<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:113-119</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:113-119</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="113"><p><milestone unit="altref" n="27"/> καὶ <lb n="15"/> μήν φησί γε· „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται“,
ὡς εἰωθότος δήπου περικαθαίρεσθαι ἀεί. λεκτέον οὖν, ὅτι
καὶ τοῦθ’ ἕν ἐστι τῶν ἐν ὑπονοίαις ἀποδιδομένων, τοῦ ῥητοῦ μὴ σφόδρα
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ ἀγαθὸν M, τὸν ἀγαθὸν F ἐξέδησαν M
<lb/>2 ἐπίκλησιν conicio ῥάβδου G ἐξελέπισε H o λευκὰ] λεπτὰ H2 τὸ] τὸν M τῆς UFH: τοῖς MG μέσοις H: μέσοισι ceteri
<lb/>4 ποικιλίαις G σκοταίοις GF: σκοτέοις M, σκοταίας UH ζοφεροῖς M: ζοφεραῖς GF, ζοφερὰς UH ἀναιρεθείσης FH: ἀναιρεθίση U, ἀνερεθίση MG ἀναιρεθείσης πανταχοῦ coiiicio 4.
<lb/>5 ποικιλλόμενον Mang.: ποικιλλομένη codd. 
<lb/>5 γενόμενον L, ἡνωμένον coniciebam #x003E; ἀδελφὸν conicio
<lb/>6 παρ’ ὃ U τιθέντι GU, τεχθέντι F, ταχθέντι L2 διήρηται MG τὸν Η: τὸ MGUF 
<lb/>7 διηθισμένον G χρημάτων M
<lb/>8 ἄκρας ex Clem. addidi ἐσχάτων ex Clem. scripsi: ἄκρων codd. καθαρῶν M
<lb/>10 ἀντιρέπον M II ἀνενδύαστον F δεξιώμεθα conicio, cf. Clem.
<lb/>12 τὸ ξύλον F: ξύλον ceteri 12.13 ἀλήθειαν MG
<lb/>13 πεπίστωται Mang.: πεπίστευται codd.
<lb/>14 ἢ post σταφυλὴν om. G
<lb/>15 αὐτῆς M ἀπερικάθαρτος Mang.: ἀκάθαρτος codd.
<lb/>16 δήποτε M 
<lb/>17 τοῦτ’ ἔνεστι MG, τοῦτ’ ἐστι F ἐν H: μὲν MGUF ὑπονοίας U</note> <note xml:lang="mul" type="footnote">4—11 Clem. Paedag. III ἑ
<lb/>53 p. 285 P δίδωσιν οὑν ἡμῖν ὁ παιδαγωγὸς ἐσθῆτι χρῆσθαι τῇ λιτῇ, χρόᾳ δὲ τῇ λευκῇ, ὡς προειρήκαμεν, ἵνα μὴ τέχνη ποικιλλομένῃ, φύσει δὲ γεννωμένῃ οἰκειούμενοι πᾶν ὅσον ἀπατηλὸν καὶ τῆς ἀληθείας καταψευδόμενον παρωσάμενοι τὸ μονότροπον καὶ μονοπρόσωπον τῆς ἀληθείας ἀσπασὠμεθα....
<lb/>54 παρ’ ὃ καὶ ὁ ἐν τῷ νόμῳ περὶ τῆς λέπρας διὰ Μωυσέως τεθεὶς νόμος τὸ ποικίλον καὶ πολύστικτον ὡς οὐχ ὅσιον ἀπωθεῖται . . . τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ κεφ αλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον τῆς ἀληθείας ἀπλοῦν ἀγαπήσωμεν χρῶμα.</note>  

<pb n="v.2.p.156"/>
συνᾴδοντος. ἡ δὲ λέξις ἐστὶν ἀμφίβολος· δηλοῖ γὰρ ἓν μέν τι τοιοῦτον
„ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται“, εἶτα ἰδίᾳ τὸ „ἀπερικάθαρτος οὐ
βρωθήσεται“, ἕτερον δὲ „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος“,
 ἔπειθ’ οὕτως „<add>οὐ</add> βρωθήσεται.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="114"><p>κατὰ μὲν οὖν τὸ πρότερον
σημαινόμενον ταῦτα ἄν τις ἐκδέξαιτο· τῶν τριῶν ἐτῶν ἀντὶ τοῦ τριμεροῦς <lb n="5"/>
χρόνου παραλαμβανομένων, ὃς εἰς τὸν παρεληλυθότα καὶ ἐνεστῶτα
καὶ μέλλοντα τέμνεσθαι πέφυκεν, ὁ τῆς παιδείας καρπὸς ἔσται
καὶ ὑποστήσεται καὶ μενεῖ σῷος κατὰ πάντα τὰ χρόνου τμήματα, ἴσον
τῷ δι’ αἰῶνος φθορὰν μὴ δεχόμενος· ἄφθαρτος γὰρ ἡ τοῦ ἀγαθοῦ
φύσις. „ἀπερικάθαρτος δὲ καρπὸς οὐ βρωθήσεται“, παρόσον οἱ μὲν <lb n="10"/>
κεκαθαρμένοι καὶ ὑγιαίνοντες ἀστεῖοι λόγοι ψυχὴν τρέφουσι καὶ νοῦν
αὔξουσιν, οὐ τρόφιμοι δέ εἰσιν οἱ ἐναντίοι νόσον καὶ φθορὰν ἐπιπέμποντες
 αὐτῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="115"><p>κατὰ δὲ τὸ ἕτερον σημαινόμενον ὥσπερ ἀναπόδεικτος
λέγεται διχῶς, ὅ τε δυσκόλως ἀργαλεότητος ἕνεκα ἐπιδεικνύμενος καὶ ὁ
ἐνθένδε γνώριμος ἐξ αὑτοῦ, τὸ σαφὲς οὐκ ἐκ τῆς ἑτέρου μαρτυρίας, <lb n="15"/>
ἀλλ’ ἐκ τῆς ἐμφαινομένης ἐναργείας αὐτῷ πιστούμενος, ᾧ πρὸς τοὺς
συλλογιστικοὺς εἴωθεν ἡ διαλεκτικὴ λόγους χρῆσθαι, οὕτως ἀπερικάθαρτος καρπὸς ὅ τε δεόμενος καθάρσεως καὶ μὴ κεκαθαρμένος, καὶ ὁ
 τηλαυγέστατος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="116"><p>τοιοῦτός ἐστιν ὁ παιδείας καρπὸς τρία ἔτη, τουτέστι
τὸν τριμερῆ χρόνον, τὸν σύμπαντα αἰῶνα, καθαρώτατος καὶ διαυγέστατος, <lb n="20"/>
ὑπ’ οὐδενὸς βλαβεροῦ συσκιαζόμενος, λουτρῶν καὶ περιρραντηρίων
ἢ συνόλως ἑτέρου τινὸς τῶν εἰς κάθαρσιν τεινόντων οὐδαμῇ οὐδαμῶς
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="117"><p> χρεῖος ὤν. <milestone unit="altref" n="28"/> „τῷ <milestone unit="altpage1" n="p. 347 M"/>  δὲ ἔτει“ φησί „τῷ τετάρτῳ ἔσται πᾶς ὁ
καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ“. τὸν τέσσαρα ἀριθμὸν πολλαχοῦ μὲν τῆς νομοθεσίας, μάλιστα δὲ ἐν τῷ καταλόγῳ τῆς τοῦ παντὸς <lb n="25"/>
 γενέσεως, ἀποσεμνύνειν ἔοικεν ὁ προφητικὸς λόγος·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="118"><p>τὸ γὰρ αἰσθητὸν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἓν] ἐν M
<lb/>2 ἔτη om. U 2.
<lb/>3 εἶτα—ἔσται om. F
<lb/>2 ἰδίω M 2—4 οὐ—ἀπερικάθαρτος om. G
<lb/>2 οὐ] κἄπειθ’ οὕτω L
<lb/>4 κἄπειθ’ οὐ Mang. οὕτως οὐ scripsi: οὕτω cotld. b ταύτῃ conicio ἐκδέξαιτο Turn.: ἐκδέξηται τὸ MGUF, ἐκδέξεται Η
<lb/>6 ὃς] ὃ MF
<lb/>7 οὖν post παιδείας add. H2 
<lb/>8 μένε’. MGF τὰ om. U κτήματα MCrF
<lb/>9 τῳ] τὸ M μὴ] μὲν M 
<lb/>10 παρόσον M: παρ’ ὅσον ceteri
<lb/>11 νοῦν] γῆν F 12.
<lb/>13 ἐπιπέμποντες scripsi: ἐπιλάμποντες codd.
<lb/>14 #x003E; λέγεται coni. Cohn
<lb/>15 αὑτοῦ Turn.: αὐτοῦ codd.
<lb/>16 φαινομένης U ἐνεργείας GUF αὐτὸ M ᾧ scripsi: καὶ codd., ᾦ καὶ coni. Cohu 16.
<lb/>17 ἀπὸ τοὺς συλλογικοὺς M
<lb/>17 λόγους F: λόγοις ceteri
<lb/>18 καθάρσεως Η : καθαιρέσεως MGUF καὶ ὁ H: om. MGUF 
<lb/>19 τῆς παιδείας H τοῦτ’ ἔστι M
<lb/>22 τεινόντως M οὐδαμῆ οὐδαμῶς MGF: οὐδαμῆ U, οὐδαμῶς Η
<lb/>24 αἰνετὸς Mang.: ἒν ἔτος codd.</note>  

<pb n="v.2.p.157"/>
καὶ τίμιον φῶς, τὸ καὶ ἑαυτοῦ καὶ τῶν ἄλλων σαφέστατον γνώρισμα,
καὶ τοὺς τοκέας αὐτοῦ ἥλιον καὶ σελήνην καὶ τὸν ἱερώτατον χορὸν τῶν
ἀστέρων, οἳ νύκτα τε καὶ ἡμέραν, ἔτι τε μῆνας καὶ ἐνιαυτοὺς ἀνατολαῖς
καὶ δύσεσιν ἐπεράτωσαν ἀριθμοῦ τε φύσιν ἀνέδειξαν, οἷς τὸ μέγιστον
<lb n="5"/> ψυχῆς ἀγαθὸν ἀνάκειται, ἡμέρᾳ τετάρτῃ φησὶ δημιουργηθῆναι (Gen.
1, 14).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="119"><p>διαφερόντως δὲ καὶ νῦν αὐτὸν ἐκτετίμηκεν, οὐκ ἐν ἑτέρῳ χρόνῳ τὸν τῶν δένδρων καρπὸν ἀναθεὶς τῷ θεῷ ἢ ἐνιαυτῷ τῆς φυτείας
τετάρτῳ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>