<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:134-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:134-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="134"><p> δυνάμεως ἣν ἔθος ὀνομάζειν ἁφήν. <milestone unit="altref" n="33"/> τῶν δὲ εἰρημένων
παράδειγμα σαφέστατον οἱ Λείας υἱοί, τῆς ἀρετῆς, οὐχ ἅπαντες, ἀλλὰ
τέταρτός τε καὶ πέμπτος. ἐπὶ μὲν γὰρ τοῦ τετάρτου φησὶ Μωυσῆς,
ὅτι „ἔστη τοῦ τίκτειν“ (Gen. 29, 35), καλεῖται δὲ Ἰούδας, ὃς ἑρμηνεύεται
κυρίῳ ἐξομολόγησις. τὸν δὲ πέμπτον Ἰσσάχαρ προσαγορεύει, μισθὸς <lb n="10"/>
δὲ μεταληφθεὶς καλεῖται. καὶ τεκοῦσα τὸν τρόπον τοῦτον ἡ ψυχὴ ὃ
ἔπαθεν εὐθὺς ἐξελάλησεν· „ἐκάλεσε“ γάρ φησι „τὸ ὄνομα αὐτοῦ Ἰσσάχαρ,
 ὅ ἐστι μισθός“ (Gen. 30, 18).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="135"><p>οὐκοῦν Ἰούδας ὁ εὐλογῶν τὸν
θεὸν νοῦς καὶ τὰς εἰς αὐτὸν εὐχαρίστους ὑμνῳδίας ἀπαύστως μελετῶν
αὐτὸς ὁ πρὸς ἀλήθειαν „ἅγιος καὶ αἰνετὸς καρπὸς“ ἦν, οὐχ ὑπὸ γῆς <lb n="15"/>
δένδρων, ἀλλ’ ὑπὸ φύσεως λογικῆς καὶ σπουδαίας ἐνεχθείς. παρὸ καὶ
ἡ τεκοῦσα αὐτὸν φύσις „στῆναι“ λέγεται „τοῦ τίκτειν“, ἐπεὶ καὶ πῇ
τράπηται οὐκ εἶχεν ἔτι, πρὸς τὸν τελειότητος ὅρον ἐλθοῦσα· τῶν γὰρ
ἀποκυηθέντων κατορθωμάτων ἁπάντων ἄριστον καὶ τελειότατον γέννημα
 ὁ εἰς τὸν πατέρα τοῦ παντὸς ὕμνος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="136"><p>ὁ δὲ πέμπτος υἱὸς τῆς κατὰ τὸν <lb n="20"/>
πέμπτον ἐνιαυτὸν τῶν φυτευθέντων ἀδιαφορεῖ χρήσεως· ὅ τε γὰρ γεωπόνος μισθὸν τρόπον τινὰ λαμβάνει παρὰ τῶν δένδρων ἔτει πέμπτῳ
καὶ τὸ τῆς ψυχῆς γέννημα Ἰσσάχαρ [ὃς] μισθὸς ἐκαλεῖτο, καὶ σφόδρα
εἰκότως, μετὰ τὸν εὐχάριστον Ἰούδαν ἀποκυηθείς· τῷ γὰρ <milestone unit="altpage1" n="p. 350 Μ."/>  εὐχαρίστῳ
 μισθὸς αὐτὸ τὸ εὐχαριστεῖν αὐταρκέστατος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="137"><p>οἱ μὲν οὖν τῶν δένδρων <lb n="25"/>
καρποὶ γεννήματα λέγονται τῶν ἐχόντων, ὁ δὲ παιδείας καὶ φρονήσεως
οὐκέτι ἀνθρώπου, μόνου δέ, ὥς φησι Μωυσῆς, τοῦ πανηγεμόνος· εἰπὼν
γὰρ „τὰ γεννήματα αὐτοῦ“ ἐπιφέρει· „ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν“,
ἐναργέστατα παριστὰς ὅτι οὗ τὸ γέννημα καὶ ὁ τῆς ψυχῆς καρπός,
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ διὰ M
<lb/>2 ἡ M παντοδαπὰς Turn.: πάντα ποιοῦσα Η, ἅπαντα ποιοῦσα MGU, ἁπάσας ποιοῦσα F
<lb/>5 ψυχρότητας add. Mang. 5.
<lb/>6 σκιδνωμένης M 
<lb/>8 τέταρτός] διά M έ M ἐπὶ] ἐπὰν M
<lb/>11 τρόπον] πρότερον L 
<lb/>12 ἐξελάκησεν U 12.
<lb/>13 ἰσάχαρ M
<lb/>13 ἐστιν Η
<lb/>15 πρὸς] spatium in M ἣν UH: ἣν MF, ὃς G2 in ras.
<lb/>16 post σπουδαίας add. ἐστὶν G2 παρ’ ὃ U καὶ] δὲ M
<lb/>18 τράπηται scripsi: τραπῆ codd. τελειότητος GU: τελειότατον MFH
<lb/>10 ἀρεστὸν M
<lb/>20 ε' M
<lb/>21 ε' M
<lb/>22 ἔτει MH: ἔτι GUF
<lb/>23 καὶ H: om. MGUF ὃς] ὁ U, ὃς secl. Cohn
<lb/>24 τὸν] τὴν H
<lb/>25 αὐτῶ M1H
<lb/>26 δὲ] γὰρ M
<lb/>28 γενήματα G ἡμῶν M1 οὕ MH: οὐ G1UF, καὶ G2</note>  

<pb n="v.2.p.161"/>
εἷς ἐστιν ὁ θεός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="138"><p>τούτῳ καὶ παρά τινι τῶν προφητῶν χρησθὲν συνᾴδει τόδε· „ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. τίς σοφὸς καὶ συνήσει ταῦτα;
συνετὸς καὶ γνώσεται αὐτά“ (Hos. 14,9.10) ; οὐ γὰρ παντὸς ἀλλὰ
μόνου σοφοῦ τὸ γνῶναι, τίνος ὁ διανοίας καρπός ἐστι.</p><lb n="5"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="139"><p><milestone unit="altref" n="34"/> Περὶ μὲν οὖν γεωργίας τῆς πρεσβυτάτης καὶ ἱερωτάτης, ᾗ τὸ αἴτιον πρὸς τὸν κόσμον, τὸ παμφορώτατον φυτῶν, χρῆται, καὶ περὶ
τῆς ἑπομένης, ἣν ὁ ἀστεῖος ἐπιτηδεύει, καὶ περὶ τῆς φερομένης τετράδος τῶν ἄθλων, καὶ ἃ κατὰ προστάξεις καὶ ὑφηγήσεις νόμων συνεκροτεῖτο,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="140"><p>ὡς οἷόν τε ἦν εἴπομεν. τὴν δὲ τοῦ δικαίου Νῶε ἀμπελουργικήν, <lb n="10"/> εἶδος γεωργικῆς οὖσαν, ἐπισκεψώμεθα. λέγεται γὰρ ὅτι „ἤρξατο
Νῶε ἄνθρωπος εἶναι γεωργὸς γῆς· καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε
τοῦ οἴνου, καὶ ἐμεθύσθη“ (Gen. 9, 20. 21).</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>