<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="41"><p>τὰ μὲν οὖν ἀνθρώπου κτήματα φρουροὺς ἔχει καὶ φύλακας ἀγριωτάτους θῆρας εἰς τὴν τῶν ἐπιόντων καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτὴν] αὐτὸν L
<lb/>3 εἰδήσει G συνέσεως Η: συνθέσεως MGUF
<lb/>5 ἧς addidi αὕτη MF: αὐτὴ G, αὐτὴ U, αὐτῆς Η
<lb/>7 καὶ om. M
<lb/>10 ἄρτι F 11.
<lb/>12 ἀνασκιρτούσης M
<lb/>12 ἥδιστον conicio
<lb/>14 Μωυσέως U: μωυσέος MGFH, Μώσεως Turn. δὴ U: δὲ MGH, δὲ οὗτος F
<lb/>16 παρακεκινημένος H: παρακεκινημένως MGUF
<lb/>17 θεῖον καὶ οὐράνιον F ἐν add. Maug.
<lb/>18 ἀνθρωπίνης ἀγαθῆς MG ἀλήκτους scripsi: ἀλύκτους U, ἀλέκτως GF, καὶ ἀλέκτως M, om. H 18.
<lb/>19 δυσχεράνας Η2: δυσχεράναντος ceteri
<lb/>19 θείας FH: θείου MGU κατοκωχῆς coni. Cohn συναρπασθεὶς Η2: συναρπασθέντα ceteri οἴστρων conicio
<lb/>20 ἐνευφραινόμενος Η: ἐνευφραινομένου MGUF μόνου μόνω M
<lb/>21 σκοπταῖον G
<lb/>22 νυκτηφόρον H 22.
<lb/>23 πυριαυγέστατον Η 
<lb/>23 ἀνατέλλουσα M
<lb/>24 ἥλιος GH: ὅλος MUF οὐρανὸν M κύκλον om. M
<lb/>25 διανοίαις FL2 ὅλον χωρίον Η</note>  

<pb n="v.2.p.142"/>
κατατρεχόντων ἄμυναν, τὰ δὲ τοῦ θεοῦ κτήματα λογικὰς φύσεις· „ἔθετο“ γάρ
φησιν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν“, ὃ ἐπὶ λογικῶν μόνων τῶν
 ἀρετῶν ἐστιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="42"><p>αἱ οὖν ἀσκήσεις τε καὶ χρήσεις ἐξαίρετον γέρας παρὰ
τὰς τῶν ἄλλων ψυχὰς τουτὶ παρὰ τοῦ θεοῦ ἔλαβον· διὸ καὶ ἐμφαντικώτατα
εἴρηται, ὅτι τὸν ἐν ἡμῖν πρὸς ἀλήθειαν  ἄνθρωπον, <milestone unit="altpage1" n="p. 336 M."/>  τουτέστι τὸν
νοῦν, ἔθηκεν ἐν ἱερωτάτοις καλοκἀγαθίας βλαστήμασι καὶ φυτοῖς, ἐπεὶ <lb n="6"/>
[δὲ] τῶν διανοίας ἀμετόχων ἱκανὸν οὐδὲν ἀρετὰς γεωργῆσαι, ὧν τὸ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="43"><p> παράπαν λαμβάνειν οὐ πέφυκε κατάληψιν. <milestone unit="altref" n="11"/> οὐκ ἔστι δ’ οὖν
ἀπορητέον, τί δήποτε εἰς μὲν τὴν κιβωτόν, ἣν ἐν τῷ μεγίστῳ κατακλυσμῷ
κατασκευασθῆναι συνέβη, πᾶσαι τῶν θηρίων αἱ ἱδέαι εἰσάγονται, <lb n="10"/>
εἰς δὲ τὸν παράδεισον οὐδεμία· ἡ μὲν γὰρ κιβωτὸς σύμβολον ἦν
σώματος, ὅπερ ἐξ ἀνάγκης κεχώρηκε τὰς παθῶν καὶ κακιῶν ἀτιθάσους
κἀξηγριωμένας κῆρας, ὁ δὲ παράδεισος ἀρετῶν· ἀρεταὶ δὲ οὐδὲν ἀνήμερον
 ἢ συνόλως ἄλογον παραδέχονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="44"><p>παρατετηρημένως δὲ οὐ τὸν κατὰ
τὴν εἰκόνα τυπωθέντα ἄνθρωπον, ἀλλὰ τὸν πεπλασμένον εἰσαχθῆναί <lb n="1.0"/>
φησιν εἰς τὸν παράδεισον· ὁ μὲν γὰρ τῷ κατὰ τὴν εἰκόνα θεοῦ χαραχθεὶς
πνεύματι οὐδὲν διαφέρει τοῦ τὴν ἀθάνατον ζωὴν καρποφοροῦντος,
ὡς ἔμοιγε φαίνεται, δένδρου—ἄμφω γὰρ ἄφθαρτα καὶ μοίρας τῆς μεσαιτάτης
καὶ ἡγεμονικωτάτης ἠξίωται· λέγεται γὰρ ὅτι τὸ ξύλον τῆς ζωῆς
ἐστιν ἐν μέσῳ τοῦ παραδείσου (Gen. 2, 9) —, ὁ δὲ τοῦ πολυμιγοῦς <lb n="20"/>
καὶ γεωδεστέρου σώματος, ἀπλάστου καὶ ἁπλῆς φύσεως ἀμέτοχος, ἧς ὁ
ἀσκητὴς ἐπίσταται τὸν οἶκον καὶ τὰς αὐλὰς [τοῦ κυρίου] οἰκεῖν μόνος —
Ἰακὼβ γὰρ „ἄπλαστος οἰκῶν οἰκίαν“ εἰσάγεται (Gen. 25,27) —,
πολυτρόπῳ δὲ καὶ ἐκ παντοίων συνῃρημένῃ καὶ πεπλασμένῃ διαθέσει
 χρώμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="45"><p>τιθέναι οὖν ἐν τῷ παραδείσῳ, τῷ παντὶ κόσμῳ, ῥιζωθέντα <lb n="25"/>
εἰκὸς ἦν τὸν μέσον νοῦν, ὁλκοῖς πρὸς τἀναντία κεχρημένον δυνάμεσιν
<note xml:lang="mul" type="footnote">2.
<lb/>3 ὅ ἐστιν, ἐπὶ τῶν λογικῶν μόνον ἀρετῶν coni. Mang., ὃ ἐπὶ λογικῶν μόνων τῶν ἀρετῶν] ἔστιν <add>ἀκούειν</add> Cohn
<lb/>3 αἱ γοῦν ἀρετῆς δεκτικαὶ φύσεις 
<lb/>4 ἄλλων] ἀλόγων coni. Mang.
<lb/>5 τὸν μὲν ἐν G
<lb/>6 ἱερωτάτῳ M ἐπεὶ Cohn: ἐπὶ codd.
<lb/>7 δὲ secl. Cohn ἀμετόχων Turn.: μετοχῶν MG, μετόχων UFH οὐδέ M ἀρετὰς γεωργῆσαι seripsi: ἀρετῆς ἄρα τις HL1) ἐγεώργησεν codd., ἱκανὸς ἄρα οὐδείς τι γεωργῆσαι Mang.
<lb/>9 εἰς μὲν τὴν Η: ὡς μεγίστην MGUF
<lb/>12 κεχώρηκεν M ἀτιθάσους G: ἀτιθάσσους. MUFH
<lb/>13 οὐδὲ M 
<lb/>14 περιδέχονται M δ’ G τὸν om. F1
<lb/>15 πεπλανημένον L
<lb/>16 φασιν M τῶ MUH1: om. GH2, secL Cohn
<lb/>17 πνεύματι Η: σώματι MGUF, secL Cohn οὐδὲ U
<lb/>18 φαίνεσθαι U
<lb/>20 δὲ <add>πλαστὸς</add> coni. Cohn 21 om. G ἧς] ἣν F, ἣν L2
<lb/>22 οἰκεῖον MGF τοῦ κυρίου edusi
<lb/>24 ὁ ante πολυτρόπῳ add. Η2 δὲ codd.: τε Turn., δὲ vid. del. aut lin.
<lb/>21 scrib. σώματος <add>πλαστὸς</add> πεπλανημένη U
<lb/>25 τεθῆναι conicio παντὸς κόσμου μέσῳ 
<lb/>62 μέσον] μὲν σὸν G1F ὁλκοῖς scripsi: ὁλκαῖς codd. πρὸς] καὶ M</note>  

<pb n="v.2.p.143"/>
ἐπὶ τὴν διάκρισίν τε αὐτῶν ἀνακληθέντα, ἵνα πρὸς αἵρεσιν καὶ φυγὴν
ὁρμήσας, εἰ μὲν τὰ ἀμείνω δεξιώσαιτο, ἀθανασίας καὶ εὐκλείας ἀπόναιτο,
εἰ δ’ αὖ τὰ χείρω, ψεκτὸν θάνατον εὕρηται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="46"><p><milestone unit="altref" n="12"/> τοιαῦτα μὲν δὴ δένδρα ὁ μόνος σοφὸς ἐν ψυχαῖς λογικαῖς ἐρρίζου. Μωυσῆς δὲ
<lb n="5"/> οἰκτιζόμενος τοὺς μετανάστας ἐκ τοῦ τῶν ἀρετῶν παραδείσου γεγονότας
καὶ τὸ αὐτεξούσιον τοῦ θεοῦ κράτος αὐτοῦ καὶ τὰς ἵλεως καὶ ἡμέρους
δυνάμεις εὔχεται, ὅθεν ὁ γήινος νοῦς Ἀδὰμ πεφυγάδευται, κεῖθι τοὺς
ὁρατικοὺς ἐμφυτευθῆναι· λέγει γάρ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="47"><p>„εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω, κύριε,
<lb n="10"/> ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου· κύριος βασιλεύων τὸν αἰῶνα καὶ
 ἐπ’ αἰῶνα καὶ ἔτι“ (Exod. 15,17. 18).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="48"><p><milestone unit="altpage2" n="p. 337 M."/> οὐκοῦν σαφέστατα εἰ καί τις ἄλλος ἔμαθεν, ὅτι τὰ σπέρματα καὶ τὰς ῥίζας ἁπάντων καθεὶς ὁ θεὸς
αἴτιός ἐστι τοῦ τὸ μέγιστον ἀναβλαστῆσαι φυτόν, τόνδε τὸν κόσμον, ὃν
καὶ νῦν ἔοικεν αἰνίττεσθαι δι’ αὐτοῦ τοῦ λεχθέντος ᾄσματος „ὄρος“
<lb n="15"/> αὐτὸν „κληρονομίας“ εἰπών· ἐπειδὴ τοῦ πεποιηκότος οἰκειότατον τὸ
γενόμενον κτῆμα καὶ κλῆρος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="49"><p>εὔχεται οὖν ἡμᾶς ἐν τούτῳ φυτευθῆναι, οὐχ ἵνα ἄλογοι καὶ ἀφηνιασταὶ γενώμεθα τὰς φύσεις, ἀλλ’ ἵνα ἑπόμενοι
τῇ τοῦ τελειοτάτου διοικήσει τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν
αὐτοῦ διέξοδον ἀπομιμούμενοι σώφρονι καὶ ἀπταίστῳ βίῳ χρώμεθα·
<lb n="20"/> τὸ γὰρ ἀκολουθίᾳ φύσεως ἰσχῦσαι ζῆν εὐδαιμονίας τέλος εἶπον οἱ
πρῶτοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="50"><p>καὶ μὴν τά γε αὖθις λεγόμενα συνᾴδει τῷ προτεθέντι, τὸ τὸν κόσμον εὐτρεπῆ καὶ ἕτοιμον αἰσθητὸν οἶκον εἶναι θεοῦ, τὸ κατειργάσθαι
καὶ μὴ ἀγένητον εἶναι, ὡς ᾠήθησάν τινες, τὸ „ἁγίασμα“, οἷον ἁγίων
ἀπαύγασμα, μίμημα ἀρχετύπου, ἐπεὶ τὰ αἰσθήσει καλὰ τῶν νοήσει
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνακληθέντα scripsi: μετακλιθῆναι MH, μετακληθῆναι GF, μεταβληθῆναι U πρὸς] καὶ M 2.
<lb/>3 ἀπώνετο M, ἀπόνηται conicici
<lb/>3 αὖ τὰ M: αὐτά UFH, αὐτὰ τὰ GL
<lb/>4 ἐρίζου MU
<lb/>6 καὶ] κατὰ L1 τοῦ MGUF: τὸ H αὐτοῦ post ἡμέρους transponit Cohn prius καὶ Η: om. MGUF 
<lb/>8 καταφύτευσον G: καταφυτεύσεις ceteri
<lb/>9 εἰς ὅρους L κληρονομίας scripsi (cf. lin. 15): κληροδοσίας codd.
<lb/>9 εἰς ἔτιμον (ἕτοιμον) κατοικητήριόν σου ὃ in ras. ἕδρασμα εἰς καθέδραν σου ceteri κυρίου MUFH
<lb/>10 ὃ ἡτοίμασαν αἵ in ras. G: ἥδρασαν ceteri βασιλεύων GH2: βασιλεύει MUFH1 τὸν] τῶν <lb n="2"/> 10.
<lb/>11 αἰώνων καὶ ἐπ’ H in mg. καὶ ἐπ’ αἰῶνα H: om. MGUF
<lb/>11 καὶ ἔτι] ἔτι UFi
<lb/>12 ὅτι καὶ τὰ M
<lb/>13 τοῦ τὸ GH: τοῦτο MUF, καὶ τοῦ τὸ Mang. „ex Ms. “ (!) Ι6 γινόμενον M
<lb/>18 τὰ om. M 
<lb/>19 σωφρονικῶ καὶ F
<lb/>21 τὸ scripsi: τῶ codd.
<lb/>22 εὐτρεπῆ M: εὐπρεπῆ GUFH τὸ] τῶ U
<lb/>23 ἀγέννητον UH post τὸ add. δὲ H2 <add>ὠνομάσθαι</add> οἷον conicio
<lb/>24 ἀρχετύπου H2: ἀρχέτυπον ceteri ἐπεὶ H: ἐπὶ MGUF τῶν codd.: καὶ v νοήσει H: οἰήσει MGUF</note>  

<pb n="v.2.p.144"/>
καλῶν εἰκόνες, τὸ ἡτοιμάσθαι ὑπὸ χειρῶν θεοῦ, τῶν κοσμοποιῶν αὐτοῦ
 δυνάμεων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="51"><p>ἀλλ’ ὅπως μηδεὶς ὑπολάβοι τὸν ποιητὴν χρεῖον εἶναί τινος
τῶν γεγονότων, τὸ ἀναγκαιότατον ἐπιφωνήσει· „βασιλεύων τὸν αἰῶνα
καὶ ἐπ’ αἰῶνα καὶ ἔτι“· βασιλέα δὲ οὐδενὸς δεῖσθαι, τὰ δὲ ὑπήκοα
 βασιλέως θέμις πάντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="52"><p>τινὲς δὲ ἔφασαν κλῆρον εἶναι καὶ λέγεσθαι <lb n="5"/>
θεοῦ τὸ ἀγαθόν, οὗ τὴν χρῆσιν καὶ ἀπόλαυσιν εὔχεσθαι νυνὶ Μωυσῆν
προσγενέσθαι· εἰσαγαγών, γάρ φησιν, ἡμᾶς οἷα παῖδας ἄρτι μανθάνειν
ἀρχομένους διὰ τῶν σοφίας δογμάτων καὶ θεωρημάτων καὶ μὴ ἀστοιχειώτους
 ἐάσας ἐν ὑψηλῷ καὶ οὐρανίῳ λόγῳ καταφύτευσον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="53"><p>κλῆρος γὰρ
οὗτος ἑτοιμότατος καὶ προχειρότατος οἶκος, ἐπιτηδειότατον ἐνδιαίτημα, <lb n="10"/>
ὃ „κατειργάσω ἅγιον“· ἀγαθῶν γὰρ καὶ ἁγίων, ὦ δέσποτα, ποιητὴς ὢν
τυγχάνεις, ὡς ἔμπαλιν κακῶν καὶ βεβήλων γένεσις ἡ φθαρτή. βασίλευε
δὴ τὸν ἄπειρον αἰῶνα ψυχῆς τῆς ἱκέτιδος μηδὲ ἀκαρὲς ἐῶν αὐτὴν
ἀνηγεμόνευτον· ἡ γὰρ ἀδιάστατος παρὰ σοὶ δουλεία τῆς μεγίστης ἀρχῆς,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="54"><p> οὐκ ἐλευθερίας μόνον ἀμείνων. <milestone unit="altref" n="13"/> πολλοῖς δὲ ἂν τάχα που ζήτησιν <lb n="15"/>
παράσχοι, τίνα ἔχει λόγον τὸ „εἰς ὄρος κληρονομίας σου“· κληροδοτεῖν
μὲν θεὸν ἀναγκαῖον, κληρονομεῖν δὲ ἴσως οὐκ εὔλογον πάντων αὐτοῦ
 κτημάτων ὄντων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="55"><p>ἀλλὰ μήποτε τοῦτο λέγεται ἐπὶ τῶν κατὰ τὸν ἐξαίρετον οἰκειώσεως λόγον δεσποζομένων πρὸς αὐτοῦ, καθάπερ οἱ βασιλεῖς
ἁπάντων μὲν ἄρχουσι τῶν ὑπηκόων, διαφερόντως δὲ τῶν οἰκετῶν, οἷς <lb n="20"/>
πρὸς <milestone unit="altpage1" n="p. 338 M."/>  τὴν τοῦ σώματος ἐπιμέλειαν καὶ τὴν ἄλλην δίαιταν ὑπηρέταις
 εἰώθασι χρῆσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="56"><p>οἱ δὲ αὐτοὶ καὶ τῶν κατὰ τὴν χώραν ἁπάντων ὄντες
κτημάτων δεσπόται καὶ ὅσων ἐπικρατεῖν οἱ ἰδιῶται δοκοῦσι, μόνα ταῦτα
ἔχειν νομίζονται, ἅπερ ἐπιτρόποις καὶ ἐπιμεληταῖς ἐγχειρίσαιεν, ἀφ’ ὧν
καὶ τὰς ἐτησίους προσόδους ἐκλέγουσιν· εἰς ἃ πολλάκις ἀνέσεως καὶ <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ δὲ ἡτοιμάσθαι Η
<lb/>2 ὑπολάβοι MGFHbr: ὑπολάβῃ Ua v
<lb/>3 τὸ] τὸν MUF γεγονότων ἀναγκαίως ἐπεβόησε Μωυσπης λέγων· κύριος βασιλεύων E τὸν αἰῶνα MGUF: τῶν αἰώνων HE
<lb/>4 καὶ ante ἔτι om. UF βασιλέα scripsi: βάσι M, βασιλεῖ GUF, βασιλεὺς H δεῖσθαι MGUF: δεῖται Η δὲ] δὲ δὴ V
<lb/>5 κλῆρος M λέγεται U
<lb/>6 καὶ ἔλαυσιν M
<lb/>9 λόγῳ] λόφῳ coni. Mang. καταφύτευσον M: κατεφύτευσε FL2, καταφύτευε G2H2L1, κατεφύτευε G1UH1 
<lb/>14 ἀνηγεμόνευτον om. G παρά σου F
<lb/>15 δὲ om. F
<lb/>16 ἔχει G2H: ἔχοι MG1UFL κληροδοσίας MGF
<lb/>17 μὲν <add>γὰρ</add> conicio
<lb/>18 ὄντων 
<lb/>20 οἷς GFH: οἲ MU
<lb/>21 ἐπιμέλειαν om. F
<lb/>22 καίτοι τῶν coni. Mang. 
<lb/>24 νομίζονται H: νομίζοντες MGUF ἐγχειρίσαιεν Η: ἐγχειρήσαιεν M, ἐγχειρῆσαι G, ἐγχειρίσαι UF
<lb/>25 ἐκλόγους εἰς M</note> <note xml:lang="mul" type="footnote">2—4 ἀλλ’ ὅπως—ἔτι habet E, II p. 608,36—40 M.</note>  

<pb n="v.2.p.145"/>
εὐθυμίας ἕνεκα προσέρχονται τὸ βαρύτατον τῶν ἐν πολιτείᾳ καὶ βασιλείᾳ
φροντίδων ἄχθος ἀποτιθέμενοι· καὶ καλεῖται μέντοι ταῦτα τὰ κτήματα
αὐτοῖς βασιλικά.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="57"><p>καὶ μὴν ἄργυρός τε καὶ χρυσὸς καὶ ὅσα ἄλλα κειμήλια παρὰ τοῖς ἀρχομένοις θησαυροφυλακεῖται τῶν ἡγουμένων μᾶλλον ἢ τῶν
<lb n="5"/> ἐχόντων ἐστίν, ἀλλ’ ὅμως ἴδιοι τῶν βασιλέων θησαυροὶ λέγονται, ἐν οἷς
οἱ ταχθέντες τῶν φόρων ἐκλογισταὶ <add>τὰς</add> ἀπὸ τῆς χώρας προσόδους
κατατίθενται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="58"><p>μηδὲν οὖν θαυμάσῃς, εἰ καὶ τοῦ πανηγεμόνος θεοῦ τὸ ἐφ’ ἅπασι κράτος εἰληχότος ἐξαίρετος κλῆρος εἶναι λέγεται ψυχῶν σοφῶν ὁ
θίασος, ὁ ὀξυωπέστατα ὁρῶν, ἀμέμπτῳ καὶ ἀκραιφνεῖ κεχρημένος τῷ
<lb n="10"/> διανοίας ὄμματι, μύσαντι μὲν οὐδέποτε, ἀεὶ δὲ ἀναπεπταμένῳ καὶ
εὐθυτενῶς βλέποντι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="59"><p><milestone unit="altref" n="14"/> οὐ διὰ τοῦτο μέντοι καὶ ἐν ᾠδῇ τῇ μείζονι λέγεται· „ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους
σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς
διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="60"><p><lb n="15"/> καὶ ἐγένετο μερὶς κυρίου λαὸς αὐτοῦ Ἰσραήλ“ (Deut. 32, 7 — 9) ; ἰδοὺ γὰρ πάλιν μερίδα καὶ κλῆρον εἴρηκε θεοῦ τὸν ὁρατικὸν αὐτοῦ καὶ
γνήσιον θεραπευτὴν τρόπον, τοὺς δὲ γῆς παῖδας, οὓς Ἀδὰμ ὠνόμασεν
υἱούς, ἐσπάρθαι καὶ ἀνασκεδασθῆναι καὶ ἐπισυναχθῆναι, στῖφος δὲ
γενέσθαι ἡγεμόνι χρήσασθαι ὀρθῷ λόγῳ μὴ δυναμένους. τῷ γὰρ ὄντι
<lb n="20"/> ἁρμονίας μὲν καὶ ἑνώσεως αἴτιον ἀρετή, διαλύσεως δὲ καὶ διαρτήσεως
ἡ ἐναντία διάθεσις.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>