<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:110-126</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:110-126</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="110"><p> ἀκαθαρσίαν ξύλου τοῦ φυτευθέντος ἐδωδίμου. <milestone unit="altref" n="26"/> ἀλλ’ ἡμεῖς μὲν
οὐδὲ διδασκόμενοι πρὸς εὐμάθειαν ἐπιδίδομεν· ἔνιοι δὲ αὐτοδιδάκτῳ
<note xml:lang="mul" type="footnote"><lb/>1 εὔνοια] ἐν οἷς FL2, ἔννοια Turn. τοῦ τῷ πλησίον εἶναι Turn.: τούτων πλησίον γὰρ γὰρ om. F) εἶναι codd. αὐτοῦ Mang. ex Clem.: αὐτὰ codd.
<lb/>2 γε] γᾶι M χαμαιτύπαι scripsi: χαμαιτύποι MGFH, μαχαιτύποι U αὐτῶν Η2: αὐτῶν UH1, αὐτῶν ὧν MGF
<lb/>3 οἱ μὲν M προσάγειν H: προσενάγειν MU, πρὸς ἓν ἄγειν GF, προσάπτειν conicio
<lb/>4 οὖν Η: om. MGUF ἱερωνείας F φιλοσοφίας G .5 γε Η: om. MGUF ἁγιστεία Mang.: πίστις codd.
<lb/>6 παραπέφυκεν M 8.
<lb/>9 ἡ ἀρνήσωνται— λεηλατήσωσι om. U
<lb/>8 ἀρνήσονται G 8.
<lb/>9 χρεοκοπήσουσιν G
<lb/>9 λεηλατήσωσιν M
<lb/>10 τὸ] τῶ Η
<lb/>12 κἄν καθ’ scripsi: κἄν MGHFN, καθ’ U
<lb/>13 ἁπάσης ἡμέρας N
<lb/>13 ἐπιστρέφεσθαι M
<lb/>15 οὐ] εἰ N 15.
<lb/>16 πολλῶ πυρὶ Η 
<lb/>16 φλέγοντι G2 συγκατέφλεξαν M, συνέφλεξαν FN
<lb/>17 ὑπομιμνήσκουσι N 
<lb/>18 που] μου F, om. N
<lb/>19 περιαίρειν U
<lb/>20 διήρηται G2
<lb/>22 ἐπιδίδομεν GH2: ἐπιδιδῶμεν M, ἀποδίδομεν UFH1</note> <note xml:lang="mul" type="footnote"><lb/>1 Clem. Paedag. I §
<lb/>97 p. 156 P: εὔνοια δὲ οὐδὲ ἀλλ’ ἡ βούλησίς ἐστιν ἀγαθοῦ τοῦ τῷ Hoeschel) πλησίον αὐτοῦ χάριν ἐκείνου. Strom. II §
<lb/>28 p. 444: εὔνοια δέ ἐστι βούλησις ἀγαθῶν ἑτέρῳ ἕνεκεν αὐτοῦ ἐκείνου. Et Pbilo et Ciomeiis a Stoicis peudere videntur 11—18 N fol. 188r ἀλλὰ γὰρ—ἁμαρτίαν.</note>  

<pb n="v.2.p.155"/>
τῇ φύσει χρησάμενοι τἀγαθὸν ἐξέδυσαν τῶν ἐνειλημμένων βλαβῶν,
καθάπερ ὁ ἀσκητὴς ἐπίκλην Ἰακώβ· οὗτος γὰρ „ῥάβδους ἐλέπισε
λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν“ (Gen. 30,37), ἵνα τῆς ἐν μέσοις
ποικιλίας σκοταίοις καὶ ζοφεροῖς πανταχοῦ ἀναιρεθείσης τὸ μὴ τέχνῃ ποικιλλόμενον,
<lb n="5"/> φύσει δὲ γεννώμενον ἀδελφὸν αὐτῆς λευκὸν εἶδος ἀναδειχθῇ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="111"><p> παρὸ καὶ ἐν τῷ περὶ τῆς λέπρας  <milestone unit="altpage2" n="p. 346 M."/> τεθέντι νόμῳ διείρηται τὸν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ
κεφαλῆς <add>ἄκρας</add> ἕως ποδῶν ἐσχάτων καθαρὸν εἶναι (Lev. 13,12.13),
ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον
<lb n="10"/> καὶ ἀντιρρέπον καὶ ἐπαμφοτερίζον τῆς διανοίας μεθέμενοι πάθος τὸ
ἀποίκιλον καὶ ἀνενδοίαστον ἀληθείας ἁπλοῦν χρῶμα δεξώμεθα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="112"><p>τὸ μὲν οὖν τὸ ξύλον φάσκειν περικαθαίρεσθαι λόγον ἔχει βεβαιούμενον ἀληθείᾳ, τὸ δὲ τὸν καρπὸν οὐ πάνυ τῷ ἐναργεῖ πεπίστωται· σῦκα γὰρ ἢ
σταφυλὴν ἢ συνόλως καρπὸν οὐδεὶς γεωργῶν περικαθαίρει. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="113"><p><milestone unit="altref" n="27"/> καὶ <lb n="15"/> μήν φησί γε· „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται“,
ὡς εἰωθότος δήπου περικαθαίρεσθαι ἀεί. λεκτέον οὖν, ὅτι
καὶ τοῦθ’ ἕν ἐστι τῶν ἐν ὑπονοίαις ἀποδιδομένων, τοῦ ῥητοῦ μὴ σφόδρα
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ ἀγαθὸν M, τὸν ἀγαθὸν F ἐξέδησαν M
<lb/>2 ἐπίκλησιν conicio ῥάβδου G ἐξελέπισε H o λευκὰ] λεπτὰ H2 τὸ] τὸν M τῆς UFH: τοῖς MG μέσοις H: μέσοισι ceteri
<lb/>4 ποικιλίαις G σκοταίοις GF: σκοτέοις M, σκοταίας UH ζοφεροῖς M: ζοφεραῖς GF, ζοφερὰς UH ἀναιρεθείσης FH: ἀναιρεθίση U, ἀνερεθίση MG ἀναιρεθείσης πανταχοῦ coiiicio 4.
<lb/>5 ποικιλλόμενον Mang.: ποικιλλομένη codd. 
<lb/>5 γενόμενον L, ἡνωμένον coniciebam #x003E; ἀδελφὸν conicio
<lb/>6 παρ’ ὃ U τιθέντι GU, τεχθέντι F, ταχθέντι L2 διήρηται MG τὸν Η: τὸ MGUF 
<lb/>7 διηθισμένον G χρημάτων M
<lb/>8 ἄκρας ex Clem. addidi ἐσχάτων ex Clem. scripsi: ἄκρων codd. καθαρῶν M
<lb/>10 ἀντιρέπον M II ἀνενδύαστον F δεξιώμεθα conicio, cf. Clem.
<lb/>12 τὸ ξύλον F: ξύλον ceteri 12.13 ἀλήθειαν MG
<lb/>13 πεπίστωται Mang.: πεπίστευται codd.
<lb/>14 ἢ post σταφυλὴν om. G
<lb/>15 αὐτῆς M ἀπερικάθαρτος Mang.: ἀκάθαρτος codd.
<lb/>16 δήποτε M 
<lb/>17 τοῦτ’ ἔνεστι MG, τοῦτ’ ἐστι F ἐν H: μὲν MGUF ὑπονοίας U</note> <note xml:lang="mul" type="footnote">4—11 Clem. Paedag. III ἑ
<lb/>53 p. 285 P δίδωσιν οὑν ἡμῖν ὁ παιδαγωγὸς ἐσθῆτι χρῆσθαι τῇ λιτῇ, χρόᾳ δὲ τῇ λευκῇ, ὡς προειρήκαμεν, ἵνα μὴ τέχνη ποικιλλομένῃ, φύσει δὲ γεννωμένῃ οἰκειούμενοι πᾶν ὅσον ἀπατηλὸν καὶ τῆς ἀληθείας καταψευδόμενον παρωσάμενοι τὸ μονότροπον καὶ μονοπρόσωπον τῆς ἀληθείας ἀσπασὠμεθα....
<lb/>54 παρ’ ὃ καὶ ὁ ἐν τῷ νόμῳ περὶ τῆς λέπρας διὰ Μωυσέως τεθεὶς νόμος τὸ ποικίλον καὶ πολύστικτον ὡς οὐχ ὅσιον ἀπωθεῖται . . . τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ κεφ αλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον τῆς ἀληθείας ἀπλοῦν ἀγαπήσωμεν χρῶμα.</note>  

<pb n="v.2.p.156"/>
συνᾴδοντος. ἡ δὲ λέξις ἐστὶν ἀμφίβολος· δηλοῖ γὰρ ἓν μέν τι τοιοῦτον
„ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται“, εἶτα ἰδίᾳ τὸ „ἀπερικάθαρτος οὐ
βρωθήσεται“, ἕτερον δὲ „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος“,
 ἔπειθ’ οὕτως „<add>οὐ</add> βρωθήσεται.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="114"><p>κατὰ μὲν οὖν τὸ πρότερον
σημαινόμενον ταῦτα ἄν τις ἐκδέξαιτο· τῶν τριῶν ἐτῶν ἀντὶ τοῦ τριμεροῦς <lb n="5"/>
χρόνου παραλαμβανομένων, ὃς εἰς τὸν παρεληλυθότα καὶ ἐνεστῶτα
καὶ μέλλοντα τέμνεσθαι πέφυκεν, ὁ τῆς παιδείας καρπὸς ἔσται
καὶ ὑποστήσεται καὶ μενεῖ σῷος κατὰ πάντα τὰ χρόνου τμήματα, ἴσον
τῷ δι’ αἰῶνος φθορὰν μὴ δεχόμενος· ἄφθαρτος γὰρ ἡ τοῦ ἀγαθοῦ
φύσις. „ἀπερικάθαρτος δὲ καρπὸς οὐ βρωθήσεται“, παρόσον οἱ μὲν <lb n="10"/>
κεκαθαρμένοι καὶ ὑγιαίνοντες ἀστεῖοι λόγοι ψυχὴν τρέφουσι καὶ νοῦν
αὔξουσιν, οὐ τρόφιμοι δέ εἰσιν οἱ ἐναντίοι νόσον καὶ φθορὰν ἐπιπέμποντες
 αὐτῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="115"><p>κατὰ δὲ τὸ ἕτερον σημαινόμενον ὥσπερ ἀναπόδεικτος
λέγεται διχῶς, ὅ τε δυσκόλως ἀργαλεότητος ἕνεκα ἐπιδεικνύμενος καὶ ὁ
ἐνθένδε γνώριμος ἐξ αὑτοῦ, τὸ σαφὲς οὐκ ἐκ τῆς ἑτέρου μαρτυρίας, <lb n="15"/>
ἀλλ’ ἐκ τῆς ἐμφαινομένης ἐναργείας αὐτῷ πιστούμενος, ᾧ πρὸς τοὺς
συλλογιστικοὺς εἴωθεν ἡ διαλεκτικὴ λόγους χρῆσθαι, οὕτως ἀπερικάθαρτος καρπὸς ὅ τε δεόμενος καθάρσεως καὶ μὴ κεκαθαρμένος, καὶ ὁ
 τηλαυγέστατος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="116"><p>τοιοῦτός ἐστιν ὁ παιδείας καρπὸς τρία ἔτη, τουτέστι
τὸν τριμερῆ χρόνον, τὸν σύμπαντα αἰῶνα, καθαρώτατος καὶ διαυγέστατος, <lb n="20"/>
ὑπ’ οὐδενὸς βλαβεροῦ συσκιαζόμενος, λουτρῶν καὶ περιρραντηρίων
ἢ συνόλως ἑτέρου τινὸς τῶν εἰς κάθαρσιν τεινόντων οὐδαμῇ οὐδαμῶς
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="117"><p> χρεῖος ὤν. <milestone unit="altref" n="28"/> „τῷ <milestone unit="altpage1" n="p. 347 M"/>  δὲ ἔτει“ φησί „τῷ τετάρτῳ ἔσται πᾶς ὁ
καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ“. τὸν τέσσαρα ἀριθμὸν πολλαχοῦ μὲν τῆς νομοθεσίας, μάλιστα δὲ ἐν τῷ καταλόγῳ τῆς τοῦ παντὸς <lb n="25"/>
 γενέσεως, ἀποσεμνύνειν ἔοικεν ὁ προφητικὸς λόγος·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="118"><p>τὸ γὰρ αἰσθητὸν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἓν] ἐν M
<lb/>2 ἔτη om. U 2.
<lb/>3 εἶτα—ἔσται om. F
<lb/>2 ἰδίω M 2—4 οὐ—ἀπερικάθαρτος om. G
<lb/>2 οὐ] κἄπειθ’ οὕτω L
<lb/>4 κἄπειθ’ οὐ Mang. οὕτως οὐ scripsi: οὕτω cotld. b ταύτῃ conicio ἐκδέξαιτο Turn.: ἐκδέξηται τὸ MGUF, ἐκδέξεται Η
<lb/>6 ὃς] ὃ MF
<lb/>7 οὖν post παιδείας add. H2 
<lb/>8 μένε’. MGF τὰ om. U κτήματα MCrF
<lb/>9 τῳ] τὸ M μὴ] μὲν M 
<lb/>10 παρόσον M: παρ’ ὅσον ceteri
<lb/>11 νοῦν] γῆν F 12.
<lb/>13 ἐπιπέμποντες scripsi: ἐπιλάμποντες codd.
<lb/>14 #x003E; λέγεται coni. Cohn
<lb/>15 αὑτοῦ Turn.: αὐτοῦ codd.
<lb/>16 φαινομένης U ἐνεργείας GUF αὐτὸ M ᾧ scripsi: καὶ codd., ᾦ καὶ coni. Cohu 16.
<lb/>17 ἀπὸ τοὺς συλλογικοὺς M
<lb/>17 λόγους F: λόγοις ceteri
<lb/>18 καθάρσεως Η : καθαιρέσεως MGUF καὶ ὁ H: om. MGUF 
<lb/>19 τῆς παιδείας H τοῦτ’ ἔστι M
<lb/>22 τεινόντως M οὐδαμῆ οὐδαμῶς MGF: οὐδαμῆ U, οὐδαμῶς Η
<lb/>24 αἰνετὸς Mang.: ἒν ἔτος codd.</note>  

<pb n="v.2.p.157"/>
καὶ τίμιον φῶς, τὸ καὶ ἑαυτοῦ καὶ τῶν ἄλλων σαφέστατον γνώρισμα,
καὶ τοὺς τοκέας αὐτοῦ ἥλιον καὶ σελήνην καὶ τὸν ἱερώτατον χορὸν τῶν
ἀστέρων, οἳ νύκτα τε καὶ ἡμέραν, ἔτι τε μῆνας καὶ ἐνιαυτοὺς ἀνατολαῖς
καὶ δύσεσιν ἐπεράτωσαν ἀριθμοῦ τε φύσιν ἀνέδειξαν, οἷς τὸ μέγιστον
<lb n="5"/> ψυχῆς ἀγαθὸν ἀνάκειται, ἡμέρᾳ τετάρτῃ φησὶ δημιουργηθῆναι (Gen.
1, 14).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="119"><p>διαφερόντως δὲ καὶ νῦν αὐτὸν ἐκτετίμηκεν, οὐκ ἐν ἑτέρῳ χρόνῳ τὸν τῶν δένδρων καρπὸν ἀναθεὶς τῷ θεῷ ἢ ἐνιαυτῷ τῆς φυτείας
τετάρτῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="120"><p>λόγον γὰρ καὶ φυσικώτατον καὶ ἠθικώτατον ἔχει· τάς τε γοῦν τοῦ παντὸς ῥίζας, ἐξ ὧν ὁ κόσμος, τέτταρας εἶναι συμβέβηκε, γῆν,
<lb n="10"/> ὕδωρ, ἀέρα, πῦρ, καὶ τὰς ἐτησίους ὥρας ἰσαρίθμους, χειμῶνα καὶ θέρος
καὶ τὰς μεθορίους, ἔαρ τε καὶ μετόπωρον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="121"><p>πρεσβύτατός τε αὖ τετραγώνων ὁ ἀριθμὸς ὢν ἐν ὀρθαῖς γωνίαις, ὡς τὸ κατὰ γεωμετρίαν δηλοῖ
σχῆμα, ἐξετάζεται· αἱ δ’ εἰσὶν ὀρθότητος λόγου σαφῆ δείγματα, πηγὴ
δὲ ἀέναος ἀρετῶν ὁ ὀρθὸς λόγος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="122"><p>ἀνάγκη μέντοι τὰς τοῦ τετραγώνου <lb n="15"/> πλευρὰς ἴσας εἶναι· δικαιοσύνην δὲ ἰσότης τὴν ἔξαρχον καὶ ἡγεμονίδα
τῶν ἀρετῶν ἔτεκεν· ὥστε ἰσότητος καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς
χωρὶς τῶν ἄλλων ἐπιδείκνυται τὸν ἀριθμὸν εἶναι σύμβολον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="123"><p>καλεῖται δ’ ἡ τετρὰς καὶ „πᾶς“, ὅτι τοὺς ἄχρι δεκάδος καὶ αὐτὴν δεκάδα περιέχει
δυνάμει. <milestone unit="altref" n="29"/> ὅτι μὲν οὖν τοὺς πρὸ αὐτῆς, παντί τῳ δῆλον· ὅτι δὲ
<lb n="20"/> καὶ τοὺς μετ’ αὐτήν, ἐξ ἐπιλογισμοῦ ῥᾴδιον ἰδεῖν [ἐν ἀριθμῷ μὲν ἕξ]·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="124"><p>ἕν, δύο, τρία, τέτταρα συντιθέντες ὃ ἠποροῦμεν εὑρήσομεν. ἐκ μὲν γὰρ ἑνὸς καὶ τεττάρων πεντὰς ἔσται, ἐκ δὲ δυεῖν καὶ τεττάρων ἑξάς,
ἑβδομὰς δὲ ἐκ τριῶν καὶ τεττάρων· καὶ κατὰ τὴν διπλῆν σύνθεσιν ἐξ
<note xml:lang="mul" type="footnote"><lb/>1 ante φῶς ras. in H
<lb/>3 ἀστέρων scripsi: ἄστρων codd. ἔτι δὲ conicio μῆνας Η: μῆνα MGUF ἐνιαυτὸν F post ἐνιαυτοὺς add. καὶ v
<lb/>4 ἐπαρέτωσαν UF ἀριθμῶν coni. Mang.
<lb/>5 τῆς ψυχῆς F ἀγαθὸν Turn.: ἀπάτη codd., ἀγαθὸν #x003E; conicio
<lb/>6 αὐτὸν MFH: αὐτὴν GU
<lb/>7 ἐνιαυτῶν U
<lb/>8 λόγω G1FL2 καὶ γὰρ Η τε] αὐτὸν
<lb/>9 τοῦ] τῆς M ἐξ H2: om. ’ συμβέβηκεν M γῆν] γῆν τε GU
<lb/>10 καὶ πῦρ G ὥρας H2: om. MGUFH1
<lb/>11 μεθωρίους G πρεσβύτατος] πρῶτος coni. Mang.
<lb/>12 ὁ om. H 
<lb/>13 M
<lb/>14 ἀέναος G: ἀένναος ceteri
<lb/>6 om. F
<lb/>15 δικαιοσύνην H: δικαιοσύνη MGUF ἰσότης H: ἰσότητος MGUF
<lb/>17 τῶν Turn.: ὦν MUFH, ὢν G #x003E; τὸν coni. Mang.
<lb/>18 δ’ ἡ F, δὴ M: δὲ GUH πρὸ MGUF: τὰ H
<lb/>19 τοὺς GUF: τὰς HL1, τὴν L2, τὰ Mang. τοὺς πρὸ αὐτῆς] spat.
<lb/>6 litt. M αὑτῆς Turn. μονάδα post αὐτῆς add. GUF τω MGUF: τε H, γε v 19.
<lb/>20 δὲ καὶ τοὺς H; δὲ καὶ τοῦ MF, δέκα τοῦ G, δ’ ἑκατοῦ U
<lb/>20 ῥαδίως Η ἐμ ἓξ secl. Cohn ἀριθμῶ μὲν ἐξ MGUF: ἀριθμῶ HL1, ἀριθμῶ ἓξ L2, ἀριθμῶν συνθέσει coniciebam
<lb/>21 συντεθέντες H post ἠποροῦμεν add. καὶ F
<lb/>22 πεντὰς—τεττάρων om. MF δυεῖν U: δυοῖν GH 
<lb/>23 διπλῆν MGUF: τριπλῆν Η</note>  

<pb n="v.2.p.158"/>
ἑνὸς καὶ τριῶν καὶ τεττάρων ὀγδοάς, καὶ πάλιν ἐκ δυεῖν καὶ τριῶν καὶ
τεττάρων ὁ ἐννέα ἀριθμός, δεκὰς δὲ ἐκ πάντων· ἓν γὰρ καὶ δύο καὶ
 τρία καὶ τέτταρα δέκα γεννᾷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="125"><p>διὰ τοῦτο καὶ Μωυσῆς εἶπεν, ὅτι „ἔτει
τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος“· ἄρτιον γὰρ καὶ ὁλόκληρον
καὶ πλήρη, ὡς καὶ σύμπαντα, ὡς τύπῳ φάναι, λόγον ἔχει, διὰ <lb n="5"/>
τὸ δεκάδα, ἣν τετρὰς ἐγέννησε, πρῶτον καμπτῆρα τῶν ἀπὸ μονάδος
συντιθεμένων ἀριθμῶν ἑστάναι· <milestone unit="altpage1" n="p. 348 M."/>  δεκὰς δὲ καὶ τετρὰς „πᾶς“ ἐν ἀριθμοῖς
εἶναι λέγεται, ἀλλὰ δεκὰς μὲν ἀποτελέσματι, τετρὰς δὲ δυνάμει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="126"><p><milestone unit="altref" n="30"/> τόν τε παιδείας καρπὸν οὐ μόνον ἅγιον, ἀλλὰ καὶ αἰνετὸν εἶναί
φησι προσηκόντως· ἑκάστη μέν γε τῶν ἀρετῶν ἐστι χρῆμα ἅγιον, εὐχαριστία <lb n="10"/>
δὲ ὑπερβαλλόντως· θεῷ δὲ οὐκ ἔνεστι γνησίως εὐχαριστῆσαι δι’
ὧν νομίζουσιν οἱ πολλοὶ κατασκευῶν ἀναθημάτων θυσιῶν—οὐδὲ γὰρ
σύμπας ὁ κόσμος ἱερὸν ἀξιόχρεων ἂν γένοιτο πρὸς τὴν τούτου τιμήν
—, ἀλλὰ δι’ ἐπαίνων καὶ ὕμνων, οὐχ οὓς ἡ γεγωνὸς ᾄσεται φωνή,
ἀλλὰ οὓς ὁ ἀειδὴς καὶ καθαρώτατος νοῦς ἐπηχήσει καὶ ἀναμέλψει. <lb n="15"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>