<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:64-70</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:64-70</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="64"><p>τῷ γὰρ ὄντι ὁ τελείως ἐκκεκαθαρμένος νοῦς καὶ πάντα τὰ γενέσεως
ἀπογινώσκων ἓν μόνον οἶδε καὶ γνωρίζει τὸ ἀγένητον, ᾧ προσελήλυθεν,
ὑφ’ οὗ καὶ προσείληπται. τίνι γὰρ ἔξεστιν εἰπεῖν „αὐτός μοι <lb n="15"/>
μόνος ἐστὶν ὁ θεός“ ἢ τῷ μηδὲν τῶν μετ’ αὐτὸν ἀσπαζομένῳ; οὗτος
δ’ ἐστὶν ὁ Λευίτης τρόπος· ἑρμηνεύεται γὰρ „αὐτός μοι“ διὰ τὸ ἄλλα
ἄλλοις τετιμῆσθαι, μόνῳ δὲ αὐτῷ τὸ ἀνωτάτω καὶ πάντων ἄριστον
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="65"><p> αἴτιον. <milestone unit="altref" n="16"/> ἤδη τινὰ τῶν παλαιῶν φασι καθάπερ ἐκπρεπεστάτης
γυναικὸς τῷ σοφίας ἐπιμανέντα κάλλει πολυτελεστάτης πομπῆς θεασάμενον <lb n="20"/>
παρασκευὴν ἄφθονον, ἀπιδόντα πρός τινας τῶν συνήθων εἰπεῖν
„ἴδετε, ὦ ἑταῖροι, ὅσων χρείαν οὐκ ἔχω“, καίτοι γε ἔξω τῶν ἀναγκαίων
<note xml:lang="mul" type="footnote"><lb/>2 βαραθρώδη coni. Mang. τοῦ acJdidi
<lb/>3 ὥστε] spatium in M
<lb/>4 ἑτέρων] ἀσθενεστέρων coni. Maug.
<lb/>6 τὸ scripsi: τὸν MGUFH1, om. H2 φυλακὴν M, φίλην G ὅλην Η: ἄλλην MGUF
<lb/>7 οἰκέτιν L τὰς ἄλλας Turn. : ταῖς ἄλλαις H2, ἄλλας ceteri
<lb/>9 ἔσται UH: ἔστι F, ἕξει G, ὡς M Λευὶ φυλὴ Η 
<lb/>10 μερὶς UH: μέρος MGF οὐδὲ F: οὔτε ceteri αὐτὸς UH: αὐτῶν MGF αὐτῷ conicio
<lb/>11 τοῦ om. G 11.
<lb/>12 διὰ τῶν χρησμῶν ᾄδεται U: ᾄδεται διὰ τῶν χρησμῶν τὸν χρησμὸν M) MGFH
<lb/>12 κληρονομία coni. Mang.
<lb/>13 κεκαθαρμένος H τὰ FH: om. MGU 13.
<lb/>14 γενέσθαι M
<lb/>14 ἀπογιγνώσκων G γνωρίζει] γινώσκει M ἀγέννητον UH
<lb/>15 τίνι] ὧ M 
<lb/>16 θεὸς <add>κλῆρος</add> conicio αὐτῶν M οὗτος MGUF: αὐτὸς U <lb n="17"/> MGH
<lb/>18 τὸ Η: τῶ MGUF πάντα M 18.
<lb/>19 ἄριστον αἴτιον H: ἀρίστω αἰτίω MGUF
<lb/>19 πάλαι MF φησι MGF εὐπρεπεστάτης conicio
<lb/>20 τῷ et κάλλει Turn.: τοῦ et κάλλους codd. ἐπιμανέντος F 
<lb/>21 παρασκευῆς U ἀποδιδόντα ’U τινας H: τινα ceteri συνήθως U 
<lb/>22 ἴδεται M ἕτεροι M γε om. F</note> <note xml:lang="lat" type="footnote"><lb/>19 cf. testimonia ad p. 87,
<lb/>14 allata.</note>  

<pb n="v.2.p.147"/>
οὐδὲν ἁπλῶς περιβεβλημένον, ὡς μηδὲ ὑποφυσηθέντα πλούτου μεγέθει,
ὃ μυρίοις συνέβη, δόξαι τῷ λόγῳ καταλαζονεύεσθαι τοῦ θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="66"><p>ὃ νομοθέτης ἐκδιδάσκει φρονεῖν δεῖν τοὺς μηδὲν χρῆμα τῶν ἐν γενέσει γνωρίζοντας, ἀπογινώσκοντας δὲ ὅσα γενητὰ διὰ τὴν πρὸς τὸν ἀγένητον
<lb n="5"/> οἰκειότητα, ὃν μόνον πλοῦτον καὶ εὐδαιμονίας ὅρον τελεωτάτης ἐνόμισαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="67"><p>μηκέτι νῦν οἱ τὰς βασιλείας καὶ ἡγεμονίας ἀναψάμενοι μεγαλαυχείτωσαν, οἱ μὲν ὅτι μίαν πόλιν ἢ χώραν ἢ ἔθνος ἓν ὑπηγάγοντο, οἱ δὲ ὅτι πάντα
μὲν γῆς κλίματα μέχρι τῶν περάτων αὐτῆς, πάντα δὲ Ἑλληνικὰ καὶ
βαρβαρικὰ ἔθνη, πάντας δὲ ποταμοὺς καὶ τὰ ἄπειρα πλήθει καὶ μεγέθει
<lb n="10"/> πελάγη προσεκτήσαντο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="68"><p>καὶ γὰρ εἰ μετὰ τούτων τῆς μεταρσίου φύσεως, ὃ μηδὲ εἰπεῖν εὐαγές, ἣν μόνην ἐκ πάντων ἀδούλωτον καὶ ἐλεύθερον ὁ
ποιητὴς εἰργάσατο, ἐπεκράτησαν, ἰδιῶται νομισθεῖεν ἂν κατὰ σύγκρισιν
  <milestone unit="altpage2" n="p. 340 M."/> μεγάλων βασιλέων, οἳ τὸν θεὸν κλῆρον ἔλαχον· ὅσῳ γὰρ ὁ κτησάμενος
τὸ κτῆμα τοῦ κτήματος ἀμείνων καὶ τὸ πεποιηκὸς τοῦ γεγονότος,
<lb n="15"/> τοσούτῳ βασιλικώτεροι ἐκεῖνοι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="69"><p><milestone unit="altref" n="17"/> τοὺς μὲν οὖν πάντα τοῦ σπουδαίου φάσκοντας εἶναι παραδοξολογεῖν ᾠήθησάν τινες ἀφορῶντες εἰς τὴν
ἐκτὸς ἔνδειάν τε καὶ περιουσίαν καὶ μηδένα τῶν ἀχρημάτων ἢ ἀκτημόνων πλούσιον νομίζοντες. Μωυσῆς δὲ οὕτως περίβλεπτον καὶ περιμάχητον ἡγεῖται σοφίαν, ὥστε οὐ μόνον τὸν σύμπαντα κόσμον ἀξιόχρεω
<lb n="20"/> κλῆρον αὐτῆς ἀλλὰ καὶ τὸν τῶν ὅλων ἡγεμόνα νομίζειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="70"><p>τὰ δὲ δόγματα οὐκ ἐπαμφοτεριζόντων ταῦτ’ ἐστίν, ἀλλὰ βεβαίᾳ πίστει κατεσχημένων·
ἐπεὶ καὶ νῦν εἰσί τινες τῶν ἐπιμορφαζόντων εὐσέβειαν, οἳ τὸ
πρόχειρον τοῦ λόγου παρασυκοφαντοῦσι φάσκοντες οὔθ’ ὅσιον οὔτ’
ἀσφαλὲς εἶναι λέγειν ἀνθρώπου θεὸν κλῆρον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>