<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:161-177</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:161-177</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="161"><p>ταῦτ’ ἐστὶ τῆς ἡβώσης καὶ νεωτέρας καὶ ἄρτι ἀκμαζούσης ἆθλα, ὡς ἔοικεν, εὐφροσύνης,
τῆς δὲ ἀρχαίας καὶ πρεσβυτέρας τἀναντία· πάσης γὰρ καλῆς πράξεως
<lb n="25"/> ἀφ’ ἱερῶν τελείων οἱ πρότεροι κατήρχοντο, νομίζοντες μάλιστα οὕτως
αἴσιον ἀποβήσεσθαι τὸ τέλος αὐτοῖς, καὶ πρὶν εὔξασθαί τε καὶ θῦσαι,
<note xml:lang="mul" type="footnote"><lb/>1 ὄγκον H: οἶκον MGU, οἶον FL παράφυσιν coni. Cohn coni. Cohn ἰδούσης καχεξίας codd.: οἰδοῦσαν καχεξίαν Mang.
<lb/>2 παράφυσιν
<lb/>3 περιταθῆ FH: περὶ πάθη MGU ἐπαινέσεως Cohn: γενέσεως codd., γνησίας Mang.
<lb/>6 ἐρῶντας Turn.: ἐρῶντες codd.
<lb/>7 τἄλλα M ἄλλα #x003E; conicio
<lb/>9 ἀλλ’ FH κατατὸς H κεκλασμένον Mang.: καχαλασμένον codd.
<lb/>10 ἐκμελὲς conicio ὀργάνοις scripsi: ὀργίοις codd.
<lb/>11 ὑμῶν U
<lb/>12 καὶ post τεχνῖται add. M περιεργείας Η
<lb/>13 ἐπιτυχίζοντες M, ἐπιτειχίζονται G πορθήσωμεν H
<lb/>14 δὴ] δὲ H τὸν scripsi: τὸ codd.
<lb/>15 προσφέρονται H: προφέρονται MGUFL
<lb/>16 τοῦ] τὸ Y 16.
<lb/>17 χαίνοντες MGF: χαίροντες· UH
<lb/>17 προσφέρειν H
<lb/>18 διαμελῶσιν G τὸν] τὸ H
<lb/>19 πότον scripsi: ποτὸν codd. περιψύχουσι H γυμνι, tum spat. M, μυρικῶν H 
<lb/>21 ὦτα, ῥῖνας H ἄκρες F τύχη H: τύχοι MGUF
<lb/>24 καὶ τῆς add. U
<lb/>25 πρῶτοι U</note>  

<pb n="v.2.p.166"/>
καὶ εἰ σφόδρα τοῦ πράττειν ἐπέσπευδον οἱ καιροί, πάντως ἀνέμενον οὐκ
ἀεὶ τὸ ταχὺ τοῦ βραδέος ἡγούμενοι κρεῖττον· οὐ προμηθὲς μὲν γὰρ τάχος
βλαβερόν, βραδυτὴς δὲ μετ’ εὐελπιστίας ὠφέλιμον. εἰδότες οὖν, ὅτι
 καὶ ἡ τοῦ οἴνου ἀπόλαυσίς τε καὶ χρῆσις δεῖται πολλῆς ἐπιμελείας,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="162"><p>οὔτε ἄδην <milestone unit="altpage1" n="p. 354"/>  οὔτε ἀεὶ προσεφέροντο τὸν ἄκρατον, ἀλλ’ ἔν τε κόσμῳ καὶ
καιρῷ προσήκοντι. πρότερον γὰρ εὐξάμενοι καὶ θυσίας ἀναγαγόντες <lb n="6"/>
καὶ ἱλασάμενοι τὸ θεῖον, σώματα καὶ ψυχὰς καθηράμενοι, τὰ μὲν λουτροῖς, τὰ δὲ νόμων καὶ παιδείας ὀρθῆς ῥεύμασι, φαιδροὶ καὶ γεγηθότες
πρὸς ἀνειμένην δίαιταν ἐτρέποντο, μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι,
ἀλλ’ ἐν οἷς ἔθυσαν ἱεροῖς διατελοῦντες, ἵνα καὶ τῶν θυσιῶν μεμνημένοι <lb n="10"/>
καὶ τὸν τόπον αἰδούμενοι ἱεροπρεπεστάτην ὡς ἀληθῶς ἄγωσιν εὐωχίαν,
 μήτε λόγῳ μήτε ἔργῳ διαμαρτάνοντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="163"><p>ἀπὸ τούτου γέ τοί φασι τὸ
μεθύειν ὠνομάσθαι, ὅτι μετὰ τὸ θύειν ἔθος ἦν τοῖς πρότερον οἰνοῦσθαι.
τίσι δὴ μᾶλλον οἰκεῖος ἂν εἴη τῆς τοῦ ἀκράτου χρήσεως ὁ λεχθεὶς
τρόπος ἢ σοφοῖς ἀνδράσιν, οἷς καὶ τὸ πρὸ τῆς μέθης ἔργον ἁρμόττει <lb n="15"/>
 τὸ θύειν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="164"><p>σχεδὸν γὰρ οὐδὲ εἷς τῶν φαύλων πρὸς ἀλήθειαν ἱερουργεῖ,
κἂν ἐνδελεχεῖς μυρίους βόας ἀνὰ πᾶσαν ἡμέραν ἀνάγῃ· τὸ γὰρ ἀναγκαιότατον ἱερεῖον αὐτῷ λελώβηται, ὁ νοῦς, λώβας δὲ οὐ θέμις βωμῶν
προσάψασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="165"><p>Δεύτερος μὲν δὴ λόγος οὗτος εἴρηται, δεικνὺς ὅτι οὐκ ἀλλότριον <lb n="20"/>
σπουδαίου τὸ μεθύειν, <milestone unit="altref" n="40"/> τρίτος δ’ ἐστὶν ἀπὸ διαφερούσης τῆς πρὸς
τὴν ἐτυμολογίαν πιθανότητος ἠρτημένος· τὴν γὰρ μέθην οὐ μόνον,
ἐπειδὴ μετὰ θυσίας ἐπιτελεῖται, νομίζουσί τινες εἰρῆσθαι, ἀλλ’ ὅτι καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 κὰν εἰ coni. Mang. ἔσπευδον H ἀνέμεινον H 1.
<lb/>2 οὐ κακὰ τὸ H, οὐ κατὰ τὸ L
<lb/>2 βραδέως H: οὐ H: om. MGUF
<lb/>3 εὐλογιστίας conicio
<lb/>4 prius καὶ om. Η
<lb/>5 ἄδην scripsi: ἄρδην codd. προσέφερον τοῦτον ἄκρατον F τὸν] τοῦτον N
<lb/>7 σώματά #x003E; coni. Mang.
<lb/>8 νόμων Turn.: νόμω codd. N 
<lb/>10 διατελοῦντες Cohn: διαπατοῦντες codd.
<lb/>11 τρόπον H ἱεροπρεπέστατον M, ιεροπρεπεστάτως N
<lb/>13 ὠνόμασται G ὠνομάσθαι — θύειν om. U
<lb/>14 τίσι G2H: τί MG1UF εἴη GH2: εἶναι MG1UF
<lb/>15 νῦν post οἷς add. v τὸ H: τόν U, τὰ MGF
<lb/>16 τὸ μεθύειν G
<lb/>17 κἄν] καὶ F ἀνὰ] κατὰ U ἀνάγη Mang. : ἀγάγῃ codd.
<lb/>18 βωμῶν MGF: βωμῷ H, βωμοῦ U 
<lb/>19 προσψαύσασθαι Η
<lb/>21 τρίτος M: τρίτον GUFH πρὸς] περὶ conieio 
<lb/>22 ἠρτημένος scripsi: ἠρτημένον codd. 22.
<lb/>23 ἐπειδὴ οὐ μόνον M
<lb/>23 ἐπιτελεῖται Turn.: ἐπιτελεῖσθαι codd.</note> <note xml:lang="mul" type="footnote"><lb/>3 —
<lb/>13 N fol. 188r εἰδότες οὖν—οἰνοῦσθαι 9.
<lb/>10 R fol. 91r τοῦ αὐτοῦ: μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι, ἀλλ’ ἐν οἷς ἔθυσαν ἱεροῖς διαπατοῦντες: ἀντὶ τοῦ εὐωχούμενοι: ἔοικεν οὑν ἐκ τούτου ἀναλόγως παρειλῆφθαι καὶ τὸ ἀποπατοῦντες ἀντὶ τοῦ χέζοντες.</note>  

<pb n="v.2.p.167"/>
μεθέσεως ψυχῆς αἰτία γίγνεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="166"><p>μεθίεται δὲ ὁ μὲν τῶν ἀφρόνων λογισμὸς εἰς πλειόνων χύσιν ἁμαρτημάτων, ὁ δὲ τῶν ἐμφρόνων εἰς ἀνέσεως
καὶ εὐθυμίας καὶ ἱλαρότητος ἀπόλαυσιν· ἡδίων γὰρ αὐτὸς ἑαυτοῦ νήφοντος
οἰνωθεὶς ὁ σοφὸς γίγνεται, ὥστε οὐδ’ ἂν ταύτῃ διαμαρτάνοιμεν
<lb n="5"/> φάσκοντες ὅτι μεθυσθήσεται. πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="167"><p>ὅτι οὐ σκυθρωπὸν καὶ αὐστηρὸν τὸ τῆς σοφίας εἶδος, ὑπὸ συννοίας καὶ κατηφείας
ἐσταλμένον, ἀλλ’ ἔμπαλιν ἱλαρὸν καὶ γαληνίζον, μεστὸν γηθοσύνης
καὶ χαρᾶς· ὑφ’ ὧν πολλάκις προήχθη τις οὐκ ἀμούσως παῖξαί τι
καὶ χαριεντίσασθαι, παιδιὰν μέντοι τῇ σεμνότητι καὶ σπουδῇ καθάπερ
<lb n="10"/> ἐν ἡρμοσμένῃ λύρᾳ φθόγγοις ἀντιφώνοις εἰς ἑνὸς μέλους κρᾶσιν συνηχοῦσαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="168"><p>κατὰ γοῦν τὸν ἱερώτατον Μωυσῆν τέλος ἐστὶ σοφίας παιδιὰ καὶ γέλως, ἀλλ’ οὐχ ἃ τοῖς νηπίοις ἄνευ φρονήσεως πᾶσι μελετᾶται,
ἀλλ’ ἃ τοῖς ἤδη πολιοῖς οὐ χρόνῳ μόνον ἀλλὰ καὶ βουλαῖς ἀγαθαῖς
γεγονόσιν. οὐχ ὁρᾷς ὅτι τὸν αὐτηκόου καὶ αὐτομαθοῦς καὶ αὐτουργοῦ
<lb n="15"/> τῆς ἐπιστήμης ἀρυσάμενον οὐ μετέχοντα γέλωτος, ἀλλ’ αὐτὸν γέλωτα
εἶναί φησιν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="169"><p>οὗτός ἐστιν Ἰσαάκ, ὃς ἑρμηνεύεται γέλως, ᾧ παίζειν μετὰ τῆς ὑπομονῆς, ἣν Ῥεβέκκαν Ἑβραῖοι καλοῦσιν, ἁρμόττει. <milestone unit="altref" n="41"/> τὴν
<note xml:lang="mul" type="marginal">p. 355 M.</note> δὲ | θείαν παιδιὰν τῆς ψυχῆς ἰδιώτῃ μὲν οὐ θέμις ἰδεῖν, βασιλεῖ δὲ
ἔξεστιν, ᾧ πάμπολυν χρόνον παρῴκησεν, εἰ καὶ μὴ πάντ’ ἐνῴκησε τὸν
<lb n="20"/> αἰῶνα, σοφία. προσαγορεύεται οὗτος Ἀβιμέλεχ, ὃς διακύψας τῇ θυρίδι,
τῷ διοιχθέντι καὶ φωσφόρῳ τῆς διανοίας ὄμματι, τὸν Ἰσαὰκ εἶδε παίζοντα
μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ (Gen. 26,8).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="170"><p>τί γὰρ ἄλλο
<note xml:lang="mul" type="footnote"><lb/>1 μεθύσεως G γίνεται M μεθύεται H
<lb/>2 χύσιν scripsi: ἴσχυσιν codd. ἁμάρτημα M εὐφρόνων U, ἀφρόνων F 3.
<lb/>4 νηφόντων U, νηφόντως F 
<lb/>4 γίγνεται GU: γίνεται MFH οὐδ’ ἂν Cohn: οὐδὲν MGUF, οὐδ’ ἐν Η 
<lb/>5 μεθύσεσθαι M
<lb/>6 αὐστηρὸν Arnim: αὐχμηρὸν codd. τῆς om. GUF 
<lb/>7 καὶ om. L
<lb/>8 πολλάκις om. H
<lb/>9 παιδειὰν G τὴν conicio
<lb/>10 ἐν ἡρμοσμένη FH: ἐνηρμοσμένη MGU μελλοῦς κροῦσιν M
<lb/>12 γἐλος F 
<lb/>13 ἀλλ’ ἃ M: ἀλλὰ GUFH πολλοῖς U μόνω Η
<lb/>14 γεγόνασιν M αὐτήκοον et αὐτομαθῆ M1 15.
<lb/>16 εἶναι γέλωτα v
<lb/>16 ὃς] ὃ U ᾦ scripsi: ὃς MGUF, οὓς H, ὃν v
<lb/>18 παιδειὰν M
<lb/>19 ᾦ Mang.: οὖ MH, οὐ GUF 
<lb/>20 τῆς θυρίδος conicio (cf. Clem.)
<lb/>22 αὑτοῦ v</note> <note xml:lang="mul" type="footnote"><lb/>16 sqq. Clem. Faedag. Ι § 21.
<lb/>22 p. 110. 111 P. . . . γέλως ἑρμηνεύεται ὁ Ἰσαάκ. τοῦτον ἑώρακεν παίζοντα μετὰ τῆς γυναικὸς καὶ βοηθοῦ, τῆς Ῥεβέκκας, ὁ περίεργος βασιλεύς . . . Ῥεβέκκαν δὲ ἑρμηνεύουσιν ὑπομονήν .... καὶ αὕτη ἡ θεία παιδιά . . . . τί γὰρ ἄλλο εὐπρεπὲς ἔργον σοφῷ καὶ τελείῳ ἣ παίζειν καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ ..... διακύψας τῆς θυρίδος ....</note>  

<pb n="v.2.p.168"/>
ἐμπρεπὲς ἔργον σοφῷ ἢ τὸ παίζειν καὶ γανοῦσθαι καὶ συνευφραίνεσθαι
τῇ τῶν καλῶν ὑπομονῇ; ἐξ ὧν ὅτι καὶ μεθυσθήσεται δῆλόν ἐστι τῆς
 μέθης ἠθοποιούσης καὶ ἄνεσιν καὶ ὠφέλειαν ἐργαζομένης·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="171"><p>ὁ γὰρ ἄκρατος τὰ τῇ φύσει προσόντα ἐπιτείνειν καὶ σφοδρύνειν ἔοικεν εἴτε καλὰ
εἴτε καὶ τὰ ἐναντία, καθάπερ καὶ πολλὰ τῶν ἄλλων· ἐπεὶ καὶ χρήματα <lb n="5"/>
αἴτια μὲν ἀγαθῶν  <add>ἀγαθῷ</add>, κακῷ δέ, ὡς ἔφη τις, κακῶν· καὶ πάλιν
δόξα τοῦ μὲν ἄφρονος τὴν κακίαν ἐπιφανεστέραν, τοῦ δὲ δικαίου τὴν
ἀρετὴν εὐκλεεστέραν ἐπιφαίνει. οὕτως οὖν καὶ ὁ ἄκρατος ἀναχυθεὶς
τὸν μὲν πάθεσι κεχρημένον ἐμπαθέστερον, τὸν δὲ εὐπαθείαις εὐμενέστερον
 καὶ ἵλεω μᾶλλον ἀπειργάσατο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="172"><p>τίς γε μὴν οὐκ οἶδεν, ὅτι δυεῖν <lb n="10"/>
ἐναντίων ἐπειδὰν θάτερον εἶδος ἐφαρμόζῃ πλείοσι, καὶ θάτερον ἐξ ἀνάγκης συμβήσεται; οἷον λευκοῦ καὶ μέλανος ἐναντίων ὄντων, εἰ τὸ λευκὸν
ἀστείοις τε καὶ φαύλοις, καὶ τὸ μέλαν ἐξ ἴσου δήπουθεν ἀμφοτέροις,
οὐχὶ μόνοις προσέσται τοῖς ἑτέροις. καὶ μὴν τό γε νήφειν καὶ τὸ μεθύειν ἐναντία, μετέχουσι δὲ τοῦ νήφειν, ὡς ὁ τῶν προτέρων λόγος, <lb n="15"/>
ἀγαθοί τε καὶ φαῦλοι· ὥστε καὶ τὸ μεθύειν ἑκατέρῳ τῶν εἰδῶν ἐφαρμόττει. μεθυσθήσεται τοιγάρτοι καὶ ὁ ἀστεῖος μηδὲν τῆς ἀρετῆς ἀποβαλών.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="173"><p><milestone unit="altref" n="42"/> εἰ δ’ ὥσπερ ἐν δικαστηρίῳ μὴ μόνον ταῖς ἐντέχνοις
ἀποδείξεσιν, ἀλλὰ καὶ ταῖς ἀτέχνοις λεγομέναις χρηστέον, ὧν μία ἐστὶν
ἡ διὰ τῶν μαρτυριῶν, πολλοὺς καὶ εὐδοκίμους μαρτυροῦντας παρεξόμεθα <lb n="20"/>
παῖδας ἰατρῶν καὶ φιλοσόφων, οὐ λόγοις μόνον ἀλλὰ καὶ γράμμασι τὴν
 μαρτυρίαν σημαινομένους.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="174"><p>μυρίας γὰρ ἀπολελοίπασι συντάξεις ἐπιγράψαντες περὶ μέθης, ἐν αἷς περὶ ψιλῆς αὐτὸ μόνον χρήσεως οἴνου
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐμπρεπὲς scripsi: εὐπρεπὲς Clem., ἐμπρέπει codd. ἀγανοῦσθαι G, γάννυσθαι F 
<lb/>2 aut κακῶν aut ἐπιμονῇ dubitanter Mang.
<lb/>3 ἀφέλειαν coni. Mang. b τἀναντία M, ἐναντία Η
<lb/>6 αἴτια U: αἴσια MGFH ἀγαθῶν ἀγαθῷ scripsi: ἀγαθῶν MGFH, ἀγαθὸν U, ἀγαθῷ ἀγαθῶν v κακῷ Turn. : κακὰ codd. κακῶν GFH: κακὸν U, otn. M
<lb/>7 δικαίου δὲ M
<lb/>8 ἐμφαίνει M, ἐπιφέρει U καὶ om. M ἀναλυθεὶς G
<lb/>9 ἐμπαθέστερον scripsi: εὐπαθέστερον codd. εὐπαθείας GUF 
<lb/>10 ἵλεων V ὸἶδεν MGUF: εἶδεν Η δυοῖν MH
<lb/>11 ἐφαρμόζει GF, ἐφαρμόση U πλείοσιν M
<lb/>12 συμβήσηται U εἰ] εἰς UH
<lb/>13 τε καὶ] τ, tum spat. M ἐξίσου GUH
<lb/>14 πρόσεστι U ἑταίροις F
<lb/>14 15 καὶ τὸ — νήφειν om. U 15.
<lb/>16 ἐναντία—μεθύειν ora. F
<lb/>16 πῶς τε U ἑκατέρων UF
<lb/>17 καὶ om. M
<lb/>18 ταῖς] τοῖς M
<lb/>19 καὶ ἀτέχνοις G ἀτέχναις Η post λεγομέναις add. αἷς G
<lb/>20 διὰ om. H παραδεξόμεθα H
<lb/>22 ἐνσημηναμένους conicio
<lb/>23 ψιλοῦ G, οὐ G, in ras. χρήσεως οἴνου M: οἴνου GUFH, οἴνου post σκοποῦσιν transpos. H, οἴνου χρήσεως Mang.</note> <note xml:lang="lat" type="footnote">5.
<lb/>6 [Platonis] Eryxias p. 397 E</note>  

<pb n="v.2.p.169"/>
σκοποῦσιν, οὐδὲν περὶ τῶν ληρεῖν εἰωθότων προσεξετάζοντες, ἀλλ’ ὅλον τὸ
παροινίας παραπέμψαντες εἶδος· ὥστε καὶ παρὰ τούτοις σαφέστατα
ἀνωμολογῆσθαι, ὅτι τὸ μεθύειν ἦν τὸ οἰνοῦσθαι. οἴνου δὲ σπάσαι
πλείονος οὐκ ἂν εἴη χεῖρον ἐν καιρῷ σοφόν· οὐ τοίνυν διαμαρτησόμεθα
  <milestone unit="altpage2" n="p. 356 M."/> λέγοντες ὅτι μεθυσθήσεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="175"><p>ἐπεὶ δὲ οὐδεὶς καθ’ αὑτὸν ἀγωνιζόμενος <lb n="6"/> ἀναγράφεται νικῶν, εἰ δὲ ἀγωνίζεται, σκιαμαχεῖν μᾶλλον ἂν εἰκότως
δόξαι, ἀνάγκη καὶ τοὺς τὸ ἐναντίον κατασκευάζοντας λόγους εἰπεῖν, ἵνα
δικαιοτάτη γενηθῇ κρίσις, μηδετέρου μέρους ἐξ ἐρήμου καταδικασθέντος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="176"><p>ἔστι δὲ πρῶτος καὶ δυνατώτατος οὗτος· εἰ τῷ μεθύοντι οὐκ ἄν τις <lb n="10"/> εὐλόγως λόγον ἀπόρρητον παρακατάθοιτο, <add>τῷ δὲ ἀστείῳ παρακατατίθεται</add>,
οὐκ ἄρα μεθύει ὁ ἀστεῖος. ἀλλ’ οὖν πρὶν ἢ τοὺς ἄλλους ἑξῆς
συνείρειν, ἄμεινον καθ’ ἕκαστον τῶν προτεινομένων ἀντιλέγειν, ἵνα μὴ
μακρηγοροῦντες ἐπὶ πλέον διοχλεῖν δοκῶμεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="177"><p>φήσει δή τις ἐναντιούμενος, ὅτι κατὰ τὸν λεχθέντα λόγον ὁ σοφὸς οὔτε μελαγχολήσει ποτὲ
<lb n="15"/> οὔτε κοιμηθήσεται οὔτε συνόλως ἀποθανεῖται· ᾧ δὲ μὴ συμβαίνει τι
τοιοῦτον, ἄψυχόν ἐστιν ἢ θεῖον, ἄνθρωπος δὲ οὐκ ἂν εἴη τὸ παράπαν.
τὴν γὰρ ἀγωγὴν τοῦ λόγου μιμησάμενος ἐφαρμόσει τὸν τρόπον τοῦτον
τῷ μελαγχολῶντι ἢ κοιμωμένῳ ἢ ἀποθνῄσκοντι· οὐκ ἄν τις εὐλόγως
λόγον ἀπόρρητον τῷ τοιούτῳ παρακατάθοιτο, τῷ δὲ σοφῷ εὐλόγως·
<lb n="20"/> οὔτ’ ἄρα μελαγχολᾷ οὔτε κοιμᾶται οὔτε ἀποθνῄσκει ὁ σοφός.</p><note xml:lang="mul" type="footnote"><lb/>1 οὑδὲ H2 παρατρέψαντες M παρὰ om. G
<lb/>3 ἀνωμολογεῖσθαι MG σπάσαι MFL2: πᾶσαι U, σπεῦσαι HL1, σπᾶσθαι G (sed σπᾶ in ras.)
<lb/>4 σοφόν FH: σοφῶν MGU οὐ] οἱ G1
<lb/>5 αὑτὸ G1, αὐτὸ M
<lb/>6 νικῶν, οὐδέ ἀγωνίζεται <add>τὸ παράπαν,</add>, σκιομαχεῖν <add>δὲ</add> μᾶλλον Arnim; sed ad εἰ δὲ ἀγωνίζοιτο ἀγωνίζοιτο conicio) subaudi καθ’ αὑτόν σκιαμαχεῖν scripsi: σκιομαχεῖν codd.
<lb/>7 τοὺς τὸ MG1FH: τούς τὸν G2, τοῦτο U λόγον G
<lb/>8 γεννηθῇ F μηδετέρου U: μηδ’ ἑτέρου F, μηδὲ ἑτέρου MGH
<lb/>9 ἀδυνατώτατος Η εἰ] ἐν M1, ut Vid. 10.
<lb/>11 τῷ—παρακατατίθεται addidi (cf. Arnim p. 136)
<lb/>11 ἀλλ’ οὖν scripsi: ἀρ’ οὖν codd., ἀρ’ #x003E; οὑν coni. Cohn
<lb/>13 πλέον Cohn: πλεῖον codd. δὴ] δέ M
<lb/>15 συμβαίνῃ G 
<lb/>16 ἀνθρώπου L
<lb/>17 γὰρ ἀγωγὴν Arnim: παραγωγὴν codd.
<lb/>18 post τις add. γάρ GUFH
<lb/>20 οὔτ’ ἄρα scripsi: οὐ γὰρ codd., οὐκ ἄρα Mang. subscriptio GU: φίλωνος περὶ φυτουργίας Νῶε</note></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>