<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:50-56</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:50-56</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="50"><p>καὶ μὴν τά γε αὖθις λεγόμενα συνᾴδει τῷ προτεθέντι, τὸ τὸν κόσμον εὐτρεπῆ καὶ ἕτοιμον αἰσθητὸν οἶκον εἶναι θεοῦ, τὸ κατειργάσθαι
καὶ μὴ ἀγένητον εἶναι, ὡς ᾠήθησάν τινες, τὸ „ἁγίασμα“, οἷον ἁγίων
ἀπαύγασμα, μίμημα ἀρχετύπου, ἐπεὶ τὰ αἰσθήσει καλὰ τῶν νοήσει
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνακληθέντα scripsi: μετακλιθῆναι MH, μετακληθῆναι GF, μεταβληθῆναι U πρὸς] καὶ M 2.
<lb/>3 ἀπώνετο M, ἀπόνηται conicici
<lb/>3 αὖ τὰ M: αὐτά UFH, αὐτὰ τὰ GL
<lb/>4 ἐρίζου MU
<lb/>6 καὶ] κατὰ L1 τοῦ MGUF: τὸ H αὐτοῦ post ἡμέρους transponit Cohn prius καὶ Η: om. MGUF 
<lb/>8 καταφύτευσον G: καταφυτεύσεις ceteri
<lb/>9 εἰς ὅρους L κληρονομίας scripsi (cf. lin. 15): κληροδοσίας codd.
<lb/>9 εἰς ἔτιμον (ἕτοιμον) κατοικητήριόν σου ὃ in ras. ἕδρασμα εἰς καθέδραν σου ceteri κυρίου MUFH
<lb/>10 ὃ ἡτοίμασαν αἵ in ras. G: ἥδρασαν ceteri βασιλεύων GH2: βασιλεύει MUFH1 τὸν] τῶν <lb n="2"/> 10.
<lb/>11 αἰώνων καὶ ἐπ’ H in mg. καὶ ἐπ’ αἰῶνα H: om. MGUF
<lb/>11 καὶ ἔτι] ἔτι UFi
<lb/>12 ὅτι καὶ τὰ M
<lb/>13 τοῦ τὸ GH: τοῦτο MUF, καὶ τοῦ τὸ Mang. „ex Ms. “ (!) Ι6 γινόμενον M
<lb/>18 τὰ om. M 
<lb/>19 σωφρονικῶ καὶ F
<lb/>21 τὸ scripsi: τῶ codd.
<lb/>22 εὐτρεπῆ M: εὐπρεπῆ GUFH τὸ] τῶ U
<lb/>23 ἀγέννητον UH post τὸ add. δὲ H2 <add>ὠνομάσθαι</add> οἷον conicio
<lb/>24 ἀρχετύπου H2: ἀρχέτυπον ceteri ἐπεὶ H: ἐπὶ MGUF τῶν codd.: καὶ v νοήσει H: οἰήσει MGUF</note>  

<pb n="v.2.p.144"/>
καλῶν εἰκόνες, τὸ ἡτοιμάσθαι ὑπὸ χειρῶν θεοῦ, τῶν κοσμοποιῶν αὐτοῦ
 δυνάμεων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="51"><p>ἀλλ’ ὅπως μηδεὶς ὑπολάβοι τὸν ποιητὴν χρεῖον εἶναί τινος
τῶν γεγονότων, τὸ ἀναγκαιότατον ἐπιφωνήσει· „βασιλεύων τὸν αἰῶνα
καὶ ἐπ’ αἰῶνα καὶ ἔτι“· βασιλέα δὲ οὐδενὸς δεῖσθαι, τὰ δὲ ὑπήκοα
 βασιλέως θέμις πάντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="52"><p>τινὲς δὲ ἔφασαν κλῆρον εἶναι καὶ λέγεσθαι <lb n="5"/>
θεοῦ τὸ ἀγαθόν, οὗ τὴν χρῆσιν καὶ ἀπόλαυσιν εὔχεσθαι νυνὶ Μωυσῆν
προσγενέσθαι· εἰσαγαγών, γάρ φησιν, ἡμᾶς οἷα παῖδας ἄρτι μανθάνειν
ἀρχομένους διὰ τῶν σοφίας δογμάτων καὶ θεωρημάτων καὶ μὴ ἀστοιχειώτους
 ἐάσας ἐν ὑψηλῷ καὶ οὐρανίῳ λόγῳ καταφύτευσον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="53"><p>κλῆρος γὰρ
οὗτος ἑτοιμότατος καὶ προχειρότατος οἶκος, ἐπιτηδειότατον ἐνδιαίτημα, <lb n="10"/>
ὃ „κατειργάσω ἅγιον“· ἀγαθῶν γὰρ καὶ ἁγίων, ὦ δέσποτα, ποιητὴς ὢν
τυγχάνεις, ὡς ἔμπαλιν κακῶν καὶ βεβήλων γένεσις ἡ φθαρτή. βασίλευε
δὴ τὸν ἄπειρον αἰῶνα ψυχῆς τῆς ἱκέτιδος μηδὲ ἀκαρὲς ἐῶν αὐτὴν
ἀνηγεμόνευτον· ἡ γὰρ ἀδιάστατος παρὰ σοὶ δουλεία τῆς μεγίστης ἀρχῆς,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="54"><p> οὐκ ἐλευθερίας μόνον ἀμείνων. <milestone unit="altref" n="13"/> πολλοῖς δὲ ἂν τάχα που ζήτησιν <lb n="15"/>
παράσχοι, τίνα ἔχει λόγον τὸ „εἰς ὄρος κληρονομίας σου“· κληροδοτεῖν
μὲν θεὸν ἀναγκαῖον, κληρονομεῖν δὲ ἴσως οὐκ εὔλογον πάντων αὐτοῦ
 κτημάτων ὄντων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="55"><p>ἀλλὰ μήποτε τοῦτο λέγεται ἐπὶ τῶν κατὰ τὸν ἐξαίρετον οἰκειώσεως λόγον δεσποζομένων πρὸς αὐτοῦ, καθάπερ οἱ βασιλεῖς
ἁπάντων μὲν ἄρχουσι τῶν ὑπηκόων, διαφερόντως δὲ τῶν οἰκετῶν, οἷς <lb n="20"/>
πρὸς <milestone unit="altpage1" n="p. 338 M."/>  τὴν τοῦ σώματος ἐπιμέλειαν καὶ τὴν ἄλλην δίαιταν ὑπηρέταις
 εἰώθασι χρῆσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="56"><p>οἱ δὲ αὐτοὶ καὶ τῶν κατὰ τὴν χώραν ἁπάντων ὄντες
κτημάτων δεσπόται καὶ ὅσων ἐπικρατεῖν οἱ ἰδιῶται δοκοῦσι, μόνα ταῦτα
ἔχειν νομίζονται, ἅπερ ἐπιτρόποις καὶ ἐπιμεληταῖς ἐγχειρίσαιεν, ἀφ’ ὧν
καὶ τὰς ἐτησίους προσόδους ἐκλέγουσιν· εἰς ἃ πολλάκις ἀνέσεως καὶ <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ δὲ ἡτοιμάσθαι Η
<lb/>2 ὑπολάβοι MGFHbr: ὑπολάβῃ Ua v
<lb/>3 τὸ] τὸν MUF γεγονότων ἀναγκαίως ἐπεβόησε Μωυσπης λέγων· κύριος βασιλεύων E τὸν αἰῶνα MGUF: τῶν αἰώνων HE
<lb/>4 καὶ ante ἔτι om. UF βασιλέα scripsi: βάσι M, βασιλεῖ GUF, βασιλεὺς H δεῖσθαι MGUF: δεῖται Η δὲ] δὲ δὴ V
<lb/>5 κλῆρος M λέγεται U
<lb/>6 καὶ ἔλαυσιν M
<lb/>9 λόγῳ] λόφῳ coni. Mang. καταφύτευσον M: κατεφύτευσε FL2, καταφύτευε G2H2L1, κατεφύτευε G1UH1 
<lb/>14 ἀνηγεμόνευτον om. G παρά σου F
<lb/>15 δὲ om. F
<lb/>16 ἔχει G2H: ἔχοι MG1UFL κληροδοσίας MGF
<lb/>17 μὲν <add>γὰρ</add> conicio
<lb/>18 ὄντων 
<lb/>20 οἷς GFH: οἲ MU
<lb/>21 ἐπιμέλειαν om. F
<lb/>22 καίτοι τῶν coni. Mang. 
<lb/>24 νομίζονται H: νομίζοντες MGUF ἐγχειρίσαιεν Η: ἐγχειρήσαιεν M, ἐγχειρῆσαι G, ἐγχειρίσαι UF
<lb/>25 ἐκλόγους εἰς M</note> <note xml:lang="mul" type="footnote">2—4 ἀλλ’ ὅπως—ἔτι habet E, II p. 608,36—40 M.</note>  

<pb n="v.2.p.145"/>
εὐθυμίας ἕνεκα προσέρχονται τὸ βαρύτατον τῶν ἐν πολιτείᾳ καὶ βασιλείᾳ
φροντίδων ἄχθος ἀποτιθέμενοι· καὶ καλεῖται μέντοι ταῦτα τὰ κτήματα
αὐτοῖς βασιλικά.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>