<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:43-49</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:43-49</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="43"><p> παράπαν λαμβάνειν οὐ πέφυκε κατάληψιν. <milestone unit="altref" n="11"/> οὐκ ἔστι δ’ οὖν
ἀπορητέον, τί δήποτε εἰς μὲν τὴν κιβωτόν, ἣν ἐν τῷ μεγίστῳ κατακλυσμῷ
κατασκευασθῆναι συνέβη, πᾶσαι τῶν θηρίων αἱ ἱδέαι εἰσάγονται, <lb n="10"/>
εἰς δὲ τὸν παράδεισον οὐδεμία· ἡ μὲν γὰρ κιβωτὸς σύμβολον ἦν
σώματος, ὅπερ ἐξ ἀνάγκης κεχώρηκε τὰς παθῶν καὶ κακιῶν ἀτιθάσους
κἀξηγριωμένας κῆρας, ὁ δὲ παράδεισος ἀρετῶν· ἀρεταὶ δὲ οὐδὲν ἀνήμερον
 ἢ συνόλως ἄλογον παραδέχονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="44"><p>παρατετηρημένως δὲ οὐ τὸν κατὰ
τὴν εἰκόνα τυπωθέντα ἄνθρωπον, ἀλλὰ τὸν πεπλασμένον εἰσαχθῆναί <lb n="1.0"/>
φησιν εἰς τὸν παράδεισον· ὁ μὲν γὰρ τῷ κατὰ τὴν εἰκόνα θεοῦ χαραχθεὶς
πνεύματι οὐδὲν διαφέρει τοῦ τὴν ἀθάνατον ζωὴν καρποφοροῦντος,
ὡς ἔμοιγε φαίνεται, δένδρου—ἄμφω γὰρ ἄφθαρτα καὶ μοίρας τῆς μεσαιτάτης
καὶ ἡγεμονικωτάτης ἠξίωται· λέγεται γὰρ ὅτι τὸ ξύλον τῆς ζωῆς
ἐστιν ἐν μέσῳ τοῦ παραδείσου (Gen. 2, 9) —, ὁ δὲ τοῦ πολυμιγοῦς <lb n="20"/>
καὶ γεωδεστέρου σώματος, ἀπλάστου καὶ ἁπλῆς φύσεως ἀμέτοχος, ἧς ὁ
ἀσκητὴς ἐπίσταται τὸν οἶκον καὶ τὰς αὐλὰς [τοῦ κυρίου] οἰκεῖν μόνος —
Ἰακὼβ γὰρ „ἄπλαστος οἰκῶν οἰκίαν“ εἰσάγεται (Gen. 25,27) —,
πολυτρόπῳ δὲ καὶ ἐκ παντοίων συνῃρημένῃ καὶ πεπλασμένῃ διαθέσει
 χρώμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="45"><p>τιθέναι οὖν ἐν τῷ παραδείσῳ, τῷ παντὶ κόσμῳ, ῥιζωθέντα <lb n="25"/>
εἰκὸς ἦν τὸν μέσον νοῦν, ὁλκοῖς πρὸς τἀναντία κεχρημένον δυνάμεσιν
<note xml:lang="mul" type="footnote">2.
<lb/>3 ὅ ἐστιν, ἐπὶ τῶν λογικῶν μόνον ἀρετῶν coni. Mang., ὃ ἐπὶ λογικῶν μόνων τῶν ἀρετῶν] ἔστιν <add>ἀκούειν</add> Cohn
<lb/>3 αἱ γοῦν ἀρετῆς δεκτικαὶ φύσεις 
<lb/>4 ἄλλων] ἀλόγων coni. Mang.
<lb/>5 τὸν μὲν ἐν G
<lb/>6 ἱερωτάτῳ M ἐπεὶ Cohn: ἐπὶ codd.
<lb/>7 δὲ secl. Cohn ἀμετόχων Turn.: μετοχῶν MG, μετόχων UFH οὐδέ M ἀρετὰς γεωργῆσαι seripsi: ἀρετῆς ἄρα τις HL1) ἐγεώργησεν codd., ἱκανὸς ἄρα οὐδείς τι γεωργῆσαι Mang.
<lb/>9 εἰς μὲν τὴν Η: ὡς μεγίστην MGUF
<lb/>12 κεχώρηκεν M ἀτιθάσους G: ἀτιθάσσους. MUFH
<lb/>13 οὐδὲ M 
<lb/>14 περιδέχονται M δ’ G τὸν om. F1
<lb/>15 πεπλανημένον L
<lb/>16 φασιν M τῶ MUH1: om. GH2, secL Cohn
<lb/>17 πνεύματι Η: σώματι MGUF, secL Cohn οὐδὲ U
<lb/>18 φαίνεσθαι U
<lb/>20 δὲ <add>πλαστὸς</add> coni. Cohn 21 om. G ἧς] ἣν F, ἣν L2
<lb/>22 οἰκεῖον MGF τοῦ κυρίου edusi
<lb/>24 ὁ ante πολυτρόπῳ add. Η2 δὲ codd.: τε Turn., δὲ vid. del. aut lin.
<lb/>21 scrib. σώματος <add>πλαστὸς</add> πεπλανημένη U
<lb/>25 τεθῆναι conicio παντὸς κόσμου μέσῳ 
<lb/>62 μέσον] μὲν σὸν G1F ὁλκοῖς scripsi: ὁλκαῖς codd. πρὸς] καὶ M</note>  

<pb n="v.2.p.143"/>
ἐπὶ τὴν διάκρισίν τε αὐτῶν ἀνακληθέντα, ἵνα πρὸς αἵρεσιν καὶ φυγὴν
ὁρμήσας, εἰ μὲν τὰ ἀμείνω δεξιώσαιτο, ἀθανασίας καὶ εὐκλείας ἀπόναιτο,
εἰ δ’ αὖ τὰ χείρω, ψεκτὸν θάνατον εὕρηται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="46"><p><milestone unit="altref" n="12"/> τοιαῦτα μὲν δὴ δένδρα ὁ μόνος σοφὸς ἐν ψυχαῖς λογικαῖς ἐρρίζου. Μωυσῆς δὲ
<lb n="5"/> οἰκτιζόμενος τοὺς μετανάστας ἐκ τοῦ τῶν ἀρετῶν παραδείσου γεγονότας
καὶ τὸ αὐτεξούσιον τοῦ θεοῦ κράτος αὐτοῦ καὶ τὰς ἵλεως καὶ ἡμέρους
δυνάμεις εὔχεται, ὅθεν ὁ γήινος νοῦς Ἀδὰμ πεφυγάδευται, κεῖθι τοὺς
ὁρατικοὺς ἐμφυτευθῆναι· λέγει γάρ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="47"><p>„εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω, κύριε,
<lb n="10"/> ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου· κύριος βασιλεύων τὸν αἰῶνα καὶ
 ἐπ’ αἰῶνα καὶ ἔτι“ (Exod. 15,17. 18).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="48"><p><milestone unit="altpage2" n="p. 337 M."/> οὐκοῦν σαφέστατα εἰ καί τις ἄλλος ἔμαθεν, ὅτι τὰ σπέρματα καὶ τὰς ῥίζας ἁπάντων καθεὶς ὁ θεὸς
αἴτιός ἐστι τοῦ τὸ μέγιστον ἀναβλαστῆσαι φυτόν, τόνδε τὸν κόσμον, ὃν
καὶ νῦν ἔοικεν αἰνίττεσθαι δι’ αὐτοῦ τοῦ λεχθέντος ᾄσματος „ὄρος“
<lb n="15"/> αὐτὸν „κληρονομίας“ εἰπών· ἐπειδὴ τοῦ πεποιηκότος οἰκειότατον τὸ
γενόμενον κτῆμα καὶ κλῆρος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="49"><p>εὔχεται οὖν ἡμᾶς ἐν τούτῳ φυτευθῆναι, οὐχ ἵνα ἄλογοι καὶ ἀφηνιασταὶ γενώμεθα τὰς φύσεις, ἀλλ’ ἵνα ἑπόμενοι
τῇ τοῦ τελειοτάτου διοικήσει τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν
αὐτοῦ διέξοδον ἀπομιμούμενοι σώφρονι καὶ ἀπταίστῳ βίῳ χρώμεθα·
<lb n="20"/> τὸ γὰρ ἀκολουθίᾳ φύσεως ἰσχῦσαι ζῆν εὐδαιμονίας τέλος εἶπον οἱ
πρῶτοι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>