<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:120-126</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:120-126</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="120"><p>λόγον γὰρ καὶ φυσικώτατον καὶ ἠθικώτατον ἔχει· τάς τε γοῦν τοῦ παντὸς ῥίζας, ἐξ ὧν ὁ κόσμος, τέτταρας εἶναι συμβέβηκε, γῆν,
<lb n="10"/> ὕδωρ, ἀέρα, πῦρ, καὶ τὰς ἐτησίους ὥρας ἰσαρίθμους, χειμῶνα καὶ θέρος
καὶ τὰς μεθορίους, ἔαρ τε καὶ μετόπωρον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="121"><p>πρεσβύτατός τε αὖ τετραγώνων ὁ ἀριθμὸς ὢν ἐν ὀρθαῖς γωνίαις, ὡς τὸ κατὰ γεωμετρίαν δηλοῖ
σχῆμα, ἐξετάζεται· αἱ δ’ εἰσὶν ὀρθότητος λόγου σαφῆ δείγματα, πηγὴ
δὲ ἀέναος ἀρετῶν ὁ ὀρθὸς λόγος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="122"><p>ἀνάγκη μέντοι τὰς τοῦ τετραγώνου <lb n="15"/> πλευρὰς ἴσας εἶναι· δικαιοσύνην δὲ ἰσότης τὴν ἔξαρχον καὶ ἡγεμονίδα
τῶν ἀρετῶν ἔτεκεν· ὥστε ἰσότητος καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς
χωρὶς τῶν ἄλλων ἐπιδείκνυται τὸν ἀριθμὸν εἶναι σύμβολον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="123"><p>καλεῖται δ’ ἡ τετρὰς καὶ „πᾶς“, ὅτι τοὺς ἄχρι δεκάδος καὶ αὐτὴν δεκάδα περιέχει
δυνάμει. <milestone unit="altref" n="29"/> ὅτι μὲν οὖν τοὺς πρὸ αὐτῆς, παντί τῳ δῆλον· ὅτι δὲ
<lb n="20"/> καὶ τοὺς μετ’ αὐτήν, ἐξ ἐπιλογισμοῦ ῥᾴδιον ἰδεῖν [ἐν ἀριθμῷ μὲν ἕξ]·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="124"><p>ἕν, δύο, τρία, τέτταρα συντιθέντες ὃ ἠποροῦμεν εὑρήσομεν. ἐκ μὲν γὰρ ἑνὸς καὶ τεττάρων πεντὰς ἔσται, ἐκ δὲ δυεῖν καὶ τεττάρων ἑξάς,
ἑβδομὰς δὲ ἐκ τριῶν καὶ τεττάρων· καὶ κατὰ τὴν διπλῆν σύνθεσιν ἐξ
<note xml:lang="mul" type="footnote"><lb/>1 ante φῶς ras. in H
<lb/>3 ἀστέρων scripsi: ἄστρων codd. ἔτι δὲ conicio μῆνας Η: μῆνα MGUF ἐνιαυτὸν F post ἐνιαυτοὺς add. καὶ v
<lb/>4 ἐπαρέτωσαν UF ἀριθμῶν coni. Mang.
<lb/>5 τῆς ψυχῆς F ἀγαθὸν Turn.: ἀπάτη codd., ἀγαθὸν #x003E; conicio
<lb/>6 αὐτὸν MFH: αὐτὴν GU
<lb/>7 ἐνιαυτῶν U
<lb/>8 λόγω G1FL2 καὶ γὰρ Η τε] αὐτὸν
<lb/>9 τοῦ] τῆς M ἐξ H2: om. ’ συμβέβηκεν M γῆν] γῆν τε GU
<lb/>10 καὶ πῦρ G ὥρας H2: om. MGUFH1
<lb/>11 μεθωρίους G πρεσβύτατος] πρῶτος coni. Mang.
<lb/>12 ὁ om. H 
<lb/>13 M
<lb/>14 ἀέναος G: ἀένναος ceteri
<lb/>6 om. F
<lb/>15 δικαιοσύνην H: δικαιοσύνη MGUF ἰσότης H: ἰσότητος MGUF
<lb/>17 τῶν Turn.: ὦν MUFH, ὢν G #x003E; τὸν coni. Mang.
<lb/>18 δ’ ἡ F, δὴ M: δὲ GUH πρὸ MGUF: τὰ H
<lb/>19 τοὺς GUF: τὰς HL1, τὴν L2, τὰ Mang. τοὺς πρὸ αὐτῆς] spat.
<lb/>6 litt. M αὑτῆς Turn. μονάδα post αὐτῆς add. GUF τω MGUF: τε H, γε v 19.
<lb/>20 δὲ καὶ τοὺς H; δὲ καὶ τοῦ MF, δέκα τοῦ G, δ’ ἑκατοῦ U
<lb/>20 ῥαδίως Η ἐμ ἓξ secl. Cohn ἀριθμῶ μὲν ἐξ MGUF: ἀριθμῶ HL1, ἀριθμῶ ἓξ L2, ἀριθμῶν συνθέσει coniciebam
<lb/>21 συντεθέντες H post ἠποροῦμεν add. καὶ F
<lb/>22 πεντὰς—τεττάρων om. MF δυεῖν U: δυοῖν GH 
<lb/>23 διπλῆν MGUF: τριπλῆν Η</note>  

<pb n="v.2.p.158"/>
ἑνὸς καὶ τριῶν καὶ τεττάρων ὀγδοάς, καὶ πάλιν ἐκ δυεῖν καὶ τριῶν καὶ
τεττάρων ὁ ἐννέα ἀριθμός, δεκὰς δὲ ἐκ πάντων· ἓν γὰρ καὶ δύο καὶ
 τρία καὶ τέτταρα δέκα γεννᾷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="125"><p>διὰ τοῦτο καὶ Μωυσῆς εἶπεν, ὅτι „ἔτει
τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος“· ἄρτιον γὰρ καὶ ὁλόκληρον
καὶ πλήρη, ὡς καὶ σύμπαντα, ὡς τύπῳ φάναι, λόγον ἔχει, διὰ <lb n="5"/>
τὸ δεκάδα, ἣν τετρὰς ἐγέννησε, πρῶτον καμπτῆρα τῶν ἀπὸ μονάδος
συντιθεμένων ἀριθμῶν ἑστάναι· <milestone unit="altpage1" n="p. 348 M."/>  δεκὰς δὲ καὶ τετρὰς „πᾶς“ ἐν ἀριθμοῖς
εἶναι λέγεται, ἀλλὰ δεκὰς μὲν ἀποτελέσματι, τετρὰς δὲ δυνάμει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="126"><p><milestone unit="altref" n="30"/> τόν τε παιδείας καρπὸν οὐ μόνον ἅγιον, ἀλλὰ καὶ αἰνετὸν εἶναί
φησι προσηκόντως· ἑκάστη μέν γε τῶν ἀρετῶν ἐστι χρῆμα ἅγιον, εὐχαριστία <lb n="10"/>
δὲ ὑπερβαλλόντως· θεῷ δὲ οὐκ ἔνεστι γνησίως εὐχαριστῆσαι δι’
ὧν νομίζουσιν οἱ πολλοὶ κατασκευῶν ἀναθημάτων θυσιῶν—οὐδὲ γὰρ
σύμπας ὁ κόσμος ἱερὸν ἀξιόχρεων ἂν γένοιτο πρὸς τὴν τούτου τιμήν
—, ἀλλὰ δι’ ἐπαίνων καὶ ὕμνων, οὐχ οὓς ἡ γεγωνὸς ᾄσεται φωνή,
ἀλλὰ οὓς ὁ ἀειδὴς καὶ καθαρώτατος νοῦς ἐπηχήσει καὶ ἀναμέλψει. <lb n="15"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>