 post τοῦτ’ ras. in Η ἐστὶ συνεπισκεψώμεθα (irFII: ἐστιν ἐπισκεψώμεθα M 
<lb/>19 post φυτῶν add. ὃν MGU, ἓν F, τὸν αὐτὸν H, ἡμέροις φυτοῖς τὸν αὐτὸν coni. Mang. ἔχει M
<lb/>20 φέρει] φύσει M σώματι M δὲ U: δ’ ἐν MCiFll
<lb/>22 ἂν τέμνοιτο cd. stereot. Tauchnit. (ἀνατέμνοιτο Maug.): ἂν γένοιτο codd. τά] τὴν G2</note>  

<pb n="v.2.p.153"/>
οὖν ἡ κάθαρσις ἥδε; παρὰ νήφοντος λαβὼν παρακαταθήκην μήτε μεθύοντι
μήτ’ ἀσώτῳ μήτε μεμηνότι ἀποδῷς—ὁ γὰρ λαβὼν ὄνησιν
ἐκ τοῦ κομίσασθαι οὐχ ἕξει καιρὸν ὠφεληθῆναι—, μηδὲ χρεώσταις ἢ
δούλοις ἀποδῷς δανειστῶν καὶ δεσποτῶν ἐφεδρευόντων—προδοσία
<lb n="5"/> γὰρ τοῦτ’ ἐστίν, οὐκ ἀπόδοσις—, μηδὲ τὴν ἐν ὀλίγοις πίστιν φύλαττε
<add>ἐπὶ</add> θήρᾳ τῆς ἐν πλείοσι πίστεως·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="102"><p>δελέατά γε οἱ μὲν ἁλιευόμενοι μικρὰ καθιέντες ἐπὶ τῷ τοὺς μείζους ἀγκιστρεύεσθαι τῶν ἰχθύων οὐ
σφόδρα ἂν ὑπαίτιοι τῆς κατ’ ἀγορὰν εὐετηρίας προνοεῖσθαι φάσκοντες
καὶ ὡς ἂν ἄφθονον τοῖς ἀνθρώποις τὴν καθ’ ἑκάστην ἡμέραν ποιήσωνται
<lb n="10"/> δίαιταν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="103"><p>δέλεαρ δὴ μηδεὶς ὀλιγοχρημάτου παρακαταθήκης ἀπόδοσιν ἐπ’ ἄγρᾳ μείζονος προφερέτω, χερσὶ μὲν τὰ ἑνὸς καὶ ὀλίγα
προτείνων, διανοίᾳ δὲ τὰ πάντων καὶ ἀμύθητα νοσφιζόμενος. ἐὰν οὖν
ὡς δένδρου τῆς παρακαταθήκης περιέλῃς τὰ ἀκάθαρτα, τὰς ἀπὸ τῶν
ἐφεδρευόντων βλάβας, τὰς ἀκαιρίας, τὰς ἐνέδρας, τὰ ὁμοιότροπα πάντα,
<lb n="15"/> ἡμερώσεις τὸ μέλλον ἀγριαίνεσθαι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="104"><p><milestone unit="altref" n="24"/> κἀν τῷ φιλίας μέντοι φυτῷ ταῦτα δὴ τὰ παραβλαστάνοντα τεμεῖν καὶ ἀποκόψαι φυλακῆς ἕνεκα τοῦ
βελτίονος ἀναγκαῖον. τὰ δὲ παραβλαστάνοντα ταῦτ’ ἐστίν· ἑταιρῶν πρὸς
ἐραστὰς γοητεῖαι, πρὸς τοὺς κολακευομένους οἰκοσίτων ἀπάται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="105"><p>τὰς γὰρ μισθαρνούσας ἐπὶ τῇ ὥρᾳ τοῦ σώματος ἰδεῖν ἔστι περιεχομένας τῶν
<lb n="20"/> ἐραστῶν ὡς δὴ σφόδρα φιλούσας—φιλοῦσι δὲ οὐκ ἐκείνους, ἀλλ’
ἑαυτὰς καὶ τοῖς καθ’ ἑκάστην ἡμέραν λήμμασιν ἐπικεχήνασι—, τούς
 τε κόλακας ἄλεκτον μὲν ἔστιν ὅτε μῖσος πρὸς τοὺς  <milestone unit="altpage2" n="p. 345 M."/> θεραπευομένους
φυλάττοντας, ὀψοφαγίαν δὲ καὶ λαιμαργίαν ἀγαπῶντας, ὑφ’ ὧν
ἀναπείθονται τοὺς χορηγοὺς τῶν ἀμέτρων ἐπιθυμιῶν περιέπειν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>