<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:92-98</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:92-98</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="92"><p>βασιλεῖ δὲ πεπιστευκέναι μὴ τῷ μεγέθει τῆς ἀρχῆς ἐπαιρομένῳ πρὸς βλάβας τῶν ὑπηκόων, ἀλλὰ φιλανθρωπίᾳ τὸ ἐνδεὲς ἑκάστῳ
<lb n="15"/> ἐπανορθοῦσθαι προαιρουμένῳ, μέγιστόν ἐστι πρὸς εὐθυμίαν καὶ ἀσφάλειαν
ἕρκος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="93"><p><milestone unit="altref" n="22"/> Ἃ τοίνυν ὑπεσχόμεθα, ἤδη σχεδὸν ἀποδέδεικται, [τὸ] φυτὸν μὲν τὸ ἀρχήν τε καὶ τέλος λαμβάνεσθαι τῶν ἁπάντων εἶναι θεόν, χωρίον
δὲ τὸ ἀκόλουθον τὸ ἐν μηδενὶ τῶν ἐν γενέσει τέλειον εὑρίσκεσθαι, ἐπ’
<lb n="20"/> αὐτῷ δ’ ἔσθ’ ὅτε χάρισι τοῦ αἰτίου προφαίνεσθαι, καρπὸς δὲ τὸ τὰς
τοῦ θεοῦ διαιωνίζειν χάριτας καὶ ὀμβρούσας ἀπαύστως μηδέποτε λήγειν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="94"><p>οὕτως μὲν δὴ καὶ ὁ σοφὸς ἑπόμενος τῇ τοῦ πρώτου καὶ μεγίστου φυτουργοῦ τέχνῃ τὴν γεωργικὴν ἐπιδείκνυται. βούλεται δὲ ὁ ἱερὸς λόγος
καὶ τοῖς μήπω τελειωθεῖσιν ἡμῖν, ἔτι δὲ ἐν μέσοις ἀριθμοῖς τῶν λεγομένων
<lb n="25"/> καθηκόντων ἐξεταζομένοις, διαπονηθῆναι τὰ γεωργικά· φησὶ γάρ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="95"><p>„ὅταν εἰσέλθητε πρὸς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ
<note xml:lang="mul" type="footnote"><lb/>2 ἀναβεκλῶν (sic) F καὶ post ἀνακυκλῶν add. UH2 καθαρμοζόμενος Mang. ὁ] ὁ δὴ L
<lb/>3 παραλείπων G, παραλιπὼν U
<lb/>4 ᾐνίξατο coni. Mang. 
<lb/>6 τὸ] τῶ M
<lb/>7 τὸ om. L περὶ] παρὰ M
<lb/>8 ἐπ’ H2: om. ceteri 
<lb/>9 ψυχὴ U: κοινὴ MGUF παρέχον G οὖν om. Η
<lb/>10 ὁ G2H2: om. MG1UH1 οὐδὲ U αὐτοῦ H1, αὑτοῦ H2
<lb/>12 ὄντων L, #x003E; ὄν τὼς coni. Mang. αἴτιον τελειότατον conicio τελειότητος Η 12.
<lb/>13 εὐδαιμονοῦσιν M
<lb/>13 τῶν M
<lb/>14 ἐνδεὲς scripsi: ἀνενδεὲς codd. ἑκάστων conicio 
<lb/>15 ἐστὶν ἀπὸ εὐθυμίαν M εὐθυμίαν] post εὑ ras. in H εὐδαιμονίαν Η1?) 
<lb/>17 δὴ G ἀποδέδοται coni. Mang. τὸ seclusi
<lb/>18 τε καὶ τέλος ὑπολαμβάνεσθαι λαμβάνεσθαι scripsi) Mang.: τινα κάλλιστον λαμβάνεσθαι codd.
<lb/>19 τῶν] τὸν M τελείου U
<lb/>20 αὐτῶν Η δ’ ἔσθ’ Η: δ’ ἐστὶν MGF, δέ ἐστιν U 
<lb/>21 λέγειν G1
<lb/>22 οὕτω H priiis καὶ om. M
<lb/>24 δὲ] δὲ καὶ M 
<lb/>26 πρὸς] εἰς Η ὑμῶν F: om ceteri</note>  

<pb n="v.2.p.152"/>
καταφυτεύσητε πᾶν ξύλον βρώσεως, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ·
ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται· τῷ δὲ ἔτει
τῷ τετάρτῳ ἔσται πᾶς καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ· τῷ δὲ
ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γεννήματα
 αὐτοῦ. ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν„ (Lev. 19, 23 — 25).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="96"><p>οὐκοῦν <lb n="5"/>
τῶν ξύλων τὰ ἐδώδιμα, πρὶν εἰς τὴν ὑπὸ θεοῦ δοθεῖσαν χώραν μεταναστῆναι, φυτεύειν ἀδύνατον· „ὅταν γὰρ εἰσέλθητε πρὸς τὴν γῆν, φυτεύσετε πᾶν ξύλον βρώσιμον„ φησίν, ὥστε ἔξω διατρίβοντες οὐκ ἂν
δυναίμεθα τὰ τοιαῦτα τῶν δένδρων γεωργεῖν· καὶ μήποτ’ εἰκότως·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="97"><p>ἕως μὲν γὰρ εἰς τὴν σοφίας ὁδὸν οὐ προσελήλυθεν ὁ νοῦς, τετραμμένος <lb n="10"/>
δὲ πόρρω πλανᾶται, τῶν τῆς ἀγρίας ὕλης ἐπιμελεῖται φυτῶν, ἅπερ ἤτοι
 ἄγονα ὄντα ἐστείρωται ἢ γεννῶντα ἐδωδίμων ἐστὶν ἄφορα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="98"><p>ὅταν δὲ εἰς
τὴν φρονήσεως ἐμβὰς ὁδὸν συνεισέρχηται <milestone unit="altpage1" n="p. 344 M."/>  τοῖς δόγμασι καὶ συντρέχῃ
πᾶσιν, ἄρξεται τὴν ἥμερον καὶ καρπῶν ἡμέρων οἰστικὴν ἀντὶ τῆς ἀγρίας
ἐκείνης γεωργεῖν, ἀπάθειαν ἀντὶ παθῶν καὶ ἀντὶ ἀγνοίας ἐπιστήμην καὶ <lb n="15"/>
 ἀντὶ κακῶν ἀγαθά.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>