<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:81-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:81-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="81"><p>εἰ δὴ τοῦ ἀνειμένου
καὶ μεσότητας ἔχοντος τῶν δυνάμεων αὐτοῦ κράματος ἐμπιεῖν καὶ ἀπολαῦσαι
δυνηθείημεν, ἀποχρῶσαν ἂν εὐφροσύνην καρπωσαίμεθα, ἧς τελειοτέραν <lb n="20"/>
μὴ ζητείτω λαβεῖν τὸ ἀνθρώπων γένος· ἐδείχθησαν γὰρ αἱ ἀμιγεῖς
καὶ ἄκρατοι καὶ τῷ ὄντι ἀκρότητες περὶ τὸ ὂν μόνον ὑπάρχουσαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="82"><p><milestone unit="altref" n="18"/> τοῖς δ’ εἰρημένοις ὅμοιόν ἐστι καὶ τὸ ἑτέρωθι λεχθὲν „ἅπαξ
κύριος ἐλάλησε, δύο ταῦτα ἤκουσα“ (Psalm. 61, 12). τὸ μὲν γὰρ
<note xml:lang="mul" type="footnote"><lb/>1 συμβήσεται G
<lb/>2 προβάλλουσα F καίτοι ἥλιος ἦν UF ἔργων conicio 
<lb/>3 ἀγεννήτους AU ἄρα] ἔτι F
<lb/>4 οὐσίαι UF ἀπαστράπτουσαι G
<lb/>5 ἐνέτεινε U, ἀνέτεινεν F
<lb/>6 γῆς τερμάτων ΗP τὸ] τὸν U θερμότατος P 
<lb/>7 τούτω HP, τοῦτον coni. Cohn αὐταῖς AUF: αὐτὰς MGHP ὅπως καὶ τὸ G 
<lb/>8 διασταλὲν coni. Mangey
<lb/>9 καθειμένον L περιέσχον GH1 9.
<lb/>10 τὸ ταμιευόμενον ἐν ταῖς ὄψεσι συγγενὲς αὐτοῦ καὶ φίλον conicio ὑπαντιάσαν om. in lacuna A, ὑπαντιάσας P ἀνασπάσητα AUF
<lb/>11 ἐξ ἐναντίας AU: ἐξεναντίας ceteri δικαίωσις U
<lb/>12 μὲν post οὕτως add. UF καὶ σοφίαν θεοῦ PL
<lb/>14 δύναιτο Tuin.: δύνηται AUF, δύναται ceteri
<lb/>15 αὑτὸν H2: αὐτῶν Α, αὐτὸν ceteri
<lb/>16 γεγονότων] λεγόντων U
<lb/>18 ὅρια G ἑκάτερα AGF εἰ δὴ]ἤδη AG ἀνημμένου Α
<lb/>19 μεσότητα AH1L ἐμπιεῖν MUFH: ἐμποιεῖν ὃ A, ἐμποιεῖν P, ἐμπ εισὃ (sic) G
<lb/>20 ἀποχρώντως AGUF ἄν AGF: om. ceteri καρπωσώμεθα Α
<lb/>21 ζήτει τὸ F 21.
<lb/>22 γὰρ διαμιγεῖς G
<lb/>23 τό] τῶ AG
<lb/>24 μίαν ἐλάλησεν ὁ θεός, δύο ταύτην ἠκούσαμεν UF</note>  

<pb n="v.2.p.75"/>
ἅπαξ ἔοικε τῷ ἀκράτῳ — καὶ γὰρ τὸ ἄκρατον μονὰς καὶ ἡ μονὰς
ἄκρατον —, τὸ δὲ δὶς τῷ κεκραμένῳ· τὸ γὰρ κεκραμένον οὐχ ἁπλοῦν
ἅτε καὶ σύγκρισιν καὶ διάκρισιν ἐπιδεχόμενον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="83"><p>μονάδας μὲν οὖν ἀκράτους ὁ θεὸς λαλεῖ· οὐ γάρ ἐστιν ὁ λόγος αὐτῷ γεγωνὸς ἀέρος πλῆξις
<lb n="5"/> ἀναμιγνύμενος ἄλλῳ τὸ παράπαν οὐδενί, ἀλλὰ ἀσώματός τε καὶ γυμνός,
ἀδιαφορῶν μονάδος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="84"><p>ἀκούομεν δ’ ἡμεῖς δυάδι· τὸ γὰρ ἀφ’ ἡγεμονικοῦ πνεῦμα διὰ τραχείας ἀναπεμπόμενον ἀρτηρίας τυποῦται μὲν ἐν στόματι
ὥσπερ ὑπὸ δημιουργοῦ τινος γλώττης, φερόμενον δ’ ἔξω καὶ ἀναμιχθὲν
ἀέρι συγγενεῖ καὶ πλῆξαν αὐτὸν τὴν δυάδος κρᾶσιν ἁρμονίως
<lb n="10"/> ἀποτελεῖ· τὸ γὰρ συνηχοῦν ἐκ φθόγγων διαφερόντων δυάδι μεριστῇ τὸ
πρῶτον ἁρμόζεται ὀξὺν καὶ βαρὺν τόνον ἐχούσῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="85"><p>παγκάλως οὖν τῷ πλήθει τῶν ἀδίκων λογισμῶν ἀντέθηκεν ἕνα τὸν δίκαιον, ἀριθμῷ μὲν
ἐλάττονα δυνάμει δὲ πλείονα, ἵνα μὴ ταλαντεῦσαν ὥσπερ ἐπὶ πλάστιγγος
βρίσῃ τὸ χεῖρον, ἀλλὰ κράτει τῆς ἐναντίας πρὸς τὸ βέλτιον ῥοπῆς
<lb n="15"/> ἀνακουφισθὲν ἀσθενήσῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="86"><p><milestone unit="altref" n="19"/> Τί δέ ἐστι τὸ „Νῶε εὗρε χάριν ἐναντίον κυρίου τοῦ θεοῦ“ (Gen. 6, 8), συνεπισκεψώμεθα· τῶν εὑρισκόντων οἱ μὲν ἃ πρότερον
ἔχοντες ἀπέβαλον αὖθις εὑρίσκουσιν, οἱ δὲ ἃ μὴ πάλαι νῦν δὲ πρῶτον
περιεποιήσαντο. τουτὶ μὲν οὖν τὸ ἔργον εὕρεσιν, ἐκεῖνο δὲ ἀνεύρεσιν
<lb n="20"/> οἱ ζητητικοὶ τῶν κυρίων ὀνομάτων καλεῖν εἰώθασι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="87"><p>τοῦ μὲν οὖν προτέρου παράδειγμα ἐναργέστατον τὰ περὶ τῆς μεγάλης εὐχῆς (Num. 6, 2.)
διατεταγμένα. ἔστι δὲ εὐχὴ μὲν αἴτησις ἀγαθῶν παρὰ θεοῦ, μεγάλη
δὲ εὐχὴ τὸν θεὸν αἴτιον ἀγαθῶν αὐτὸν ἀφ’ ἑαυτοῦ νομίζειν μηδενὸς
ἑτέρου τῶν εἰς τὸ δοκεῖν ὠφελεῖν συνεργοῦντος, μὴ γῆς ὡς καρποτόκου,
<lb n="25"/> μὴ ὑετῶν ὡς σπέρματα καὶ φυτὰ συναυξόντων, μὴ ἀέρος ὡς τρέφειν
ἱκανοῦ, μὴ γεωργίας ὡς φορᾶς αἰτίας, μὴ ἰατρικῆς ὡς ὑγείας, μὴ γάμου
 ὡς γενέσεως παίδων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="88"><p>πάντα γὰρ ταῦτα δυνάμει θεοῦ μεταβολὰς  <milestone unit="altpage2" n="p. 286 M."/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀκροτάτῳ F ἀκρότατον UF 1.
<lb/>2 κα—ἄκρατον om. G
<lb/>2 τῶ δὲ δύο U τὸ γὰρ κεκραμένον scripsi: ἑκάτερον γὰρ codd., κεκραμένον γὰρ Mang. 
<lb/>3 καὶ post ἄτε om. UF καὶ διάκρισιν om. L
<lb/>4 καλεῖ Α γεγωνὸς Mang.: γεγονὼς codd.
<lb/>5 ἀλλὰ καὶ Η, ἀλλὰ in ras. P2
<lb/>7 πνεύματος UF 
<lb/>8 δὲ G
<lb/>9 αὐτὸ UF δυάδος H2L1: δι’ ὕδατος ceteri, διὰ δυάδος conicio ἁρμονίως Η2: ἁρμονίαν G, ἁρμονίας ceteri
<lb/>11 καὶ om. Α ἔχουσι Α 
<lb/>12 ἕνα] ἐν ὧ UF
<lb/>14 βρίθη P κρατίστης τῆς A, κρατίστην G, κράσει τῆς F πρὸς Mang.: περὶ codd.
<lb/>15 ἀσθενήσει MGF
<lb/>16 δ’ ἐστὶ UF ἔναντι HP τοῦ om. F
<lb/>18 ἀπέλαβον G
<lb/>20 ζητικοὶ H
<lb/>22 εὐχῆς G
<lb/>23 τὸν] τὸ τὸν Η2 αὐτὸν om. HP 23.
<lb/>24 μηδενὸς—συνεργοῦντος om. U
<lb/>24 τῶν del. Mang.
<lb/>25 ὑετὸν Α, ὑετοῦ GUF συναυξανόντων G</note>  

<pb n="v.2.p.76"/>
δέχεται καὶ τροπάς, ὡς τἀναντία πολλάκις τοῖς ἐξ ἔθους ἀποτελεῖν. τοῦτον
οὖν φησι Μωυσῆς „ἅγιον“ εἶναι, „τρέφοντα κόμην τρίχα κεφαλῆς“
(ibid. 5), ὅπερ ἦν τὰς ἐν τῷ ἡγεμονικῷ τῶν ἀρετῆς δογμάτων κεφαλαιώδεις
ἀνατολὰς συναύξοντα καὶ τρόπον τινὰ κομῶντα καὶ σεμνυνόμενον
 ἐπ’ αὐταῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="89"><p>ἀλλ’ ἔστιν ὅτε ἀπέβαλεν αὐτὰς αἰφνίδιον κατασκήψαντος <lb n="5"/>
οἷά τινος τυφῶνος εἰς τὴν ψυχὴν καὶ τὰ καλὰ πάντα αὐτῆς ἐξαρπάσαντος·
ὁ δὲ τυφὼν οὗτος τροπή τίς ἐστιν ἀκούσιος παραχρῆμα τὸν νοῦν
 μιαίνουσα, ἣν καλεῖ θάνατον (ibid. 9).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="90"><p>ἀλλ’ ὅμως ἀποβαλὼν αὖθις καὶ
καθαρθεὶς ἀναλαμβάνει καὶ ἀναμιμνῄσκεται ὧν τέως ἐπελέληστο, καὶ
ἅπερ ἀπέβαλεν εὑρίσκει, ὡς τὰς προτέρας τῆς τροπῆς ἡμέρας ἀλόγους <lb n="10"/>
ἐξετάζεσθαι (ibid. 12), ἢ διότι παράλογον ἡ τροπὴ πρᾶγμα, ἀπᾷδον
ὀρθοῦ λόγου καὶ φρονήσεως ἀμέτοχον, ἢ παρόσον οὐκ ἔστιν ἀξία καταριθμεῖσθαι·
„τῶν γὰρ τοιούτων“ ἔφη τις „οὐ λόγος οὐδ’ ἀριθμός“.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="91"><p><milestone unit="altref" n="20"/> πολλάκις δὲ ἐνετύχομεν τούτοις, ἃ μηδ’ ὄναρ πρότερον εἴδομεν·
ὥσπερ γεωπόνον φασί τινες ὑπὲρ τοῦ τι τῶν ἡμέρων δένδρων φυτεῦσαι <lb n="15"/>
σκάπτοντα χωρίον θησαυρῷ περιτυχεῖν ἀνελπίστῳ χρησάμενον εὐτυχίᾳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="92"><p>ὁ γοῦν ἀσκητὴς πυθομένου τοῦ πατρὸς αὐτοῦ τῆς ἐπιστήμης τὸν τρόπον
τοῦτον· "τί τοῦτο ὃ ταχὺ εὗρες, τέκνον“; ἀποκρίνεται καί φησιν· „ὃ παρέδωκε
κύριος ὁ θεὸς ἐναντίον μου“ (Gen. 27,20)· ὅταν γὰρ ὁ θεὸς παραδιδῷ τὰ
τῆς ἀιδίου σοφίας θεωρήματα καμάτου χωρὶς καὶ πόνου, ταῦτα ἐξαίφνης οὐ <lb n="20"/>
 προσδοκήσαντες θησαυρὸν εὐδαιμονίας τελείας εὑρίσκομεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="93"><p>συμβαίνει δὲ
πολλάκις τοῖς μὲν ἐπιπόνως ζητοῦσιν ἀποτυγχάνειν τοῦ ζητουμένου, τοῖς
δ’ ἄνευ φροντίδος ῥᾷστα καὶ ἃ μὴ διενοήθησαν εὑρίσκειν· οἱ μὲν γὰρ
νωθέστεροι καὶ βραδεῖς τὰς ψυχὰς ὥσπερ οἱ τὰ ὄμματα πεπηρωμένοι
τὸν εἰς τὸ θεωρῆσαί τι τῶν κατ’ ἐπιστήμην πόνον ἴσχουσιν ἀτελῆ, οἱ <lb n="25"/>
δὲ φύσεως εὐμοιρίᾳ δίχα ζητήσεως μυρίοις ἐνέτυχον εὐθυβόλῳ καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 ὥστ’ ἐναντία UF ἀποτελεῖ Α
<lb/>2 ἅγιον] αἴτιον UFL2 τρίχας P
<lb/>3 ὥσπερ UF 3.
<lb/>4 κεφαλώδεις U
<lb/>4 συναύξονται Α
<lb/>5 ἀπέβαλον Α
<lb/>6 post πάντα add. ἀρετῆς G
<lb/>7 τῦφον G, τῦφος UF τροπῆς ἐστιν U, τροπή ἐστιν F 
<lb/>8 καὶ secl. Cohn
<lb/>9 τέως AHPL1: τὲ M, τελέως GUFL2 ἐπιλέληστο AG, ἀπελέληστο F
<lb/>10 ὀλίγας AH1P
<lb/>11 ἢ om. F ἀπῳδὸν UF
<lb/>12 παρ’ ὅσον MAUFH
<lb/>13 οὐδ’] οὐκ UF
<lb/>14 ἃ om. F ἴδομεν GU, ἰδόντες F
<lb/>15 γεηπτονον Α τινες] τινα coni. Cohn δένδρον MHP1
<lb/>16 περιπεσεῖν UF 
<lb/>17 αὐτοῦ FP: αὐτῶ ceteri
<lb/>18 τοῦτον om. MUF ὃ om. M, ὅτι UF καὶ om. G
<lb/>19 ὁ θεὸς om. Η, postea add. L
<lb/>20 ἀιδίου codd.: ἰδίου Turn. ταῦτ’ UF
<lb/>22 ἐπιπόνου Α ἀποτυγχάνει A1
<lb/>23 γὰρ H2: γε ceteri
<lb/>25 τὸν G2 τῶν ceteri εὐμαρείᾳ Α</note> <note xml:lang="lat" type="footnote"><lb/>13 cf. Theocriti Idyll. XIV 48, locutio in proverbii consuetudinem venisse videtur.</note>  

<pb n="v.2.p.77"/>
εὐθίκτῳ χρησάμενοι προσβολῇ, ὡς δοκεῖν αὐτοὺς μὲν μὴ σπουδάσαι τοῖς
πράγμασιν ἐντυχεῖν, ἐκεῖνα δὲ μεθ’ ὁρμῆς προαπαντήσαντα εἰς ὄψιν
ἐλθεῖν ἐπειχθῆναι καὶ τὴν ἀπ’ αὐτῶν ἀκριβεστάτην ἐμποιῆσαι κατάληψιν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="94"><p><milestone unit="altref" n="21"/> τούτοις ὁ νομοθέτης φησὶ δίδοσθαι „πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησαν, οἰκίας πλήρεις τῶν ἀγαθῶν, ἃς οὐκ ἐνέπλησαν, λάκκους λελατομημένους,  <milestone unit="altpage2" n="287 M."/> οὓς οὐκ ἐξελατόμησαν, ἀμπελῶνας καὶ
ἐλαιῶνας, οὓς οὐκ ἐφύτευσαν„ (Deut. 6, 10. 11).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="95"><p>πόλεις μὲν οὖν καὶ οἰκίας συμβολικῶς τάς τε γενικὰς καὶ τὰς εἰδικὰς ἀρετὰς ὑπογράφει·
πόλει μὲν γὰρ ἔοικε τὸ γένος, ὅτι κἀν μείζοσιν ἐξετάζεται περιγραφαῖς
<lb n="10"/> καὶ πλειόνων κοινόν ἐστιν, εἶδος δὲ οἰκίᾳ τῷ συνῆχθαί τε μᾶλλον καὶ
πεφευγέναι τὴν κοινότητα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="96"><p>προητοιμασμένοι δὲ λάκκοι τὰ χωρὶς τῶν πόνων τούτοις πρόχειρα ἆθλα, οὐρανίων καὶ ποτίμων δεξαμεναὶ ναμάτων,
πρὸς φυλακὴν τῶν προειρημένων ἀρετῶν εὐτρεπεῖς θησαυροί, ἐξ ὧν εὐφροσύνη περιγίνεται ψυχῇ τελεία φῶς τὸ ἀληθείας ἀπαστράπτουσα. τοὺς
<lb n="15"/> μὲν οὖν ἀμπελῶνας εὐφροσύνης, τοὺς δ’ ἐλαιῶνας φωτὸς πεποίηται
σύμβολον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="97"><p>εὐδαίμονες μὲν οὖν οὗτοι, παραπλήσιόν τι πάσχοντες τοῖς ἐκ βαθέος ὕπνου διανισταμένοις καὶ τὸν κόσμον ἐξαίφνης ἀπόνως καὶ
χωρὶς πραγματείας ὁρῶσιν, ἄθλιοι δὲ οἷς πρὸς ἃ μὴ πεφύκασιν ἀντιφιλονεικεῖν συμβαίνει ἔριδι, ἀργαλεωτάτῃ νόσῳ, ἐπαιρόμενοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="98"><p>πρὸς γὰρ <lb n="20"/> τῷ τοῦ τέλους ἀποτυγχάνειν ἔτι μετ’ οὐ μικρᾶς βλάβης μεγάλην αἰσχύνην ὑπομένουσιν, ὥσπερ αἱ πρὸς ἐναντία πνεύματα νῆες ἐνθαλαττεύουσαι· πρὸς γὰρ τῷ μὴ τυγχάνειν ὑποδρόμων ἐφ’ οὓς ἐπείγονται, πολλάκις αὐτοῖς πλωτῆρσι καὶ φορτίοις ἀνατραπεῖσαι λύπην μὲν φίλοις,
ἡδονὴν δὲ ἐχθροῖς ἐμπαρέσχον. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="99"><p><milestone unit="altref" n="22"/> λέγει οὖν ὁ νόμος, ὅτι  <lb n="25"/> „παραβιασάμενοί τινες ἀνέβησαν ἐπὶ τὸ ὄρος, καὶ ἐξῆλθεν ὁ Ἀμορραῖος ὁ
κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ, καὶ ἐτίτρωσκεν αὐτούς, ὡς ἂν ποιήσειαν
<note xml:lang="mul" type="footnote"><lb/>2 ἐπιτυχεῖν G ἐκείνω U
<lb/>3 ἐπισχετηθηναι PH’
<lb/>4 τοιούτοις U 
<lb/>5 ἅς coiT. in αἷς Α ὠδόμησαν GH’ τῶν otn., πάντων UF 5. G ἐτλἡρωσν UF
<lb/>6 ἐλατόμησαν UF
<lb/>8 τὰς τεχνικὰς UF καὶ τἀς ἰδικὰς AL’, καὶ ἰδικὰς GUF
<lb/>9 ἐξετάζηται MAFP lU ἐστι M ειΑ-ι GUF, ἡ Α τε om. G, τί Α
<lb/>11 χωρὶς scripsi: ἑτέροις codd.
<lb/>13 ἀρετῶν om. MH’P
<lb/>14 ἀληθείας UF: ἀληθὲς ceteri τελεία scripsi: τελείᾳ v
<lb/>15 εὐφροσύνης — ἐλαιῶνας add. mg. H2, mg. Pi δὲ GUF
<lb/>16 οὖν om. H’P τοῖς] τῆς F
<lb/>17 ἀπόνως om. AH’P
<lb/>18 οἶς G: οἲ MHP, οἱ, οἱ μὴ UF ’ 18.
<lb/>19 ἀντιφιλονεικοῦντες H2 
<lb/>19 συμβαίνει UFPH’: ajfxpaivEivGH-’, aofxpaivr) MA vdaoc U iTraipofievots conicio " 
<lb/>20 συμβαίνει A συμβαίνεινGB2, 21.
<lb/>22 OaXaTTeoouaat H
<lb/>22 Ttu] t6 U brdopofiov G ἐφ’ οἷς L’
<lb/>23 ἀνατραπῆναι Α μὲν GUF: om. ceteri 
<lb/>24 φῦ GUFH-’: om. MAH’P Efn:ap£yovT£; G, Ttapea/ov F
<lb/>25 ’VM-op«’OC FHP 26. 78,1 tb; — aoTouc om. IIP, w; — [xsXtaaat add. H2</note>  

<pb n="v.2.p.78"/>
αἱ μέλισσαι, καὶ ἐδίωξεν αὐτοὺς ἀπὸ Σηεὶρ ἕως Ἑρμᾶ“ (Deut. 1,43. 44)·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="100"><p>ἀνάγκη γὰρ καὶ τοὺς ἀφυῶς ἔχοντας πρὸς τὰς τῶν τεχνῶν ἀναλήψεις,
εἴ τι βιαζόμενοι πονοῖντο περὶ αὐτάς, μὴ μόνον σφάλλεσθαι τοῦ τέλους,
ἀλλὰ καὶ αἰσχύνην ὀφλεῖν, καὶ τοὺς ἄλλο τι τῶν δεόντων ἀσυγκαταθέτῳ
γνώμῃ πράττοντας <add>μὴ</add> ἐθελουσίως βιαζομένους δὲ τὸ παρ’ αὑτοῖς
ἑκούσιον μὴ κατορθοῦν, ἀλλὰ πρὸς τοῦ συνειδότος τιτρώσκεσθαί τε καὶ
 διώκεσθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>