<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:127-133</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:127-133</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="127"><p>παλαιὸς γοῦν ᾄδεται λόγος ὑπὸ μὲν σοφῶν εὑρεθείς, μνήμῃ δέ, οἷα
φιλεῖ, κατὰ διαδοχὰς παραδοθεὶς τοῖς μετέπειτα, οὐδὲ τὰς ἀεὶ παιδείας
λίχνους ἡμετέρας παρῆλθεν ἀκοάς. ἔστι δὲ τοιόσδε· ἡνίκα, φασί, τὸν
σύμπαντα κόσμον ὁ ποιητὴς ἐτελεσφόρησεν, ἑνὸς τῶν ὑποφητῶν ἐπύθετο, εἴ τι ποθεῖ μὴ γενόμενον τῶν ὅσα κατὰ γῆς καὶ καθ’ ὕδατος ἢ <lb n="20"/>
ὅσα κατὰ τὴν μετάρσιον ἀέρος ἢ τὴν ἐσχάτην τοῦ παντὸς φύσιν οὐρανοῦ
 γέγονεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="128"><p>ὁ δὲ ἀπεκρίνατο τέλεια μὲν καὶ πλήρη πάντα διὰ πάντων
εἶναι, ἓν δὲ μόνον ζητεῖν, τὸν ἐπαινέτην αὐτῶν λόγον, ὃς τὰς ἐν πᾶσι
καὶ τοῖς βραχυτάτοις καὶ ἀφανεστάτοις δοκοῦσιν ὑπερβολὰς οὐκ ἐπαινέσει μᾶλλον ἢ ἐξαγγελεῖ· τὰς γὰρ διηγήσεις τῶν τοῦ θεοῦ ἔργων <lb n="25"/>
αὐταρκέστατον ἐκείνων ἔπαινον εἶναι, προσθήκης οὐδεμιᾶς ἔξωθεν εἰς
<note xml:lang="mul" type="footnote"><lb/>1 δυεῖν (iliF: δυοῖν MH
<lb/>2 γ' M δ' M
<lb/>4 καὶ post ἅγιος add. U 
<lb/>5 πλήρη τοῦτον τὸν ἀριθμὸν #x003E;, ὃς καὶ συμπάντων .... ὅρον ἔχει conicio (cf. De opif. §
<lb/>47 ἀριθμῶ M 7.
<lb/>8 ἐν ἀριθμοῖς scripsi: μὲν ἀριθμὸς codd. 
<lb/>8 ἀλλὰ δεκὰς μὲν Η: om. MGUF δυνάμει UH: δύναμιν MGF
<lb/>10 γε] γὰρ conicio ἅγιον] αἰνετόν Mang.
<lb/>11 ἔνεστι MGUFN: ἔστι Η ἐγχαριστῆσαι M 
<lb/>12 ἀναθυμάτων Η
<lb/>14 γεγονὸς G
<lb/>17 μετέπειτα UH: ἔπειτα MGFN 17.
<lb/>18 (8;) οὐδὲ vel παρελθών conicio ἀεὶ παιδείας λίχνους MGUF: εἰς ἀεὶ παιδείας λίχνους N, ἀεὶ λίχνους παιδείας Η
<lb/>19 ἑνὸς] ἐντὸς H
<lb/>20 μὴ γενόμενον ποθεῖ U 
<lb/>20 τῶν] τὸν M
<lb/>23 ὃς] ὡς U
<lb/>24 τοῖς om. L
<lb/>25 μᾶλλον] μόνον H
<lb/>26 ἐπαίτιον N εἶναι HG2: ἶνα MG1UFN</note> <note xml:lang="mul" type="footnote">9—159,17
<lb/>17 N fol. 188r: τόν τε παιδείς—γεγονότων.</note>  

<pb n="v.2.p.159"/>
κόσμον δεομένων, ἀλλὰ τὸ ἀψευδὲς τῆς ἀληθείας τελειότατον ἐχόντων
ἐγκώμιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="129"><p>ἀκούσαντα δὲ τὸν πατέρα τοῦ παντὸς τὸ λεχθὲν ἐπαινέσαι, καὶ οὐκ εἰς μακρὰν τὸ πάμμουσον καὶ ὑμνῳδὸν ἀναφανῆναι γένος ἐκ
μιᾶς δὴ τῶν περὶ αὐτὸν δυνάμεων παρθένου Μνήμης, ἣν Μνημοσύνην
<lb n="5"/> παρατρέποντες οἱ πολλοὶ τοὔνομα καλοῦσιν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="130"><p><milestone unit="altref" n="31"/> ὁ μὲν οὖν τῶν παλαιῶν μῦθος ὧδε ἔχει. ἑπόμενοι δὲ ἡμεῖς αὐτῷ λέγομεν, ὅτι οἰκειότατόν
ἐστιν ἔργον θεῷ μὲν εὐεργετεῖν, γενέσει δὲ εὐχαριστεῖν μηδὲν
ἔξω τούτου πλέον τῶν εἰς ἀμοιβὴν ἀντιπαρασχεῖν δυναμένῃ· ὃ γὰρ ἂν
θελήσῃ τῶν ἄλλων ἀντιχαρίσασθαι, τοῦθ’ εὑρήσεται τοῦ πάντα πεποιηκότος
<lb n="10"/> ἀλλ’ οὐ τῆς κομιζούσης φύσεως κτῆμα ἴδιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="131"><p>μαθόντες οὖν, ὡς ἓν ἔργον ἡμῖν ἐπιβάλλει μόνον ἐν τοῖς πρὸς τιμὴν θεοῦ, τὸ εὐχάριστον,
τοῦτο ἀεὶ καὶ πανταχοῦ μελετῶμεν διὰ φωνῆς καὶ διὰ γραμμάτων
ἀστείων καὶ μηδέποτε ἐπιλείπωμεν μήτε λόγους ἐγκωμιαστικοὺς μήτε
ποιήματα συντιθέντες, ἵνα καὶ ἐμμελῶς καὶ χωρὶς μέλους καὶ καθ’ ἑκατέραν
<lb n="15"/> φωνῆς ἰδέαν, ᾗ τὸ λέγειν καὶ τὸ ᾄδειν ἀποκεκλήρωται, ὅ τε
 κοσμοποιὸς καὶ ὁ κόσμος γεραίρηται, „ὁ μέν“, ὡς ἔφη τις,  <milestone unit="altpage2" n="p. 349 M."/> „ἄριστος τῶν
αἰτίων, ὁ δὲ τελειότατος τῶν γεγονότων“. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="132"><p><milestone unit="altref" n="32"/> ἐπειδὰν οὖν ἔτει καὶ ἀριθμῷ τετάρτῳ πᾶς ὁ ψυχῆς ἀφιερωθῇ καρπός, τῷ πέμπτῳ τὴν ἀπόλαυσιν
καὶ χρῆσιν ἡμεῖς αὐτοὶ σχήσομεν. φησὶ γάρ· „ἐν τῷ ἔτει τῷ
<lb n="20"/> πέμπτῳ φάγεσθε τὸν καρπόν“, ἐπειδὴ τὸ γεγονὸς τοῦ πεποιηκότος
ὕστερον ἐν ἅπασιν ἐξετάζεσθαι νόμος φύσεως ἀνεπίληπτος, ὥστε κἄν, εἰ τῶν δευτερείων ἀντιλαμβανοίμεθα, καὶ θαυμαστὸν ἡγεῖσθαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="133"><p> καὶ διὰ τοῦτο μέντοι τὸν καρπὸν τοῦ πέμπτου ἡμῖν ἀνατίθησιν, ὅτι αἰσθήσεως
πεντὰς ἀριθμὸς οἰκεῖος καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ τρέφον τὸν νοῦν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀψευδέστατον FN
<lb/>2 ἀκούσαντος M
<lb/>3 ἀναφανεῖται L, ἀναφῆναι coni. Mang. 
<lb/>4 δὴ scripsi: δὲ codd. N αὐτῶν Η ἣν] τὴν U
<lb/>5 καλοῦσι Η 5.
<lb/>6 ὁ μὲν—λέγομεν om. N
<lb/>7 θεῷ scripsi: θεὸν codd. N γενέσει scripsi: γένεσιν codd. N μηδὲ H
<lb/>8 τούτου om. N πλεόντων M δυναμένη scripsi: δυναμένην FN, δυναμένων GHU, δύναμέν (sic!) M
<lb/>9 εὑρήσεται Η, εὑρήσει conicio
<lb/>10 φύσεως Η: om. MGUFN
<lb/>11 ἓν ἔργον MG: ἐνεργὸν UFN, ἔργον ἓν ἐν Η
<lb/>14 ποίημα Η 14.
<lb/>15 ἑτέραν U
<lb/>15 ἣ ’ ᾗ #x003E; τὸ λέγειν καὶ #x003E; conicio ἀεὶ δεῖν FN
<lb/>16 γεραίρεται FN 
<lb/>17 αἰτιῶν M ἐπειδὴ M ἔτει H: ἔτι MGUF
<lb/>19 αὑτοὶ σχήσομεν Cohn: αὐτοῖς χρήσομεν codd.
<lb/>20 τὸν om. H 21. ἅπασιν H: ἁπάσαις MGUF 
<lb/>22 ἀντιλαμβανοίμεθα H: ἐπιλανθανοίμεθα MGUF καὶ vid. del. θαυμαστῶν G2 
<lb/>23 ἑ M πέμπτου #x003E; conicio ὅταν M
<lb/>24 post οἰκεῖος add. εἴδους καὶ ἐν αἰσθήσει γένους πλεῖστον μετέχομεν MGUF</note> <note xml:lang="mul" type="footnote"><lb/>16 cf. Platonis Timaeum p.
<lb/>29 Α.</note>  

<pb n="v.2.p.160"/>
ἡμῶν ἐστιν αἴσθησις, ἢ δι’ ὀφθαλμῶν τὰς χρωμάτων καὶ σχημάτων
ποιότητας εὐτρεπίζουσα ἢ δι’ ὤτων παντοδαπὰς τὰς τῶν φωνῶν ἰδιότητας ἢ διὰ μυκτήρων ὀσμὰς ἢ χυλοὺς διὰ στόματος ἢ μαλακότητας
εὐενδότους καὶ σκληρότητας ἀντιτύπους ἢ λειότητας καὶ τραχύτητας,
<add>ψυχρότητάς</add> τε αὖ καὶ θερμότητας διὰ τῆς ἀνὰ πᾶν τὸ σῶμα σκιδναμένης <lb n="5"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>