<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:85-91</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:85-91</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="85"><p> τὸ βέβαιον ἐπεφύκεσαν; <milestone unit="altref" n="20"/> ἱκανῶς οὖν καὶ περὶ τοῦ χωρίου διειλεγμένοι,
ἐν ᾧ τὸ δένδρον ἀνθεῖ, καὶ περὶ τοῦ καρποῦ τελευταῖον ἐξεργασώμεθα.
τίς οὖν ὁ καρπὸς αὐτοῦ, αὐτὸς ὑφηγήσεται· „ἐπεκάλεσε“ γὰρ
 „τὸ ὄνομα κυρίου θεὸς αἰώνιος“ (Gen. 21, 33).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="86"><p>αἱ τοίνυν λεχθεῖσαι
προσρήσεις τὰς περὶ τὸ ὂν ἐμφαίνουσι δυνάμεις· ἡ μὲν γὰρ κύριος <lb n="15"/>
καθ’ ἣν ἄρχει, ἡ δὲ θεὸς καθ’ ἣν εὐεργετεῖ· οὗ χάριν καὶ τῇ κατὰ
τὸν ἱερώτατον Μωυσῆν κοσμοποιίᾳ πάσῃ τὸ τοῦ θεοῦ ὄνομα ἀναλαμβάνεται·
ἥρμοττε γὰρ τὴν δύναμιν, καθ’ ἣν ὁ ποιῶν εἰς γένεσιν ἄγων
 ἐτίθετο καὶ διεκοσμεῖτο, διὰ ταύτης καὶ [κατα]κληθῆναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="87"><p>καθὸ μὲν
οὖν ἄρχων ἐστίν, ἄμφω δύναται, καὶ εὖ καὶ κακῶς ποιεῖν, συμμεταβαλλόμενος <lb n="20"/>
πρὸς τὴν τοῦ δράσαντος ἀπόδοσιν· καθὸ δὲ εὐεργέτης, θάτερον
 μόνον βούλεται, τὸ εὐεργετεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="88"><p>μέγιστον δ’ ἂν ψυχῆς γένοιτο
ἀγαθὸν μηκέτι ἐνδοιάζειν περὶ τῆς πρὸς ἑκάτερα τοῦ βασιλέως ἰσχύος,
ἀλλ’ ἀνενδοιάστως τὸν μὲν ἕνεκα τοῦ κράτους τῆς ἀρχῆς αὐτοῦ φόβον
ἐπικρεμάμενον καταλύειν, τὴν δὲ ἐκ τοῦ προαιρετικῶς εἶναι φιλόδωρον <lb n="25"/>
 ἀγαθῶν κτήσεως καὶ χρήσεως ἐλπίδα βεβαιοτάτην ζωπυρεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="89"><p>τὸ δὴ
„θεὸς αἰώνιος“ ἴσον ἐστὶ τῷ ὁ χαριζόμενος οὐ ποτὲ μὲν ποτὲ δὲ οὔ,
ἀεὶ δὲ καὶ συνεχῶς, ὁ ἀδιαστάτως εὐεργετῶν, ὁ τὴν τῶν δωρεῶν
<note xml:lang="mul" type="footnote"><lb/>2 θεὸν καλεῖ U εὐορκίσαι F, εὐορκὴς M
<lb/>3 alterum τῶ FH: om. MGU
<lb/>6 οὕτως] οὐ M οὐδέν ἐν Γ’ ὁρατικὸν vel ὁρᾶν coni. Mang. οὐδ’ ἐν H2: οὐδὲ ἐν M, οὐδὲ ceteri οὐδ’ ἐν H2: οὑδὲ ceteri
<lb/>8 ἐν Turn.: οὐδὲ codd.
<lb/>10 μὴ] μὴν M σπείροντος] δὲ εἴροντος F
<lb/>11 τὸ om. H
<lb/>13 γὰρ] γάρ φησι conicio
<lb/>14 κυρίου scripsi (cf. p. 148,13): κύριος ὁ codd.
<lb/>16 καὶ] κἀν conicio 18.
<lb/>19 ὁ ποιῶν τὰ #x003E; .... ἐτίθει τε καὶ διεκόσμει conicio
<lb/>19 ταύτης H: τοῦτο MGUF κάτα secl. Cohn, ἐπικληθῆναι coniciebam 20.
<lb/>21 συμμεταβαλλόμενος FH: συμμεταβαλλομένου MGU 
<lb/>21 δρασθέντος coni. Mang.
<lb/>22 δὲ post τὸ add. F ψυχῆι H2
<lb/>23 ἐνδυάζειν G1F ἑκάτερα FH: ἑκατέραν MGU
<lb/>24 ἀνενδυάστως F
<lb/>25 ἐπικρατούμενον U προαιρετικὸς M
<lb/>27 τῷ] τὸ G δ’ M 28. 151,1 ἀπάλληλον G1UF</note>  

<pb n="v.2.p.151"/>
ἐπάλληλον φορὰν ἀπαύστως συνείρων, ὁ τὰς χάριτας ἐχομένας ἀλλήλων
ἀνακυκλῶν δυνάμεσιν ἑνωτικαῖς καθαρμοσάμενος, ὁ μηδένα καιρὸν τοῦ
ποιεῖν εὖ παραλείπων, ὁ κύριος ὤν, ὡς καὶ βλάπτειν δύνασθαι. <milestone unit="altref" n="21"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="90"><p>τοῦτο καὶ ὁ ἀσκητὴς Ἰακὼβ ᾐτήσατο ἐπὶ τέλει τῶν ἱεροπρεπεστάτων <lb n="5"/> εὐχῶν· εἶπε γάρ που· „καὶ ἔσται κύριος ἐμοὶ εἰς θεόν“ (Gen. 28,21),
 ἴσον τῷ οὐκέτι μοι τὸ δεσποτικὸν ἐπιδείξεται τῆς αὐτοκράτορος  <milestone unit="altpage2" n="p. 343 M."/> ἀρχῆς,
ἀλλὰ τὸ εὐεργετικὸν τῆς ἵλεω περὶ πάντα καὶ σωτηρίου δυνάμεως, τὸν
μὲν οἷα ἐπὶ δεσπότῃ φόβον ἀναιρῶν, τὴν δὲ ὡς ἐπ’ εὐεργέτῃ φιλίαν
καὶ εὔνοιαν τῇ ψυχῇ παρέχων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="91"><p>τίς ἂν οὖν τοῦθ’ ὑπολάβοι ψυχή, ὅτι <lb n="10"/> ὁ δεσπότης καὶ ἡγεμὼν τῶν ὅλων οὐδὲν τῆς ἑαυτοῦ φύσεως μεταβάλλων,
μένων δὲ ἐν ὁμοίῳ, ἀγαθός ἐστι συνεχῶς καὶ φιλόδωρος ἀνελλιπῶς;
ὅθεν ὄντως ἀγαθῶν ἀφθόνων καὶ ἀεννάων αἴτιος τελειότατος τοῖς εὐδαιμονοῦσι.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>