<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:160-161</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:160-161</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="160"><p>τίνος δὴ χάριν τούτων ἐμνήσθην; ἵν’ ἐπιδείξω, ὅτι καὶ τὸν ἄκρατον <lb n="15"/> οὐχ ὁμοίως οἱ νῦν τοῖς πάλαι προσφέρονται. νῦν μὲν γὰρ ἄχρι
τοῦ σῶμα καὶ ψυχὴν παρεθῆναι πίνουσιν ἀθρόως καὶ ἀπνευστί, χαίνοντες ἔτι καὶ προσεπιφέρειν τοῖς οἰνοχοουμένοις κελεύοντες, κἂν
διαμέλλωσιν ἀγανακτοῦντες, ὅτι τὸν θερμὸν λεγόμενον παρ’ αὐτοῖς
πότον παραψύχουσι, καὶ τὸ παράκομμα τῶν γυμνικῶν, τὸν παροίνιον
<lb n="20"/> ἀγῶνα, πρὸς τοὺς συνόντας ἐπιδείκνυνται, ἐν ᾧ μεγάλα καὶ καλὰ
ἀλλήλους ἀντιδρῶσιν, ὦτα καὶ ῥῖνας καὶ χειρῶν ἄκρους δακτύλους καὶ
ὁποῖα δ’ ἂν τύχῃ μέρη τοῦ σώματος ἀπεσθίοντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="161"><p>ταῦτ’ ἐστὶ τῆς ἡβώσης καὶ νεωτέρας καὶ ἄρτι ἀκμαζούσης ἆθλα, ὡς ἔοικεν, εὐφροσύνης,
τῆς δὲ ἀρχαίας καὶ πρεσβυτέρας τἀναντία· πάσης γὰρ καλῆς πράξεως
<lb n="25"/> ἀφ’ ἱερῶν τελείων οἱ πρότεροι κατήρχοντο, νομίζοντες μάλιστα οὕτως
αἴσιον ἀποβήσεσθαι τὸ τέλος αὐτοῖς, καὶ πρὶν εὔξασθαί τε καὶ θῦσαι,
<note xml:lang="mul" type="footnote"><lb/>1 ὄγκον H: οἶκον MGU, οἶον FL παράφυσιν coni. Cohn coni. Cohn ἰδούσης καχεξίας codd.: οἰδοῦσαν καχεξίαν Mang.
<lb/>2 παράφυσιν
<lb/>3 περιταθῆ FH: περὶ πάθη MGU ἐπαινέσεως Cohn: γενέσεως codd., γνησίας Mang.
<lb/>6 ἐρῶντας Turn.: ἐρῶντες codd.
<lb/>7 τἄλλα M ἄλλα #x003E; conicio
<lb/>9 ἀλλ’ FH κατατὸς H κεκλασμένον Mang.: καχαλασμένον codd.
<lb/>10 ἐκμελὲς conicio ὀργάνοις scripsi: ὀργίοις codd.
<lb/>11 ὑμῶν U
<lb/>12 καὶ post τεχνῖται add. M περιεργείας Η
<lb/>13 ἐπιτυχίζοντες M, ἐπιτειχίζονται G πορθήσωμεν H
<lb/>14 δὴ] δὲ H τὸν scripsi: τὸ codd.
<lb/>15 προσφέρονται H: προφέρονται MGUFL
<lb/>16 τοῦ] τὸ Y 16.
<lb/>17 χαίνοντες MGF: χαίροντες· UH
<lb/>17 προσφέρειν H
<lb/>18 διαμελῶσιν G τὸν] τὸ H
<lb/>19 πότον scripsi: ποτὸν codd. περιψύχουσι H γυμνι, tum spat. M, μυρικῶν H 
<lb/>21 ὦτα, ῥῖνας H ἄκρες F τύχη H: τύχοι MGUF
<lb/>24 καὶ τῆς add. U
<lb/>25 πρῶτοι U</note>  

<pb n="v.2.p.166"/>
καὶ εἰ σφόδρα τοῦ πράττειν ἐπέσπευδον οἱ καιροί, πάντως ἀνέμενον οὐκ
ἀεὶ τὸ ταχὺ τοῦ βραδέος ἡγούμενοι κρεῖττον· οὐ προμηθὲς μὲν γὰρ τάχος
βλαβερόν, βραδυτὴς δὲ μετ’ εὐελπιστίας ὠφέλιμον. εἰδότες οὖν, ὅτι
 καὶ ἡ τοῦ οἴνου ἀπόλαυσίς τε καὶ χρῆσις δεῖται πολλῆς ἐπιμελείας,</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>