<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1:161-180</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1:161-180</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="161"><p>οἱ δὲ μὴ τούτων τυγχάνοντες παρὰ τοῖς φιλοσόφοις διαλεληθότες εἶναι λέγονται σοφοί· τοὺς γὰρ ἄχρι σοφίας ἄκρας ἐληλακότας καὶ τῶν
<lb n="25"/> ὅρων αὐτῆς ἄρτι πρῶτον ἁψαμένους ἀμήχανον εἰδέναι φασὶ τὴν ἑαυτῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 ὁμολογίας MAG: ὁμολογίαν Η
<lb/>2 μνηστὴρ Η2: μνηστῆρα ceteri
<lb/>3 ἀγάγητε Α
<lb/>4 γανωθῇ] πλημελεῖται ut vid. G2
<lb/>5 οἰκήσει GH
<lb/>6 προκοπὰς Mang.: προτροπὰς MAH, τροπὰς G
<lb/>8 μέλλει H2 μέλλει γενέσθαι ἀνὴρ conicio, μελλόποσις ἀνὴρ coni. Mang. ἐπὰν] ἐπεὶ H2 γέγονεν Β2
<lb/>9 αὔξεσθαι GH1 ἐλπίζει scripsi: ἐλπίζεται codd.
<lb/>11 ἐπιμελὲς Turn.: ἐπιμελῶς codd. αὔξεσθαι Turn.: αὔξεται codd.
<lb/>14 δὴ] δὲ H2 τούτοις πᾶσι Η τοῦ τοῖς Α
<lb/>15 τετελειωμένης Α
<lb/>16 πολέμῳ] ὁμίλῳ coni. Mang. δύσεριν Α: δύσερι MH, δυσερεῖ G νωθεία H2 αἰεὶ M 16.
<lb/>17 μελετώντων Mang.: μελετῶν MAGH1, μελετῶντι H2
<lb/>17 ἐπειδὴ—αὐτοῖς om. Α ἡ δυσμενὴς Turn.: ἢ δυσμενεῖς G, ἡδὺ μὲν εἰς MH αὐτοῖς Turn.: αὐτούς codd.
<lb/>19 ὅτι ante ἄπειρος add. Turn.: om. codd. προκύπτων AG
<lb/>20 ἐντριβὴς ἀρετῆς vel ἐνιδρυνθεὶς ἀρεταῖς coni. Mang., ὅτι ἔτι ἀτριβὴς conicio
<lb/>20 — 128,10 δεῖ—ἡσυχάσαι add. m. rec. in mg. H 
<lb/>20 ὥσπερ δὲ δεῖ coni. Mang.
<lb/>21 καὶ H: om. MAG
<lb/>22 ἱδρυθῆναι MA: ἱδρυνθῆναι GH
<lb/>24 εἶναι] ἑαυτοὺς coni. Mang.</note>  

<pb n="v.2.p.128"/>
τελείωσιν· μὴ γὰρ κατὰ τὸν αὐτὸν χρόνον ἄμφω συνίστασθαι, τήν τε
πρὸς τὸ πέρας ἄφιξιν καὶ τὴν τῆς ἀφίξεως κατάληψιν, ἀλλ’ εἶναι
μεθόριον ἄγνοιαν, οὐ τὴν μακρὰν ἀπεληλαμένην ἐπιστήμης, ἀλλὰ τὴν
 ἐγγὺς καὶ ἀγχίθυρον αὐτῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="162"><p>τοῦ μὲν οὖν καταλαμβάνοντος καὶ συνιέντος
καὶ τὰς ἑαυτοῦ δυνάμεις ἐπισταμένου ἄκρως γένοιτ’ ἂν ἔργον πολεμῆσαι <lb n="5"/>
τῷ φιλέριδι καὶ σοφιστικῷ στίφει· νικήσειν γὰρ τὸν τοιοῦτον
ἐλπίς. ᾧ δὲ ἔτι τὸ ἀγνοίας ἐπιπροσθεῖ σκότος, μήπω τοῦ τῆς ἐπιστήμης
ἀναλάμψαι φέγγους ἰσχυκότος, ἀσφαλὲς οἴκοι καταμεῖναι, τουτέστιν
εἰς τὴν περὶ ὧν ἄκρως οὐ κατείληφε μὴ παρελθεῖν ἅμιλλαν, ἀλλ’
 ἠρεμῆσαί τε καὶ ἡσυχάσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="163"><p>ὁ δ’ ὑπ’ αὐθαδείας ἐξενεχθείς, τὰ παλαίσματα <lb n="10"/>
τῶν ἀντιπάλων οὐκ εἰδώς, πρὶν δρᾶσαι, παθεῖν φθήσεται καὶ
τὸν ἐπιστήμης θάνατον ἐνδέξεται, ὅς ἐστιν ἀργαλεώτερος τοῦ ψυχὴν
 καὶ σῶμα διακρίνοντος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="164"><p>ὀφείλει δὲ τοῦτο συμβαίνειν τοῖς πρὸς τῶν
σοφισμάτων ἀπατωμένοις· ὅταν γὰρ τὰς λύσεις αὐτῶν εὑρεῖν μὴ δυνηθῶσιν, ὡς ἀληθέσι τοῖς κατεψευσμένοις πεπιστευκότες ἀποθνῄσκουσι <lb n="15"/>
βίον τὸν τῆς ἐπιστήμης ταὐτὸν πεπονθότες τοῖς ὑπὸ κολάκων φενακιζομένοις· καὶ γὰρ τούτων ἡ τῆς ψυχῆς ὑγιαίνουσα καὶ ἀληθὴς ὑπὸ τῆς
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="165"><p> φύσει νοσερᾶς ἐξωθεῖται καὶ ἀνατρέπεται φιλίας. <milestone unit="altref" n="38"/> συμβουλευτέον
οὖν εἰς τοὺς τοιούτους ἀγῶνας μὴ παρέρχεσθαι τοῖς τε ἀρχομένοις τοῦ
μανθάνειν—ἀνεπιστήμονες γὰρ—καὶ τοῖς προκόπτουσι, διότι οὐ τέλειοι, <lb n="20"/>
καὶ τοῖς πρῶτον τελειωθεῖσι, διότι λέληθεν αὐτοὺς ἄχρι πῇ τελειότης.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="166"><p>τῶν δὲ ἀπειθησάντων ἄλλος, φησίν, ἄνθρωπος τὴν μὲν οἰκίαν οἰκήσει,
τὸν δ’ ἀμπελῶνα κτήσεται, τὴν δὲ γυναῖκα ἄξεται· τὸ δ’ ἐστὶν ἴσον
τῷ αἱ λεχθεῖσαι δυνάμεις σπουδῆς, βελτιώσεως, τελειώσεως <milestone unit="altpage1" n="p. 326 M"/>  ἐπιλείψουσι
μὲν οὐδέποτε, ἄλλοτε δὲ ἄλλοις ἐνομιλήσουσιν ἀνθρώποις ἐπιφοιτῶσαι <lb n="25"/>
καὶ τὰς ψυχὰς οὐ τὰς αὐτὰς * * * ἀμείβουσαι, σφραγῖσιν ὁμοιούμεναι.
<note xml:lang="mul" type="footnote"><lb/>3 ἀπεληλαμένην Η: ἀπεληλασμένην MAG ἐπιστήμης Turn.: ἐπιστήμην MAG, ἐπιστήμη H
<lb/>4 ἀγχίθυρον Α: ἀγχήθυρον ceteri τοῦ μὲν οὑν scripsi: τοῦτο μὲν codd. 
<lb/>5 ἑαυτοῦ scripsi: ἑαυτῶν codd., αὐτῶν v ἐπισταμένου Turn.: ἐπισταμένους codd. ἄκρως ἐπισταμένου conicio
<lb/>6 στίφει H2: στέφει MAG1H1, στήφει G2
<lb/>7 ἐλπίς. ᾦ δὲ Mang. (Turn. ᾧδε): ἐλπὶς ὅδε M, ἐλπίσω δὲ MAH ἐπιπροσθεῖ σκότος Mang.: ἐπίπροσθεν εἰκότως codd. 7.
<lb/>8 τοῦ et φέγγους scripsi: τὸ et φέγγος codd. 
<lb/>8 ἰσχυκότος codd.: ἰσχυκότι Turn.
<lb/>12 τοῦ] τὴν G
<lb/>13 ὀφείλει] φεῖ coni. Mang.
<lb/>16 τῆς Turn.: τ’ codd. 16.
<lb/>17 φαινακιζομένοις Α 17.
<lb/>18 τῆς φύσει νοσερᾶς H2: φύσει τῆς νοερᾶς MGH1, ὑποφοιτήσει τῆς νοερᾶς Α
<lb/>18 φιλία coni. Cohn
<lb/>20 διότι Turn.: δι’ ὃν MGH, δι’ ὧν Α
<lb/>21 τῆ. Η2: ποινὴ ceteri 
<lb/>22 δ’ Α
<lb/>23 δὲ MH 23.
<lb/>24 ἶσον τὸ ἐλεγχθεῖσαι Α
<lb/>26 ἀμείβουσαι] ἀπομάττουσαι coni. Mang. ἀεὶ κατοικοῦσαι, ἀλλ’ ἐξ ἄλλων ἄλλας suppleo σφραγῖσιν Turn.: σφόδρα γ’ εἰσὶν codd.</note>  

<pb n="v.2.p.129"/>
καὶ γὰρ αὗται τὸν κηρὸν ἐπειδὰν τυπώσωσι,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="167"><p>παθοῦσαι μηδὲν ἀπ’ αὐτῶν εἶδος ἐγχαράξασαι μένουσιν ἐν ὁμοίῳ· κἂν ὁ τυπωθεὶς συγχυθῇ κηρὸς
καὶ ἀφανισθῇ, πάλιν ἕτερος ὑποβληθήσεται. ὥστε, ὦ γενναῖοι, μὴ
νομίσητε φθειρομένοις συμφθείρεσθαι τὰς δυνάμεις ὑμῖν· ἀθάνατοι
<lb n="5"/> γὰρ οὖσαι μυρίους ἄλλους πρὸ ὑμῶν ἀσπάζονται τῆς ἀπ’ αὐτῶν
εὐκλείας, οὓς ἂν αἴσθωνται μὴ ὥσπερ ὑμᾶς διὰ τὸ ῥιψοκίνδυνον ἀποδεδρακότας
τὴν ὁμιλίαν αὐτῶν, ἀλλὰ προσιόντας καὶ θεραπευτικῶς
ἀσφαλείας ἔχοντας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="168"><p>εἰ δέ τις ἀρετῆς φίλος, εὐχέσθω τὰ καλὰ πάντα ἐμφυτευθῆναί τε αὑτῷ καὶ ἐπὶ τῆς ἑαυτοῦ ψυχῆς φανῆναι καθάπερ ἐν
<lb n="10"/> ἀνδριάντι καὶ γραφῇ τελείᾳ τὰς εἰς εὐμορφίαν συμμετρίας, λογιζόμενος
ὅτι εἰσὶν ἔφεδροι μυρίοι, οἷς ἡ φύσις ἀντ’ αὐτοῦ δωρήσεται ταῦτα
πάντα, εὐμαθείας, προκοπάς, τελειότητας. ἄμεινον δὲ πρὸ ἐκείνων
αὐτὸν ἐκλάμψαι ταμιευόμενον τὰς ὑπὸ τοῦ θεοῦ δοθείσας ἀσφαλῶς
χάριτας καὶ μὴ προενεγκόντα πόρθησιν ἐχθροῖς ἀφειδοῦσιν ἑτοιμοτάτην
<lb n="15"/> λείαν παρασχεῖν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="169"><p><milestone unit="altref" n="39"/> οὐκοῦν βραχὺ ὄφελος ἀρχῆς, ἣν τέλος αἴσιον οὐκ ἐσφράγισται. πολλάκις μέντοι καὶ τελειωθέντες τινὲς ἀτελεῖς
ἐνομίσθησαν τῷ παρὰ τὴν ἰδίαν προθυμίαν, ἀλλὰ μὴ κατ’ ἐπιφροσύνην
θεοῦ βελτιωθῆναι δόξαι, καὶ διὰ τοῦτο μέντοι <add>τὸ</add> δόξαι
μετεωρισθέντες καὶ ἐξαρθέντες ἐπὶ μήκιστον ἀφ’ ὑψηλοτέρων χωρίων εἰς ἔσχατον
<lb n="20"/> κατενεχθέντες βυθὸν ἠφανίσθησαν· „ἐὰν“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="170"><p>γάρ φησιν „οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεφάνην τῷ δώματί σου, καὶ οὐ ποιήσεις
φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἀπ’ αὐτοῦ“ (Deut. 22,8).
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="171"><p>πτωμάτων γὰρ ἀργαλεώτατον θεοῦ τιμῆς ἀποπεσεῖν ὀλισθόντα, στεφανώσαντα πρὸ ἐκείνου ἑαυτὸν καὶ φόνον ἐμφύλιον ἐργασάμενον· κτείνει
<note xml:lang="mul" type="footnote"><lb/>1 παθοῦσαι μηδὲν ante μένουσιν vid. ponendum ἀπ’ αὐτῶν] τὸ αὑτῶν conicio 
<lb/>2 συγχυθῇ] συγχωρήσεται Η 2—4 κηρὸς—νομίσητε om. Η
<lb/>4 νομίσητε] Μang. φθειρομένοις scripsi: συμφθειρομένοις codd.
<lb/>5 ἀσπάζονται codd.: ἠσπάσαντο coni. Mang., ἠσπάζοντο <add>μεταδιδοῦσαι</add> conicio 5.
<lb/>6 τῇ . . . coni. Cohn
<lb/>8 ἀσφαλείας] φιλίας coni. Mang., μετ’ ἀσφαλείας conicio
<lb/>9 τε MAG: om. H αὐτῶ codd.
<lb/>11 οἶς] οὓς H δωρήσηται G
<lb/>12 εὐμαθίας Α 
<lb/>14 μὴ om. Α πορθοῦσιν Α
<lb/>15 οὔκουν GH ἣν G2H: ἢν M, ἣν AG1 ὅσιον L
<lb/>16 ἐσφράγισται scripsi ἐσφραγίσθαι MA, ἐσφραγίσθη Η, ἐσφράγισεν G, sed σεν scr. G2
<lb/>17 ἀλλὰ] ἀλλ’ ἐπεὶ H
<lb/>18 τὸ δόξαι Turn.: δόξαι codd. μετεωρισθέντες Mang.: νεωτερισθέντες codd.
<lb/>19 ὑψηλοτάτων conicio
<lb/>21 στέφανον Α δώματι MAL: δόματι GH
<lb/>21 ποιήσεις scripsi: ποιήσης codd. σου om. H ποιήσης M
<lb/>22 ἀπ’ MA: ὑπ’ GH
<lb/>23 πτωμάτων Mang.: πτῶμα. τῶν codd. ἀργαλεώτατον Mang.: ἀργαλεωτάτων codd. ὄλισθον τὰ M, ὀλισθήσαντα A
<lb/>24 ἑαυτὸν πρὸ ἐκείνου conicio ἐργασάμενον Α: ἀρέσαντα ΜGH</note>  

<pb n="v.2.p.130"/>
γὰρ τὴν ἑαυτοῦ ψυχὴν ὁ μὴ τὸ ὂν τιμῶν, ὡς ἀνόνητον αὐτῷ γενέσθαι
παιδείας τὸ οἰκοδόμημα. παιδεία δὲ φύσιν ἔλαχε τὴν ἀγήρω, διόπερ
καινὴν εἶπε τὴν οἰκίαν αὐτῆς· τὰ μὲν γὰρ ἄλλα χρόνῳ φθείρεται, ἡ
δ’ ἐφ’ ὅσον πρόεισιν, ἐπὶ μήκιστον ἡβᾷ καὶ ἐπακμάζει τὸ ἀειθαλὲς
 εἶδος φαιδρυνομένη καὶ ταῖς συνεχέσιν ἐπιμελείαις καινουμένη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="172"><p>κἀν <lb n="5"/>
τοῖς <milestone unit="altpage1" n="p. 327 M"/>  προτρεπτικοῖς μέντοι παραινεῖ τοὺς κτῆσιν ἀγαθῶν λαχόντας
πλείστην μὴ ἑαυτοὺς ἀναγράψαι τῆς κτήσεως αἰτίους, ἀλλὰ „μνησθῆναι
 θεοῦ τοῦ διδόντος ἰσχὺν ποιῆσαι δύναμιν“ (Deut. 8,18).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="173"><p>τοῦτο μὲν
οὖν τὸ εὐπραγίας ἦν πέρας, ἀρχαὶ δ’ ἐκεῖναι· ὥστε τοὺς ἐκλανθανομένους
τοῦ τέλους μηδὲ τῆς τῶν κτηθέντων <add>ἀρχῆς</add> εὖ ἂν ἔτ’ ἀπόνασθαι.
τούτοις μὲν οὖν ἑκούσια γίνεται διὰ φιλαυτίαν τὰ σφάλματα οὐχ ὑπομένουσι
τὸν φιλόδωρον καὶ τελεσφόρον θεὸν αἴτιον ἀποφῆναι τῶν ἀγαθῶν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="174"><p><milestone unit="altref" n="40"/> εἰσὶ δ’ οἳ πάντα κάλων εὐσεβείας ἀνασείσαντες ἐνορμίσασθαι
τοῖς λιμέσιν αὐτῆς ταχυναυτοῦντες ἐσπούδασαν, κἄπειτ’ οὐ μακρὰν
ἀφεστηκότων, ἀλλ’ ἤδη μελλόντων προσέχειν, αἰφνίδιον ἐξ ἐναντίας <lb n="15"/>
καταρραγὲν πνεῦμα πλησίστιον εὐθυδρομοῦν τὸ σκάφος ἀνέωσεν, ὡς
 ὑποκεῖραι πολλὰ τῶν πρὸς εὔπλοιαν συνεργούντων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="175"><p>τούτους οὐκ
ἄν τις ἔτι θαλαττεύοντας αἰτιάσαιτο· ἀκούσιος γὰρ αὐτοῖς ἐπειγομένοις
γέγονεν ἡ βραδυτής. τίς οὖν ἀπεικάζεται τούτοις ἢ ὁ τὴν
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ ὂν τιμῶν ὡς G2H: τὸ ὄν τῖμόν ὡς G1, τῶ ὄντι μόνως M, τὸ ἔντιμον ὡς Α ἀνόνητον M: ἀνόητον AGU
<lb/>2 παιδείαν Α φύσιν Turn.: φησιν codd. ἀγήρων V
<lb/>3 γὰρ om. Η .5 εἶδος] ἦθος Α καινουμένη Α1G2: κενουμένη ceteri (5 παραινῇ Α
<lb/>7 καὶ post ἀλλὰ add. Η 
<lb/>10 ἀρχῆς add. Maag. εὑ ἄν GH: εὔαν M, ἐᾶν Α ἔτ’ ἀπόνασθαι scripsi: ἀπαπόνασθαι codd.
<lb/>12 φιλόδωρον Mang.: θεόφιλον codd. 
<lb/>13 κάλον AG ἀνασείσαντες Η: ἀναπείσαντες MG, ἀναπτήσαντες Α 
<lb/>14 κἄπειτ’ Α: καὶ ἔπειτ’ G2, κἀπὶ τοῦ MG1H
<lb/>15 ἀφεστηκότων ΑG2 (Turn.): ἀφεστηκότας MG1, ἀφεστηκότες H ἐξεναντίας codd.
<lb/>16 πλησίστιον Mang.: πλησίον codd. ἀνέωσεν ὡς Turn.: ἀνώσεως MGH, ἀνέσεως Α 
<lb/>18 θαλαττεύοντας ἔτι H αἰτιάσαιτο G (Mang.): εὐαγιάσαιτο ΜΗ, ναυαγιάσαιτο Α αὐταῖς Η
<lb/>19 ἐπειγομένοις Mang.: ἐπιγιγνόμενος MG1H, ἐπιγινόμενος Α, ἐπιγιγνομένη (f-, ἐπιγιγνομένοις Turn. γέγονεν] γίνεται Α</note> <note xml:lang="mul" type="footnote"><lb/>19 sqq. Clemens Paedag. I p. §
<lb/>5 p. 100 P: καί μοι δοκεῖ παγκάλως διὰ Μωυσέως φάσκειν ὁ παιδαγωγός· ἐάν τις ἀποθάνῃ ἐπ’ αὐτῷ αἰφνίδιον, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ καὶ ξυρήσεται τὴν ἀκούσιον ἁμαρτίαν αἰφνίδιον θάνατον προσειπών . . . . ἔπειτα ὀλίγα προσειπὼν ἐπιφέρει „αἱ δὲ ἡμέραι αἱ πρότεραι ἀλόγοις, δι’ ὧν δῆλον ὅτι αἰ ἁμαρτίαι μηνύονται αἱ μὴ γεγονυῖαι κατὰ λόγον. καὶ τὸ μὲν ἀκούσιον αἰφνίδιον προσεῖπεν, τὸ δὲ ἁμαρτάνειν ἄλογον.</note>  

<pb n="v.2.p.131"/>
μεγάλην λεγομένην εὐξάμενος εὐχήν; „ἐὰν γάρ τις“ φησίν „ἀποθάνῃ
ἐπ’ αὐτῷ αἰφνίδιον, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ,
καὶ ξυρήσεται“· εἶτα ὀλίγα προσειπὼν ἐπιφέρει· „αἱ δ’ ἡμέραι
αἱ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη κεφαλὴ εὐχῆς αὐτοῦ“
<lb n="5"/> (Num. 6,9. 12)·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="176"><p>δι’ ἀμφοτέρων τοίνυν, τοῦ τε „αἰφνίδιον“ καὶ τοῦ  „παραχρῆμα“ εἰπεῖν, ἡ ἀκούσιος παρίσταται τῆς ψυχῆς τροπή· πρὸς
μὲν <add>γὰρ</add> τὰ ἑκούσια τῶν ἁμαρτημάτων εἰς τὸ βουλεύσασθαι ποῦ καὶ
πότε καὶ πῶς πρακτέον χρόνου δεῖ, τὰ δὲ ἀκούσια ἐξαίφνης, ἀπερισκέπτως
καί, εἰ οἷόν τε τοῦτ’ εἰπεῖν, ἀχρόνως κατασκήπτει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="177"><p>χαλεπὸν <lb n="10"/> γὰρ ὥσπερ τοὺς δρομεῖς ἀρξαμένους ὁδοῦ τῆς πρὸς εὐσέβειαν ἀπταίστως
καὶ ἀπνευστὶ διευθῦναι τὸν δρόμον, ἐπειδὴ μυρία ἐμποδὼν παντὶ τῷ
γενομένῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="178"><p>πρότερον μὲν <add>οὖν</add>, ὃ ἓν καὶ μόνον εὐεργεσία, μηδενὸς τῶν  κατὰ γνώμην ἀδικημάτων ἐφάψασθαι πᾶσάν τε τὴν ἀμήχανον τῶν
ἀκουσίων πληθὺν ἰσχῦσαι διώσασθαι· δεύτερον δὲ τὸ μήτε πολλοῖς τῶν
<lb n="15"/> ἀκουσίων μήτ’ ἐπὶ μήκιστον χρόνον ἐνδιατρῖψαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="179"><p>παγκάλως δὲ τὰς τῆς ἀκουσίου τροπῆς ἡμέρας εἶπεν ἀλόγους, οὐ μόνον ἐπειδὴ τὸ
ἁμαρτάνειν ἄλογον, ἀλλ’ ὅτι καὶ τῶν ἀκουσίων λόγον οὐκ ἔστιν ἀποδοῦναι. παρὸ καὶ πυνθανομένων πολλάκις τὰς τῶν  <milestone unit="altpage2" n="p. 328 M."/> πραγμάτων αἰτίας
φαμὲν μήτ’ εἰδέναι μήτ’ εἰπεῖν δύνασθαι· μήτε γὰρ γιγνομένων συμπαραληφθῆναι,
<lb n="20"/> ἀλλὰ καὶ τὴν ἄφιξιν αὐτῶν ἀγνοῆσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="180"><p>σπάνιον οὖν εἴ τῳ δωρήσεται ὁ θεὸς ἀπ’ ἀρχῆς ἄχρι τέλους σταδιεῦσαι τὸν βίον
μήτ’ ὀκλάσαντι μήτ’ ὀλισθόντι, ἀλλ’ ἑκατέραν φύσιν ἀδικημάτων,
ἑκουσίων τε καὶ ἀκουσίων, ῥύμῃ καὶ φορᾷ τάχους ὠκυδρομωτάτου
<note xml:lang="mul" type="footnote"><lb/>2 ἐπ’ αὐτῷ] ἑαυτῶ Α αἰφνίδιον scripsi: αἰφνιδίως codd.
<lb/>3 ξυρήσεται] ῥυήσεται H προειπὼν Α δὲ Α
<lb/>4 ἡ κεφαλὴ Η
<lb/>5 τοίνυν MA: om. GH εἰπεῖν post αἰφνίδιον transpos. Α, fort. del.
<lb/>7 γὰρ add. Turn.
<lb/>9 εἰπεῖν τοῦτο Α 
<lb/>12 οὖν addidi ὃ ἐν MH: ἓν G, νοεῖν Α μόνον GH: μεῖζον MA
<lb/>14 ἀκουσίων scripsi: ἑκουσίων codd. ἰσχῦσαι Α: ἴσχυσε MGH τῶν MAG Clem.: om. H
<lb/>15 ἐνδιατρῖψαι Hoeschel ad Clem.: διατρῖψαι codd. τὰς scripsi: τὸ codd. 
<lb/>18 παρ’ ὃ AG
<lb/>19 μὴ γὰρ coni. Cohn
<lb/>22 ὀλισθόντι MG: ὀλισθήσαντι ΑΗ, ὀλισθῶντι DK, ὀλισθέντι Dc
<lb/>23 ὠκυδρομωτάτους H, ὠκυδρομώτατον DC</note> <note xml:lang="mul" type="footnote">12—15 Clem. Paedag. I §
<lb/>4 p.
<lb/>99 P: ἄριστον μέν οὖν τὸ μηδ’ ὅλως ἐξαμαρτάνειν κατὰ τρόπον, ὃ δή φαμεν εἶναι θεοῦ· δεύτερον δὲ μηδενὸς τῶν κατὰ γνώμην ἐφάψασθαί ποτε ἀδικημάτων, ὅπερ οἰκεῖον σοφοῦ· τρίτον μὴ πάνυ πολλοῖς τῶν ἀκουσίων περιπεσεῖν, ὅπερ ἴδιον παιδαγωγουμένων εὐγενῶς· τὸ δὲ μὴ ἐπὶ μήκιστον ἐνδιατρῖψαι τοῖς ἁμαρτήμασιν τελευταῖον τετάχθω. 20—132,1 DC fol. 46v DK fol. 116r ἐκ τοῦ περὶ σπάνιον εἴ τῳ—ὑπερπτῆναι.</note>  

<pb n="v.2.p.132"/>
 ὑπερπτῆναι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>