<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="121"><p>θαυμασιώτατος δὲ καὶ τούτων ὁ διενεγκών,  ᾧ καὶ τὰ πρῶτα τῶν ἄθλων  <milestone unit="altpage2" n="p. 319 Μ."/> οὐ φθονητέον λαμβάνοντι. οἳ δὲ κἂν
δευτερείων ἢ τρίτων ἀξιωθῶσι, μὴ κατηφείτωσαν· καὶ γὰρ ταῦτα ἐπ’
ἀρετῆς κτήσει προτίθεται, τοῖς δὲ μὴ τῶν ἄκρων ἐφικέσθαι δυναμένοις
<lb n="15"/> ἡ τῶν μέσων κτῆσις ὠφέλιμος, λέγεται δὲ ὅτι καὶ βεβαιοτέρα τὸν
ἐμφυόμενον ἀεὶ τοῖς ὑπερέχουσιν ἐκφεύγουσα φθόνον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="122"><p>παιδευτικώτατα οὖν εἴρηται τὸ „πεσεῖται ὁ ἱππεύς“, ἵν’ εἴ τις ἀποπίπτοι [μὲν] κακῶν,
ἐγείρηται [δὲ] ἀγαθοῖς ἐπερειδόμενος καὶ συνορθιάζηται. διδασκαλικώτατον
δὲ κἀκεῖνο, μὴ πρόσω φάναι, κατόπιν δὲ πίπτειν, ἐπειδὴ κακίας
<lb n="20"/> καὶ πάθους ὑστερίζειν ἀεὶ λυσιτελέστατον·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="123"><p>φθάνειν μὲν γὰρ τὰ καλὰ δρῶντα δεῖ, τὰ δὲ αἰσχρὰ μέλλειν [καὶ] ἔμπαλιν, κἀκείνοις μὲν προσέρχεσθαι,
τούτων δὲ ὑστερίζειν καὶ μακρὸν ὅσον ἀπολείπεσθαι· ᾧ <add>γὰρ</add>
τῶν ἁμαρτημάτων ἐγγίνεται <add>καὶ</add> παθῶν ὑστερίζειν, ἄνοσος διατελεῖ.
<note xml:lang="mul" type="footnote"><lb/>1 παντὸς Α 2—14 ὁ τοίνυν—ἐπ’ ἀρετῆς om. L
<lb/>2 Ὀλυμπικὸς M 
<lb/>3 Ἦλιν GH: ἄην M, ὕλην Α ἀλλ’ ὁ GH2: ἀλλὰ MAH1
<lb/>5 τὰ—δὲ om. Α ἐγγράφουσι Α
<lb/>6 ἐπαποδυσάμενοι coni. Mang. κονιασάμενοι Α
<lb/>7 παραλείποντες M
<lb/>8 περίεισιν Turn.: περιίασιν codd.
<lb/>9 διαφέρονται scripsi: διαλέγονται codd., διαμιλλῶνται coni. Mang., διαμάχονται coni. Cohn
<lb/>11 ὁ GH2: om. MAH1
<lb/>12 ἄθλων Mang.: ἀθλητῶν codd. οἲ scripsi: οἱ codd. 
<lb/>14 προτίθεται A Turn.: προστίθεται MGH ἐφικέσθαι GH2: φείδεσθαι MA(H1) 15—120,6 λέγεται—τρέπεσθαι add. m. rec. in mg. H
<lb/>16 ὑπάρχουσιν MA Α
<lb/>17 ἱππεὺς <add>εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων κυρίου</add> conicio ἕν’ εἰ] ἐάν coniciebam ἀποπίπτοι Cohn: ἀποπίπτῃ codd., ἀποπίπτει Turn. μὲν et δὲ secl. Cohn
<lb/>18 ἐγείρεται G δὲ] δὴ Mang. συνορθιάζηται Cohn: συνορθιάζη MAH, συνορθιάζει GL, συνορθιασθῇ Mang. 18.
<lb/>19 διδασκαλικώτατον scripsi: διδασκαλικώτερον codd.
<lb/>21 καὶ om. A: habent ceteri κἀκείνοις] ἐκείνοις V 21.
<lb/>22 προσέχεσθαι coni. Mang.
<lb/>22 μακρὰν Α ᾦ Tum.: ὃ codd. 22.
<lb/>23 ᾧ—διατελεῖ om. A
<lb/>22 γὰρ add. Mang.
<lb/>23 καὶ παθῶν Mang.: πάθους MGH ἄνοσος διατελεῖ Turn.: ἀνόσως διατελεῖν MGH</note>  

<pb n="v.2.p.120"/>
τὴν γοῦν „παρὰ τοῦ θεοῦ σωτηρίαν περιμένειν“ φησὶν αὐτόν, ἵνα ἐφ’
ὅσον ἀπελείφθη τοῦ ἀδικεῖν, ἐπὶ τοσοῦτον τῷ δικαιοπραγεῖν ἐπιδράμῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="124"><p><milestone unit="altref" n="28"/> Περὶ μὲν οὖν ἱππέως καὶ ἀναβάτου, κτηνοτρόφου τε καὶ
ποιμένος, ἔτι δὲ γῆν ἐργαζομένου καὶ γεωργοῦ τὰ προσήκοντα εἴρηται,
καὶ αἱ καθ’ ἑκάστην συζυγίαν ὡς οἷόν τε ἦν ἠκρίβωνται διαφοραί. <lb n="5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="125"><p>πρὸς δὲ τὰ ἀκόλουθα καιρὸς ἤδη τρέπεσθαι. τὸν οὖν ἐφιέμενον
ἀρετῆς οὐ παντελῆ κεκτημένον τὴν γεωργικῆς ψυχῆς ἐπιστήμην εἰσάγει,
ἀλλ’ αὐτὸ μόνον περὶ τὰς ἀρχὰς αὐτῆς πεπονημένον· λέγει γάρ·
„ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργός“. ἀρχὴ δ’, ὁ τῶν παλαιῶν λόγος,
ἥμισυ τοῦ παντός, ὡς ἂν ἡμίσει πρὸς τὸ τέλος ἀφεστηκυῖα, οὗ μὴ <lb n="10"/>
 προσγενομένου καὶ τὸ ἄρξασθαι πολλάκις μεγάλα πολλοὺς ἔβλαψεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="126"><p>ἤδη
γοῦν τινες καὶ τῶν οὐκ εὐαγῶν τῆς διανοίας κατὰ τὰς συνεχεῖς μεταβολὰς
στροβουμένης ἔννοιαν χρηστοῦ τινος ἔλαβον, ἀλλ’ οὐδὲν ὤνηντο·
ἔστι γὰρ μὴ πρὸς τὸ τέλος ἡξάντων φορὰν ἀθρόον τῶν ἐναντίων
καταρραγεῖσαν ἐπικλύσαι καὶ τὸ χρηστὸν ἐκεῖνο διαφθαρῆναι νόημα. <lb n="15"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="127"><p><milestone unit="altref" n="29"/> οὐ διὰ τοῦτο μέντοι δόξαντι θυσίας ἀμέμπτους ἀναγαγεῖν τῷ
Κάιν λόγιον ἐξέπεσε μὴ θαρρεῖν ὡς κεκαλλιερηκότι; μὴ γὰρ ἐφ’ ἱεροῖς
καὶ τελείοις βουθυτῆσαι· τὸ δὲ λόγιόν ἐστι τοιόνδε· „οὐκ ἐὰν ὀρθῶς
 προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς“ (Gen. 4, 7).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="128"><p>ὀρθὸν μὲν οὖν ἡ
τοῦ θεοῦ τιμή, τὸ δὲ ἀδιαίρετον οὐκ ὀρθόν. ὃν δ’ ἔχει καὶ τοῦτο <lb n="20"/>
λόγον, ἴδωμεν· εἰσί τινες οἱ τὸ εὐσεβὲς ἐν τῷ πάντα φάσκειν ὑπὸ
 θεοῦ γενέσθαι, τά τε καλὰ καὶ τὰ ἐναντία, περιγράφοντες·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="129"><p>πρὸς οὓς
ἂν λέγοιμεν, ὅτι τὸ μὲν ὑμῶν <milestone unit="altpage1" n="p. 320 Μ"/>  ἐπαινετόν ἐστι τῆς δόξης, τὸ δ’
ἔμπαλιν ψεκτόν, ἐπαινετὸν μέν, ὅτι τὸ μόνον θαυμάζετε τίμιον,
ψεκτὸν δὲ αὖ, παρόσον ἄνευ τομῆς καὶ διαιρέσεως· ἔδει γὰρ μὴ φῦραι <lb n="26"/>
<note xml:lang="mul" type="footnote"><lb/>2 τῷ] τὸ Α
<lb/>3 καὶ κτηνοτρόφου G
<lb/>5 αἱ GH: om. MA ἦν om. Η 
<lb/>7 τὴν GH2: τῆς A, τὴν τῆς M(H1) γεωργικὴν coni. Cohn (cf. I 283,22) ἐπιστήμην om. H1
<lb/>8 αὐτῶ Α αὐτῆς Α πεποιημένον G ἄρχει M δ’] δ’ ὡς ὁ H2 λόγων G
<lb/>10 ἥμισυ] εἰ μὴ σὺ Α ὡς Turn.: ὃς codd. ἡμίσει H: μισεῖ G, μισῇ MA πρὸς τὸ τέλος] τοῦ τέλους coni. Maug. ἀφεστηκυῖα sciipsi: ἀφέστηκεν codd.
<lb/>13 οὐδὲν ὤνηντο MG(H1): οὐδ’ ἀνόνητον Α, οὐδέν ὄναιντο Η2, οὐδὲν ὤναντο v
<lb/>14 ἐστι γὰρ μὴ Η2: τοῦ γὰρ MAG(H1) τὸ om. H εἰξάντων A φθορὰν L ἀθρόον τῶν Maug.: ἀθροῦν τῶν Α, ἀθρούντων MGH
<lb/>15 διαφθεῖραι Η2
<lb/>17 ὡς] ὡς καὶ Α
<lb/>18 ἐὰν] ἄν Α 
<lb/>19 δὲ om. Α
<lb/>21 εἴδωμεν Α
<lb/>22 περιγράφοντες Η2: om. ceteri
<lb/>24 θαυμάζετε scripsi: θαυμάζει H2, θαυμάζειν ceteri
<lb/>25 αὖ scripsi: οὐ codd., om. v παρ’ ὅσον codd. post φῦραι add. καὶ μολῦναι Α</note>  

<pb n="v.2.p.121"/>
καὶ συγχέαι πάντων ἀθρόως ἀποφήναντας αἴτιον, ἀλλὰ μετὰ διαστολῆς
μόνων ὁμολογῆσαι τῶν ἀγαθῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="130"><p>ἄτοπον γὰρ ἱερέων μὲν πρόνοιαν ἔχειν, ὡς ὁλόκληροι τὰ σώματα καὶ παντελεῖς ἔσονται, τῶν τε καταθυομένων ζῴων, ὡς οὐδὲν οὐδεμιᾷ τὸ παράπαν ἀλλ’ οὐδὲ τῇ βραχυτάτῃ
<lb n="5"/> χρήσεται λώβῃ, καί τινας δεῖ ὅσους ἐπ’ αὐτὸ τοῦτο χειροτονεῖν τὸ
ἔργον, οὓς ἔνιοι μωμοσκόπους ὀνομάζουσιν, ἵνα ἄμωμα καὶ ἀσινῆ
προσάγηται τῷ βωμῷ τὰ ἱερεῖα, τὰς δὲ περὶ θεοῦ δόξας ἐν ταῖς
ἑκάστων ψυχαῖς ὑποσυγκεχύσθαι καὶ μὴ κανόνι ὀρθοῦ λόγου διακεκρίσθαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="131"><p><milestone unit="altref" n="30"/> τὸν κάμηλον οὐχ ὁρᾷς ὅτι ἀκάθαρτον εἶναί φησι ζῷον ὁ νόμος, <lb n="10"/> ἐπειδὴ μηρυκᾶται μέν, οὐ διχηλεῖ δέ (Lev. 11,4) ; καίτοι γε πρὸς τὴν
ῥητὴν ἐπίσκεψιν οὐκ οἶδ’ ὃν ἔχει λόγον ἡ προσαποδοθεῖσα <add>αἰτία</add>,
πρὸς δὲ τὴν δι’ ὑπονοιῶν ἀναγκαιότατον·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="132"><p>ὥσπερ γὰρ τὸ μηρυκώμενον τὴν προκαταβληθεῖσαν ὑπαναπλέουσαν αὖθις ἐπιλεαίνει τροφήν, οὕτως
ἡ ψυχὴ τοῦ φιλομαθοῦς, ἐπειδάν τινα δι’ ἀκοῆς δέξηται θεωρήματα,
<lb n="15"/> λήθῃ μὲν αὐτὰ οὐ παραδίδωσιν, ἠρεμήσασα δὲ καθ’ ἑαυτὴν ἕκαστα
μεθ’ ἡσυχίας τῆς πάσης ἀναπολεῖ καὶ εἰς ἀνάμνησιν τῶν πάντων
ἔρχεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="133"><p>μνήμη δ’ οὐ πᾶσα ἀγαθόν, ἀλλ’ ἡ ἐπὶ μόνοις τοῖς ἀγαθοῖς, ἐπεὶ τό γε ἄληστα εἶναι τὰ κακὰ βλαβερώτατον· οὗ ἕνεκα πρὸς
τελειότητα χρεία τοῦ διχηλεῖν, ἵνα τοῦ μνημονικοῦ δίχα τμηθέντος ὁ
<lb n="20"/> λόγος διττὰιὰ στόματος, οὗπερ <corr>διττὰίττα</corr><sic>διττὰιττὰ</sic> ἡ φύσις [διττὰιτὰ] εἰργάσατο χείλη, ῥέων
διαστείλῃ τό τε ὠφέλιμον καὶ τὸ ἐπιζήμιον μνήμης γένους εἶδος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="134"><p>ἀλλ’ οὐδὲ τὸ διχηλεῖν ἄνευ τοῦ μηρυκᾶσθαι καθ’ ἑαυτὸ φαίνεταί τινα ἔχειν
ὄνησιν ἐξ αὑτοῦ. τί γὰρ ὄφελος τὰς φύσεις τῶν πραγμάτων τέμνειν
<note xml:lang="mul" type="footnote"><lb/>1 οὐ ante πάντων add. v ἀποφήναντας αἴτιον Mang. ex cod. Coll. S. Trin. Β. 9.6: ἀποφήνας ἀναίτιον MAH, ἀποφήνασαν αἴτιον G, ἀποφῆναι ἀναίτιον Turn.
<lb/>3 τε H2: om. ceteri
<lb/>5 χρήσεται codd.: χρήσηται Mang. τίνας v δεῖ ὅσους] latet substantivum, velut καί τινας ἱεροσκόπους διόπους Cohn) καὶ post δεῖ add. v 
<lb/>8 ὑποσυγκεχύσθαι scripsi: ἐπισυγκεχύσθαι codd.
<lb/>9 εἶναί φησι MAG: φησὶν εἶναι Η 
<lb/>10 μαρυκᾶται MAG οὐχὶ Α
<lb/>11 αἰτία addidi
<lb/>19 μνημονευτικοῦ A
<lb/>20 οὗπερ scripsi: ὥσπερ codd. διττὰ scripsi: ἄττα MGH, ἆτά (sic) Α πὰ seclusi ἐργάσαιτο Α χείλη, ῥέων scripsi: ῥέων χείλη codd. χείλει Α 
<lb/>21 γένους secludit Mang.
<lb/>22 καθ’ ἑαυτῶ AG post φαίνεται add. καθ’ ἑαυτῶ Α ἔχει AG
<lb/>23 αὑτοῦ Η2: αὐτοῦ ceteri τὰς φύσεις Η2: τὰ φύσει ceteri</note> <note xml:lang="mul" type="footnote"><lb/>9 sqq. Origenes Homil. VII
<lb/>6 in Levit. p. 226, Selecta in Deut. p. 389: τὸ μὲν διχηλεῖν ἐπὶ τῆς ὁπλῆς τὴν πορείαν, καθ’ ἣν πρὸς πᾶν ὁτιοῦν ἐρχόμεθα τῶν ἀγαθῶν σπουδασμάτων, ἐμφάνειεν ἐμφαίνοι ἂν ?), ὁ δὲ μηρυκισμὸς τὸ ἄνω τε καὶ κάτω ποιεῖν τῆς θεοπνεύστου γραφῆς τοὺς λόγους καὶ οἶον ἀναμασᾶσθαι καὶ καταλεπτύνειν ἐρεύναις τὰ κεκρυμμένα τῶν θεωρημάτων. cf. Contra Celsum VI
<lb/>16 p. 642 et Aristeae Epistulam p. 40,9 sqq. Schmidt</note>  

<pb n="v.2.p.122"/>
ἄνωθεν ἀρξάμενον μέχρι τῶν λεπτοτάτων, εἰς τοὔσχατον <add>δὲ</add> αὐτὸ
μηκέτι γίνεσθαι μηδὲ ἔχειν διαιρετὰ τὰ μέρη, ἅπερ ἄτομα καὶ ἀμερῆ
 πρὸς ἐνίων εὐθυβόλως ὀνομάζεται;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="135"><p>ταῦτα γὰρ συνέσεως μὲν καὶ
περιττῆς ἀκριβείας ἠκονημένης εἰς ὀξυτάτην ἀγχίνοιαν ἐναργῆ δείγματ’
ἐστίν, ὄνησιν δὲ οὐδεμίαν πρὸς καλοκἀγαθίαν καὶ <milestone unit="altpage1" n="p. 321 M."/>  ἀνεπιλήπτου βίου
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="136"><p> διέξοδον ἔχει. <milestone unit="altref" n="31"/> καθ’ ἑκάστην γοῦν ἡμέραν ὁ πανταχοῦ τῶν <lb n="6"/>
σοφιστῶν ὅμιλος ἀποκναίει τὰ ὦτα τῶν παρατυγχανόντων ἀκριβολογούμενος
καὶ τὰς διπλᾶς καὶ ἀμφιβόλους λέξεις ἀναπτύσσων καὶ τῶν
πραγμάτων ὅσα δοκεῖ μεμνῆσθαι — πέπηγε δὲ καὶ πλειόνων — διακρίνων.
ἢ οὐχ οἱ μὲν τὰ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς εἴς τε <lb n="10"/>
ἄφωνα καὶ φωνήεντα τέμνουσιν; ἔνιοι δὲ τὸν λόγον εἰς τὰ ἀνωτάτω
 τρία, ὄνομα; ῥῆμα, σύνδεσμον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="137"><p>μουσικοὶ δὲ τὴν ἰδίαν ἐπιστήμην εἰς ῥυθμόν,
εἰς μέτρον, εἰς μέλος, καὶ τὸ μέλος εἴς τε τὸ χρωματικὸν καὶ ἐναρμόνιον
καὶ διατονικὸν εἶδος καὶ διὰ τεσσάρων καὶ διὰ πέντε καὶ διὰ πασῶν, συνημμένων
 τε καὶ διεζευγμένων μελῳδίας;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="138"><p>γεωμέτραι δὲ εἰς τὰς γενικωτάτας <lb n="15"/>
δύο γραμμὰς εὐθεῖάν τε καὶ περιφέρειαν; καὶ οἱ ἄλλοι τεχνῖται
εἰς τὰς καθ’ ἑκάστην ἐπιστήμην ἰδέας τὰς ἀπὸ τῶν πρώτων ἄχρι τῶν
 ὑστάτων;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="139"><p>ᾧ συνεπηχείτω μέντοι καὶ τῶν φιλοσοφούντων χορὸς ἅπας
τὰ εἰωθότα διεξιών, ὅτι τῶν ὄντων τὰ μέν ἐστι σώματα, τὰ δ’ ἀσώματα· καὶ τὰ μὲν ἄψυχα, τὰ δὲ ψυχὴν ἔχοντα· καὶ τὰ μὲν λογικά, <lb n="20"/>
τὰ δ’ ἄλογα· καὶ τὰ μὲν θνητά, τὰ δὲ θεῖα· καὶ τῶν θνητῶν τὸ μὲν
 ἄρρεν, τὸ δὲ θῆλυ, τὰ ἀνθρώπου τμήματα·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.opp-grc1" subtype="section" n="140"><p>καὶ πάλιν τῶν ἀσωμάτων
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀρξαμένῳ coni. Jessen δὲ add. Benzelius αὐτὸ M: αὐτῶ AGH1, αὑτὸ H2, ἑαυτῷ Turn.
<lb/>2 μὴ ἐξικνεῖσθαι conicio γίνεσθαι] δύνασθαι coni. Mang. μηδ’ Α ἅπερ H2: om. ceteri ἄτομα H2: ἄτοπα ceteri
<lb/>3 ἐνίων] ἐννοιῶν Α
<lb/>4 περιττῆς] περὶ γῆς Α ἠκονημένης GH2: ἠκονημένην MAH1 ἐναργῆ GH2: ἐνεργῆ MAH1
<lb/>6 καὶ καθ’ Α
<lb/>7 ἀποκναίει Η2: ἀποκνεῖ MGH1, ἀπόκνει Α, ἀποκνήει L
<lb/>8 λέξεις GH2: ἐλέγξεις MAH1
<lb/>9 μεμηνῦσθαι conicio πέπηγε codd.: πέφυκε coni. Mang. μεμήνυται δὲ καὶ πλείονα conicio 
<lb/>10 ἡ om. Α
<lb/>11 ἔνι Α
<lb/>13 εἰς μέλος εἰς μέρος G μέτρον Mang. (cf. Testim.): μέρος codd. alterum μέλος Benzelius: μέρος codd.
<lb/>14 καὶ <add>συμφωνίας τὰς</add> διὰ conicio
<lb/>15 γεωμέτραι Turn.: γεωμετρία codd.
<lb/>16 περιφάνειαν Α, περιφερῆ conicio
<lb/>17 ἰδέας τὰς scripsi: ἰδικὰς codd., ἰδέας v
<lb/>18 ᾦ Turn.: ὡς Α, ὁ M, ὃ GH συνεπηχείτω Η: συνεπιχείτω G, συνεπηχειτο M (sine accentu), ἐπηχείτω Α
<lb/>19 δὲ G
<lb/>20 καὶ <add>τῶν σωμάτων</add> τὰ couicio
<lb/>21 δὲ MG 
<lb/>22 θῆλυ Η: γυνή MAG καὶ scripsi: ἢ codd. ἀσωμάτων] κατηγορημάτων coni. Turn.</note> <note xml:lang="lat" type="footnote"><lb/>12 sqq. cf. Aristidis Quintiliani librum I, Anonymum Bellermanni II 30, Alypii prooemium p. 367 lan. 18—123,11 cf. Laert. Diog. VII
<lb/>63 sqq.</note>  

<pb n="v.2.p.123"/>
τὰ μὲν τέλεια, τὰ δὲ ἀτελῆ· καὶ τῶν τελείων τὰ μὲν ἐρωτήματα καὶ
πύσματα ἀρατικά τε αὖ καὶ ὁρκικὰ καὶ ὅσαι ἄλλαι τῶν κατ’ εἶδος ἐν
ταῖς περὶ τούτων στοιχειώσεσιν ἀναγράφονται διαφοραί, τὰ δὲ πάλιν ἃ
διαλεκτικοῖς ἔθος ὀνομάζειν ἀξιώματα· καὶ τούτων τὰ μὲν ἁπλᾶ, τὰ δ’
<lb n="5"/> οὐχ ἁπλᾶ· καὶ τῶν οὐχ</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>