<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:93-109</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:93-109</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="93"><p><milestone unit="altref" n="22"/> Ἃ τοίνυν ὑπεσχόμεθα, ἤδη σχεδὸν ἀποδέδεικται, [τὸ] φυτὸν μὲν τὸ ἀρχήν τε καὶ τέλος λαμβάνεσθαι τῶν ἁπάντων εἶναι θεόν, χωρίον
δὲ τὸ ἀκόλουθον τὸ ἐν μηδενὶ τῶν ἐν γενέσει τέλειον εὑρίσκεσθαι, ἐπ’
<lb n="20"/> αὐτῷ δ’ ἔσθ’ ὅτε χάρισι τοῦ αἰτίου προφαίνεσθαι, καρπὸς δὲ τὸ τὰς
τοῦ θεοῦ διαιωνίζειν χάριτας καὶ ὀμβρούσας ἀπαύστως μηδέποτε λήγειν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="94"><p>οὕτως μὲν δὴ καὶ ὁ σοφὸς ἑπόμενος τῇ τοῦ πρώτου καὶ μεγίστου φυτουργοῦ τέχνῃ τὴν γεωργικὴν ἐπιδείκνυται. βούλεται δὲ ὁ ἱερὸς λόγος
καὶ τοῖς μήπω τελειωθεῖσιν ἡμῖν, ἔτι δὲ ἐν μέσοις ἀριθμοῖς τῶν λεγομένων
<lb n="25"/> καθηκόντων ἐξεταζομένοις, διαπονηθῆναι τὰ γεωργικά· φησὶ γάρ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="95"><p>„ὅταν εἰσέλθητε πρὸς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ
<note xml:lang="mul" type="footnote"><lb/>2 ἀναβεκλῶν (sic) F καὶ post ἀνακυκλῶν add. UH2 καθαρμοζόμενος Mang. ὁ] ὁ δὴ L
<lb/>3 παραλείπων G, παραλιπὼν U
<lb/>4 ᾐνίξατο coni. Mang. 
<lb/>6 τὸ] τῶ M
<lb/>7 τὸ om. L περὶ] παρὰ M
<lb/>8 ἐπ’ H2: om. ceteri 
<lb/>9 ψυχὴ U: κοινὴ MGUF παρέχον G οὖν om. Η
<lb/>10 ὁ G2H2: om. MG1UH1 οὐδὲ U αὐτοῦ H1, αὑτοῦ H2
<lb/>12 ὄντων L, #x003E; ὄν τὼς coni. Mang. αἴτιον τελειότατον conicio τελειότητος Η 12.
<lb/>13 εὐδαιμονοῦσιν M
<lb/>13 τῶν M
<lb/>14 ἐνδεὲς scripsi: ἀνενδεὲς codd. ἑκάστων conicio 
<lb/>15 ἐστὶν ἀπὸ εὐθυμίαν M εὐθυμίαν] post εὑ ras. in H εὐδαιμονίαν Η1?) 
<lb/>17 δὴ G ἀποδέδοται coni. Mang. τὸ seclusi
<lb/>18 τε καὶ τέλος ὑπολαμβάνεσθαι λαμβάνεσθαι scripsi) Mang.: τινα κάλλιστον λαμβάνεσθαι codd.
<lb/>19 τῶν] τὸν M τελείου U
<lb/>20 αὐτῶν Η δ’ ἔσθ’ Η: δ’ ἐστὶν MGF, δέ ἐστιν U 
<lb/>21 λέγειν G1
<lb/>22 οὕτω H priiis καὶ om. M
<lb/>24 δὲ] δὲ καὶ M 
<lb/>26 πρὸς] εἰς Η ὑμῶν F: om ceteri</note>  

<pb n="v.2.p.152"/>
καταφυτεύσητε πᾶν ξύλον βρώσεως, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ·
ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται· τῷ δὲ ἔτει
τῷ τετάρτῳ ἔσται πᾶς καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ· τῷ δὲ
ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γεννήματα
 αὐτοῦ. ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν„ (Lev. 19, 23 — 25).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="96"><p>οὐκοῦν <lb n="5"/>
τῶν ξύλων τὰ ἐδώδιμα, πρὶν εἰς τὴν ὑπὸ θεοῦ δοθεῖσαν χώραν μεταναστῆναι, φυτεύειν ἀδύνατον· „ὅταν γὰρ εἰσέλθητε πρὸς τὴν γῆν, φυτεύσετε πᾶν ξύλον βρώσιμον„ φησίν, ὥστε ἔξω διατρίβοντες οὐκ ἂν
δυναίμεθα τὰ τοιαῦτα τῶν δένδρων γεωργεῖν· καὶ μήποτ’ εἰκότως·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="97"><p>ἕως μὲν γὰρ εἰς τὴν σοφίας ὁδὸν οὐ προσελήλυθεν ὁ νοῦς, τετραμμένος <lb n="10"/>
δὲ πόρρω πλανᾶται, τῶν τῆς ἀγρίας ὕλης ἐπιμελεῖται φυτῶν, ἅπερ ἤτοι
 ἄγονα ὄντα ἐστείρωται ἢ γεννῶντα ἐδωδίμων ἐστὶν ἄφορα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="98"><p>ὅταν δὲ εἰς
τὴν φρονήσεως ἐμβὰς ὁδὸν συνεισέρχηται <milestone unit="altpage1" n="p. 344 M."/>  τοῖς δόγμασι καὶ συντρέχῃ
πᾶσιν, ἄρξεται τὴν ἥμερον καὶ καρπῶν ἡμέρων οἰστικὴν ἀντὶ τῆς ἀγρίας
ἐκείνης γεωργεῖν, ἀπάθειαν ἀντὶ παθῶν καὶ ἀντὶ ἀγνοίας ἐπιστήμην καὶ <lb n="15"/>
 ἀντὶ κακῶν ἀγαθά.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="99"><p>ἐπεὶ οὖν ὁ ἄρτι εἰσαγόμενος μακρὰν τοῦ τέλους
ἀφέστηκεν, εἰκότως φυτεύσαντι αὐτῷ προστέτακται περιελεῖν τὴν ἀκαθαρσίαν τοῦ φυτευθέντος. τί δὲ τοῦτ’ ἐστί, συνεπισκεψώμεθα. <milestone unit="altref" n="23"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="100"><p>τὰ μέσα τῶν καθηκόντων ἡμέρων φυτῶν ἔχειν μοι δοκεῖ λόγον· ἑκάτερα γὰρ ὠφελιμωτάτους φέρει καρπούς, τὰ μὲν σώμασι, τὰ δὲ ψυχαῖς. <lb n="20"/>
πολλὰ δὲ ἐν τοῖς μέσοις συναναβλαστάνοντα καὶ ἐπιφυόμενα τῶν βλαβερῶν ἀναγκαίως ἂν τέμνοιτο τοῦ μὴ ζημιοῦσθαι τὰ ἀμείνω χάριν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="101"><p>ἢ οὐκ ἂν εἴποιμεν φυτὸν ἥμερον ψυχῆς παρακαταθήκης ἀπόδοσιν; ἀλλὰ
τοῦτό γε τὸ φυτὸν καθάρσεως δεῖται καὶ περιττοτέρας ἐπιμελείας. τίς
<note xml:lang="mul" type="footnote"><lb/>1 περικαθαριεῖτε H: περικαθάρητε MGUF (ι s. s. G^), καὶ περικαθάρητε com. Cohn 
<lb/>2 ὁ καρπὸς Mang. : τὸν καρπὸν codd. ἀπερικάθαρτος scripsi: ἀκάθαρτος codd. βρωθήσετε M
<lb/>3 αἰνετὸς ex LXX Mang. : ἓν ἔτος codd.
<lb/>4 γενήματα G
<lb/>5 ὁ ova. Η
<lb/>7 καὶ post. γῆν add. v 7.
<lb/>8 φυτεύσεται M, φυτεύσητε, καὶ φυτεύσητε conicio 
<lb/>9 δυνάμεθα ML
<lb/>10 προελήλυθεν coni. Mang.
<lb/>11 τῶν Tiirn.: καὶ τῶν GUFII, καὶ τὸν M
<lb/>12 ὅταν δὲ om. H
<lb/>13 ὁδὸν ἄν εἰσέρχηται H δόγμασιν U συντρέχῃ U: συντρέχειν ceteri
<lb/>14 ἄρξεται scripsi: ἄρξηται MGFH, αὔξητε U καρπῶν H"-’: εὔκαρπον ceteri
<lb/>15 γεωργεῖ H ἀπάθειαν H: εὐπαθείας MGUF, εὐπάθειαν L-
<lb/>16 ἀγαθά M: τε ἀγαθά (iUF, τὰ ἀγαθά, τε τὰ ἀγαθά L ἐπεὶ οὑν Turu.: οἰκείων GHUF, οἰκεῖον M ὁ ἄρτι scripsi: ἀρετῆς codd.. ἀρετῆς ὁ V
<lb/>17 φυτεύσοντι conicio οὖν post φυτεύσαντι add. G-
<lb/>18 post τοῦτ’ ras. in Η ἐστὶ συνεπισκεψώμεθα (irFII: ἐστιν ἐπισκεψώμεθα M 
<lb/>19 post φυτῶν add. ὃν MGU, ἓν F, τὸν αὐτὸν H, ἡμέροις φυτοῖς τὸν αὐτὸν coni. Mang. ἔχει M
<lb/>20 φέρει] φύσει M σώματι M δὲ U: δ’ ἐν MCiFll
<lb/>22 ἂν τέμνοιτο cd. stereot. Tauchnit. (ἀνατέμνοιτο Maug.): ἂν γένοιτο codd. τά] τὴν G2</note>  

<pb n="v.2.p.153"/>
οὖν ἡ κάθαρσις ἥδε; παρὰ νήφοντος λαβὼν παρακαταθήκην μήτε μεθύοντι
μήτ’ ἀσώτῳ μήτε μεμηνότι ἀποδῷς—ὁ γὰρ λαβὼν ὄνησιν
ἐκ τοῦ κομίσασθαι οὐχ ἕξει καιρὸν ὠφεληθῆναι—, μηδὲ χρεώσταις ἢ
δούλοις ἀποδῷς δανειστῶν καὶ δεσποτῶν ἐφεδρευόντων—προδοσία
<lb n="5"/> γὰρ τοῦτ’ ἐστίν, οὐκ ἀπόδοσις—, μηδὲ τὴν ἐν ὀλίγοις πίστιν φύλαττε
<add>ἐπὶ</add> θήρᾳ τῆς ἐν πλείοσι πίστεως·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="102"><p>δελέατά γε οἱ μὲν ἁλιευόμενοι μικρὰ καθιέντες ἐπὶ τῷ τοὺς μείζους ἀγκιστρεύεσθαι τῶν ἰχθύων οὐ
σφόδρα ἂν ὑπαίτιοι τῆς κατ’ ἀγορὰν εὐετηρίας προνοεῖσθαι φάσκοντες
καὶ ὡς ἂν ἄφθονον τοῖς ἀνθρώποις τὴν καθ’ ἑκάστην ἡμέραν ποιήσωνται
<lb n="10"/> δίαιταν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="103"><p>δέλεαρ δὴ μηδεὶς ὀλιγοχρημάτου παρακαταθήκης ἀπόδοσιν ἐπ’ ἄγρᾳ μείζονος προφερέτω, χερσὶ μὲν τὰ ἑνὸς καὶ ὀλίγα
προτείνων, διανοίᾳ δὲ τὰ πάντων καὶ ἀμύθητα νοσφιζόμενος. ἐὰν οὖν
ὡς δένδρου τῆς παρακαταθήκης περιέλῃς τὰ ἀκάθαρτα, τὰς ἀπὸ τῶν
ἐφεδρευόντων βλάβας, τὰς ἀκαιρίας, τὰς ἐνέδρας, τὰ ὁμοιότροπα πάντα,
<lb n="15"/> ἡμερώσεις τὸ μέλλον ἀγριαίνεσθαι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="104"><p><milestone unit="altref" n="24"/> κἀν τῷ φιλίας μέντοι φυτῷ ταῦτα δὴ τὰ παραβλαστάνοντα τεμεῖν καὶ ἀποκόψαι φυλακῆς ἕνεκα τοῦ
βελτίονος ἀναγκαῖον. τὰ δὲ παραβλαστάνοντα ταῦτ’ ἐστίν· ἑταιρῶν πρὸς
ἐραστὰς γοητεῖαι, πρὸς τοὺς κολακευομένους οἰκοσίτων ἀπάται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="105"><p>τὰς γὰρ μισθαρνούσας ἐπὶ τῇ ὥρᾳ τοῦ σώματος ἰδεῖν ἔστι περιεχομένας τῶν
<lb n="20"/> ἐραστῶν ὡς δὴ σφόδρα φιλούσας—φιλοῦσι δὲ οὐκ ἐκείνους, ἀλλ’
ἑαυτὰς καὶ τοῖς καθ’ ἑκάστην ἡμέραν λήμμασιν ἐπικεχήνασι—, τούς
 τε κόλακας ἄλεκτον μὲν ἔστιν ὅτε μῖσος πρὸς τοὺς  <milestone unit="altpage2" n="p. 345 M."/> θεραπευομένους
φυλάττοντας, ὀψοφαγίαν δὲ καὶ λαιμαργίαν ἀγαπῶντας, ὑφ’ ὧν
ἀναπείθονται τοὺς χορηγοὺς τῶν ἀμέτρων ἐπιθυμιῶν περιέπειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="106"><p>τὸ <lb n="25"/> δὲ τῆς ἀκιβδηλεύτου φιλίας δένδρον ἀποσεισάμενον καὶ μεθέμενον
ταῦτα καρπὸν τοῖς χρησομένοις ὠφελιμώτατον οἴσει, τὸ ἀδέκαστον.
<note xml:lang="mul" type="footnote">2.
<lb/>3 ὁ γὰρ ἐν ἄλλῳ #x003E; λαβὼν ἂν) ὄνησιν ἐκ τοῦ κομίσασθαι οὐχ ἕξει #x003E; .... conicio, καιρὸν ὠφεληθῆναι secl. Mang.
<lb/>2 οἴησιν U
<lb/>3 καιρὸν H2: καλὸν ceteri
<lb/>4 ἀποδῷς H: ἀποδιδοὺς MGUF
<lb/>6 ἐπὶ θήρᾳ MGUF
<lb/>6 θήρας codd. πλείονι H γε Turn.: τε codd., γὰρ conicio 
<lb/>8 σφόδρ’ U ἀνυπαίτιοι MF, ἄν #x003E; ὑπαίτιοι conicio
<lb/>9 ἄφθονον τοῖς scripsi: ἀφθόνοις MGUF, ἄφθονον H 9.
<lb/>10 ποιήσουσι conicio ἄν deleto, ποιήσαντες coni. Cohn
<lb/>11 ἐπ’ ἄγρα H: ἐπ’ ἄγρας U, ἀπ’ ἄγρας MGF προφέρεται M, προσφερέτω F
<lb/>12 οὖν om. H1 15.
<lb/>16 κἀν τῶ (corr. vid. ex τὸ)—παραβλαστάνοντα H: καὶ τὸ φιλίας μέντοι φυτὸν τοῦτο δὲ τὸν παραβλαστάνον MGUF
<lb/>16 προβλαστάνοντα L
<lb/>18 πρὸς] καὶ M 
<lb/>20 οὐκἀκείνους (sic) G
<lb/>25 φιλίας Mang.: σοφίας codd.
<lb/>26 χρησαμένοις μένοις MGF</note>  

<pb n="v.2.p.154"/>
εὔνοια γάρ ἐστι βούλησις τοῦ τῷ πλησίον εἶναι τὰ ἀγαθὰ αὐτοῦ χάριν
ἐκείνου. αἱ δέ γε χαμαιτύπαι καὶ οἱ κόλακες αὑτῶν ἕνεκα σπουδάζουσιν,
αἱ μὲν τοῖς ἐρασταῖς, οἱ δὲ τοῖς κολακευομένοις τὰ ἀγαθὰ προσάγειν. τὰς
οὖν εἰρωνείας καὶ γοητείας καθάπερ ἐπιφυομένας κῆρας τῷ φιλίας φυτῷ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="107"><p> περικοπτέον. <milestone unit="altref" n="25"/> ἱερουργίαι γε μὴν καὶ ἡ περὶ τὰς θυσίας ἁγιστεία <lb n="5"/>
βλάστημα κάλλιστον, ἀλλὰ παραναπέφυκεν αὐτῷ κακόν, δεισιδειμονία,
ἣν πρὶν χλοῆσαι λυσιτελὲς ἐκτεμεῖν. ἔνιοι γὰρ ᾠήθησαν τὸ βουθυτεῖν
εὐσέβειαν εἶναι, καὶ ἐξ ὧν ἂν κλέψωσιν ἢ ἀρνήσωνται ἢ χρεωκοπήσωσιν
ἢ ἁρπάσωσιν ἢ λεηλατήσωσι μοίρας ἀπονέμουσι τοῖς βωμοῖς, οἱ
δυσκάθαρτοι, τὸ μὴ δοῦναι δίκην ἐφ’ οἷς ἐξήμαρτον ὤνιον εἶναι νομίζοντες. <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="108"><p>ἀλλὰ γάρ, εἴποιμ’ ἂν αὐτοῖς, ἀδέκαστόν ἐστιν, ὦ οὗτοι, τὸ
θεοῦ δικαστήριον, ὡς τοὺς μὲν γνώμῃ κεχρημένους ὑπαιτίῳ, κἂν καθ’
ἅπασαν ἡμέραν ἑκατὸν βόας ἀνάγωσιν, ἀποστρέφεσθαι, τοὺς δ’ ἀνυπαιτίους,
κἂν μηδὲν θύωσι τὸ παράπαν, ἀποδέχεσθαι. βωμοῖς γὰρ
ἀπύροις, περὶ οὓς ἀρεταὶ χορεύουσι, γέγηθεν ὁ θεός, ἀλλ’ οὐ πυρὶ <lb n="1.5"/>
πολλῷ φλέγουσιν, ὅπερ αἱ τῶν ἀνιέρων ἄθυτοι θυσίαι συνανέφλεξαν
ὑπομιμνῄσκουσαι τὰς ἑκάστων ἀγνοίας τε καὶ διαμαρτίας· καὶ γὰρ
εἶπέ που Μωυσῆς θυσίαν „ἀναμιμνῄσκουσαν ἁμαρτίαν“ (Num. 5, 15).
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="109"><p>πάντ’ οὖν τὰ τοιαῦτα μεγάλης γιγνόμενα ζημίας αἴτια χρὴ περιαιρεῖν
καὶ ἀποκόπτειν ἑπομένους τῷ χρησμῷ, ἐν ᾧ διείρηται περιαιρεῖν τὴν <lb n="20"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>