<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:76-92</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:76-92</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="76"><p>ἔστι
δὲ ὅρος οὗτος τῶν ἀπὸ μονάδος παραυξηθέντων ὁ μέγιστος καὶ τελειότατος, ὥστε ἀρχὴν μὲν ἀριθμῶν εἶναι μονάδα, τέλος δὲ ἐν τοῖς κατὰ <lb n="25"/>
τὴν πρώτην σύνθεσιν μυριάδα. παρὸ καί τινες οὐκ ἀπὸ σκοποῦ βαλβῖδι
μὲν μονάδα, καμπτῆρι δὲ εἴκασαν μυριάδα, τοὺς δὲ μεθορίους πάντας
<note xml:lang="mul" type="footnote"><lb/>1 ἥκετε Η: ἱκέται MGUF ὠθῇ M
<lb/>2 κτήματα τῶν scripsi: κτημάτων MF, κτήματα GUH σοφὸν M
<lb/>3 ἐνοήσατε M
<lb/>4 τεχνητὴ M
<lb/>5 ὀφε M 
<lb/>6 κλῆρον μὴ Η: κληρονομεῖν M, κληρονομεῖ GUF τούτοις ἐμφερὲς Η2: τοῖς ἐμφερεστέροις ceteri ἀκούετε UH: ἀκούεται GF, ἀκούετο M
<lb/>7 μεγίστων Mang.: μέγιστον codd.
<lb/>8 ante ἀξιοῦσιν ras.
<lb/>2 litt. Η ἀγαθὸν U
<lb/>1 1 Ἁβραὰμ FH
<lb/>13 θεὸς αἰώνιος Mang.: θεοῦ αἰωνίου codd. ἰδιώτης M 
<lb/>15 θεοῦ ὅσα ἐν κτήμασιν corrupta
<lb/>18 ῥιζωθεῖσιν coni. Mang.
<lb/>19 κύριος conicio
<lb/>20 προταθέντων codd.: προτεθέντων v
<lb/>21 πὼς ἀποδοῦναι GF, ἀποδοῦναι M μήκει
<lb/>51 GF; μήκους UH
<lb/>22 πλάτει Mang.: πλάτους codd. 
<lb/>26 παρ’ ὃ GU</note>  

<pb n="v.2.p.149"/>
ἀριθμοὺς τοῖς δρόμον ἀγωνιζομένοις· ἀρχόμενοι γὰρ ὥσπερ ἀπὸ βαλβῖδος φέρεσθαι μονάδος παρὰ μυριάδα τὸ τέλος ἵστανται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="77"><p>μετιόντες οὖν ἀπὸ τούτων τινὲς ὡσανεὶ συμβόλων ἔφασαν τὸν θεὸν ἀρχὴν καὶ πέρας
εἶναι τῶν ἁπάντων, δόγμα κατασκευαστικὸν εὐσεβείας· τοῦτο τὸ δόγμα
<lb n="5"/> φυτευθὲν ἐν ψυχῇ κάλλιστον καὶ τροφιμώτατον καρπόν, ὁσιότητα, τίκτει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="78"><p>τόπος <add>δ’</add> ἐστὶν οἰκειότατος τῷ φυτῷ τὸ φρέαρ, ὃ κέκληται ὅρκος, ἐν ᾧ κατέχει λόγος μὴ ἀνευρεθῆναι ὕδωρ· „παραγενόμενοι“ γάρ φησιν
„οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ
εἶπον· οὐχ εὕρομεν ὕδωρ, καὶ ἐκάλεσεν αὐτὸ ὅρκος“ (Gen. 26, 32. 33).
<lb n="10"/> τοῦτο δὲ ἣν ἔχει δύναμιν θεασώμεθα· </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="79"><p><milestone unit="altref" n="19"/> οἱ τὴν τῶν ὄντων φύσιν διερευνῶντες καὶ τὰς περὶ ἑκάστων ζητήσεις μὴ ὀλιγώρως ποιούμενοι
παραπλήσια ποιοῦσι τοῖς τὰ φρέατα ὀρύττουσι· καὶ γὰρ ἐκεῖνοι τὰς ἐν
ἀφανεῖ πηγὰς ἀναζητοῦσι. καὶ κοινὸς μὲν πόθος ἅπασίν ἐστι ποτὸν
ἀνευρεῖν, ἀλλὰ τοῖς μὲν δι’ οὗ σῶμα, τοῖς δὲ δι’ οὗ ψυχὴ πέφυκε
<lb n="15"/> τρέφεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="80"><p>ὥσπερ οὖν ἔνιοι τῶν ἀνατεμνόντων τὰ φρέατα τὸ ζητούμενον ὕδωρ πολλάκις οὐχ εὗρον, οὕτως οἱ προσωτέρω χωροῦντες
τῶν ἐπιστημῶν καὶ ἐπὶ πλέον ἐμβαθύνοντες αὐταῖς ἀδυνατοῦσι τοῦ
τέλους ἐπιψαῦσαι. τοὺς γοῦν πολυμαθεῖς φασιν ἀμαθίαν δεινὴν
ἑαυτῶν κατηγορεῖν, μόνον γὰρ ὅσον τοῦ ἀληθοῦς ὑστερίζουσιν ᾔσθοντο.
<lb n="20"/> καί τινα τῶν παλαιῶν λόγος ἔχει θαυμαζόμενον ἐπὶ σοφίᾳ εἰκότως
φάναι θαυμάζεσθαι· μόνον γὰρ εἰδέναι ὅτι οὐδὲν οἶδεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="81"><p>ἑλοῦ δ’ εἰ θέλεις ἣν ἂν διανοηθῇς μικρὰν ἢ μείζονα τέχνην καὶ τὸν κατὰ ταύτην
γενόμενον ἄριστόν τε καὶ δοκιμώτατον, εἶτα κατανόησον εἰ τὰ ἐπαγγέλματα
τῆς τέχνης ἰσάζει τοῖς ἔργοις τοῦ τεχνίτου· σκοπῶν γὰρ εὑρήσεις
<lb n="25"/> ταῦτα ἐκείνων οὐ βραχέσιν ἀλλὰ μεγάλοις διαστήμασιν ἀποδέοντα, σχεδὸν ἀδυνάτου καθεστῶτος πρὸς ἡντινοῦν τελειωθῆναι τέχνην πηγῆς
τρόπον ἀεὶ καινουμένην καὶ θεωρημάτων  παντοίων ἰδέας ἀνομβροῦσαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="82"><p>διὰ τοῦθ’ ὅρκος ὠνομάσθη προσφυέστατα τὸ πίστεως βεβαιοτάτης
<note xml:lang="mul" type="footnote"><lb/>2 ἵσταται G
<lb/>3 ὡς ἄν εἰ G συμβόλων HL1: σύμβολον MGUFL2 πέρας] τέλος M
<lb/>5 κάλιστον M post τίκτει add. ἧ G2, ὁ U
<lb/>6 δ’ add. Mang. καλεῖται G
<lb/>9 εἶπαν MH εὕρωμεν G αὐτῶ G
<lb/>11 περὶ] παρ’ M ὀλιγόρως M
<lb/>12 ὀρύττουσιν M 12.
<lb/>13 ἐναφανεῖς G
<lb/>13 ἅπασιν] ἀμφοτέροις conicio ἐστιν H
<lb/>14 ψυχὴ] ἀρχὴ UF
<lb/>16 οὐχ εὗρον G2H: ἀνεῦρον MUF(G1)
<lb/>17 ἐμβαθύνοντες MUF: ἐμβαθοῦντες G, ἐμβατεύοντες Η
<lb/>18 φησιν MF
<lb/>22 μείζω M 
<lb/>25 ἀποδέοντας M, ἀποδέονται F
<lb/>26 ἡντιναοῦν M
<lb/>27 καινουμένην Mang.: κινουμένην codd.
<lb/>28 βεβαιοτάτης MGDF: βεβαιότατον Η</note> <note xml:lang="lat" type="footnote"><lb/>20 Platonis Apol. p.
<lb/>21 D.</note>  

<pb n="v.2.p.150"/>
σύμβολον μαρτυρίαν θεοῦ περιεχούσης. <milestone unit="altpage1" n="p. 342 M."/>  ὡς γὰρ ὁ ὀμνὺς τῶν ἀμφισβητουμένων καλεῖ θεὸν μάρτυρα, ἐπ’ οὐδενὶ οὕτως ἔστιν εὐορκῆσαι ὡς ἐπὶ
 τῷ μηδεμιᾶς ἐπιστήμης εὑρίσκεσθαι παρὰ τῷ τεχνίτῃ τέλος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="83"><p>ὁ δὲ
αὐτὸς λόγος καὶ ἐπὶ τὰς ἄλλας ὅσαι περὶ ἡμᾶς δυνάμεις ὀλίγου δεῖν
κεχώρηκεν· ὥσπερ γὰρ ἐν τῷ λεχθέντι φρέατι ὕδωρ φασὶ μὴ εὑρεθῆναι, <lb n="5"/>
οὕτως οὐδὲ ἐν ὀφθαλμοῖς τὸ ὁρατὸν οὐδ’ ἐν ὠσὶ τὸ ἀκούειν οὐδ’ ἐν
μυκτῆρσι τὸ ὀσφραίνεσθαι οὐδὲ συνόλως ἐν αἰσθήσεως ὀργάνοις τὸ αἰσθάνεσθαι,
 κατὰ τὸ παραπλήσιον δὲ οὐδ’ ἐν νῷ τὸ καταλαμβάνειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="84"><p>πῶς
γὰρ ἂν παρορᾶν ἢ παρακούειν ἢ παρανοεῖν συνέβαινεν, εἴπερ ἐν τούτοις
πάγιαι ἦσαν αἱ ἀντιλήψεις ἑκάστου, ἀλλὰ μὴ ἐπ’ αὐτῶν θεοῦ σπείροντος <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="85"><p> τὸ βέβαιον ἐπεφύκεσαν; <milestone unit="altref" n="20"/> ἱκανῶς οὖν καὶ περὶ τοῦ χωρίου διειλεγμένοι,
ἐν ᾧ τὸ δένδρον ἀνθεῖ, καὶ περὶ τοῦ καρποῦ τελευταῖον ἐξεργασώμεθα.
τίς οὖν ὁ καρπὸς αὐτοῦ, αὐτὸς ὑφηγήσεται· „ἐπεκάλεσε“ γὰρ
 „τὸ ὄνομα κυρίου θεὸς αἰώνιος“ (Gen. 21, 33).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="86"><p>αἱ τοίνυν λεχθεῖσαι
προσρήσεις τὰς περὶ τὸ ὂν ἐμφαίνουσι δυνάμεις· ἡ μὲν γὰρ κύριος <lb n="15"/>
καθ’ ἣν ἄρχει, ἡ δὲ θεὸς καθ’ ἣν εὐεργετεῖ· οὗ χάριν καὶ τῇ κατὰ
τὸν ἱερώτατον Μωυσῆν κοσμοποιίᾳ πάσῃ τὸ τοῦ θεοῦ ὄνομα ἀναλαμβάνεται·
ἥρμοττε γὰρ τὴν δύναμιν, καθ’ ἣν ὁ ποιῶν εἰς γένεσιν ἄγων
 ἐτίθετο καὶ διεκοσμεῖτο, διὰ ταύτης καὶ [κατα]κληθῆναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="87"><p>καθὸ μὲν
οὖν ἄρχων ἐστίν, ἄμφω δύναται, καὶ εὖ καὶ κακῶς ποιεῖν, συμμεταβαλλόμενος <lb n="20"/>
πρὸς τὴν τοῦ δράσαντος ἀπόδοσιν· καθὸ δὲ εὐεργέτης, θάτερον
 μόνον βούλεται, τὸ εὐεργετεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="88"><p>μέγιστον δ’ ἂν ψυχῆς γένοιτο
ἀγαθὸν μηκέτι ἐνδοιάζειν περὶ τῆς πρὸς ἑκάτερα τοῦ βασιλέως ἰσχύος,
ἀλλ’ ἀνενδοιάστως τὸν μὲν ἕνεκα τοῦ κράτους τῆς ἀρχῆς αὐτοῦ φόβον
ἐπικρεμάμενον καταλύειν, τὴν δὲ ἐκ τοῦ προαιρετικῶς εἶναι φιλόδωρον <lb n="25"/>
 ἀγαθῶν κτήσεως καὶ χρήσεως ἐλπίδα βεβαιοτάτην ζωπυρεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="89"><p>τὸ δὴ
„θεὸς αἰώνιος“ ἴσον ἐστὶ τῷ ὁ χαριζόμενος οὐ ποτὲ μὲν ποτὲ δὲ οὔ,
ἀεὶ δὲ καὶ συνεχῶς, ὁ ἀδιαστάτως εὐεργετῶν, ὁ τὴν τῶν δωρεῶν
<note xml:lang="mul" type="footnote"><lb/>2 θεὸν καλεῖ U εὐορκίσαι F, εὐορκὴς M
<lb/>3 alterum τῶ FH: om. MGU
<lb/>6 οὕτως] οὐ M οὐδέν ἐν Γ’ ὁρατικὸν vel ὁρᾶν coni. Mang. οὐδ’ ἐν H2: οὐδὲ ἐν M, οὐδὲ ceteri οὐδ’ ἐν H2: οὑδὲ ceteri
<lb/>8 ἐν Turn.: οὐδὲ codd.
<lb/>10 μὴ] μὴν M σπείροντος] δὲ εἴροντος F
<lb/>11 τὸ om. H
<lb/>13 γὰρ] γάρ φησι conicio
<lb/>14 κυρίου scripsi (cf. p. 148,13): κύριος ὁ codd.
<lb/>16 καὶ] κἀν conicio 18.
<lb/>19 ὁ ποιῶν τὰ #x003E; .... ἐτίθει τε καὶ διεκόσμει conicio
<lb/>19 ταύτης H: τοῦτο MGUF κάτα secl. Cohn, ἐπικληθῆναι coniciebam 20.
<lb/>21 συμμεταβαλλόμενος FH: συμμεταβαλλομένου MGU 
<lb/>21 δρασθέντος coni. Mang.
<lb/>22 δὲ post τὸ add. F ψυχῆι H2
<lb/>23 ἐνδυάζειν G1F ἑκάτερα FH: ἑκατέραν MGU
<lb/>24 ἀνενδυάστως F
<lb/>25 ἐπικρατούμενον U προαιρετικὸς M
<lb/>27 τῷ] τὸ G δ’ M 28. 151,1 ἀπάλληλον G1UF</note>  

<pb n="v.2.p.151"/>
ἐπάλληλον φορὰν ἀπαύστως συνείρων, ὁ τὰς χάριτας ἐχομένας ἀλλήλων
ἀνακυκλῶν δυνάμεσιν ἑνωτικαῖς καθαρμοσάμενος, ὁ μηδένα καιρὸν τοῦ
ποιεῖν εὖ παραλείπων, ὁ κύριος ὤν, ὡς καὶ βλάπτειν δύνασθαι. <milestone unit="altref" n="21"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="90"><p>τοῦτο καὶ ὁ ἀσκητὴς Ἰακὼβ ᾐτήσατο ἐπὶ τέλει τῶν ἱεροπρεπεστάτων <lb n="5"/> εὐχῶν· εἶπε γάρ που· „καὶ ἔσται κύριος ἐμοὶ εἰς θεόν“ (Gen. 28,21),
 ἴσον τῷ οὐκέτι μοι τὸ δεσποτικὸν ἐπιδείξεται τῆς αὐτοκράτορος  <milestone unit="altpage2" n="p. 343 M."/> ἀρχῆς,
ἀλλὰ τὸ εὐεργετικὸν τῆς ἵλεω περὶ πάντα καὶ σωτηρίου δυνάμεως, τὸν
μὲν οἷα ἐπὶ δεσπότῃ φόβον ἀναιρῶν, τὴν δὲ ὡς ἐπ’ εὐεργέτῃ φιλίαν
καὶ εὔνοιαν τῇ ψυχῇ παρέχων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="91"><p>τίς ἂν οὖν τοῦθ’ ὑπολάβοι ψυχή, ὅτι <lb n="10"/> ὁ δεσπότης καὶ ἡγεμὼν τῶν ὅλων οὐδὲν τῆς ἑαυτοῦ φύσεως μεταβάλλων,
μένων δὲ ἐν ὁμοίῳ, ἀγαθός ἐστι συνεχῶς καὶ φιλόδωρος ἀνελλιπῶς;
ὅθεν ὄντως ἀγαθῶν ἀφθόνων καὶ ἀεννάων αἴτιος τελειότατος τοῖς εὐδαιμονοῦσι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="92"><p>βασιλεῖ δὲ πεπιστευκέναι μὴ τῷ μεγέθει τῆς ἀρχῆς ἐπαιρομένῳ πρὸς βλάβας τῶν ὑπηκόων, ἀλλὰ φιλανθρωπίᾳ τὸ ἐνδεὲς ἑκάστῳ
<lb n="15"/> ἐπανορθοῦσθαι προαιρουμένῳ, μέγιστόν ἐστι πρὸς εὐθυμίαν καὶ ἀσφάλειαν
ἕρκος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>